Isaiah 28:8 Cross References - Brenton_Greek

8 Ἀρὰ ἔδεται ταύτην τὴν βουλήν, αὕτη γὰρ ἡ βουλὴ ἕνεκεν πλεονεξίας.

Proverbs 26:11

11 Ὥσπερ κύων ὅταν ἐπέλθῃ ἐπὶ τὸν ἑαυτοῦ ἔμετον καὶ μισητὸς γένηται, οὕτως ἄφρων τῇ ἑαυτοῦ κακίᾳ ἀναστρέψας ἐπὶ τὴν ἑαυτοῦ ἁμαρτίαν· ἔστιν αἰσχύνη ἐπάγουσα ἁμαρτίαν, καί ἐστιν αἰσχύνη δόξα καὶ χάρις.

Jeremiah 48:26

26 Μεθύσατε αὐτὸν, ὅτι ἐπὶ Κύριον ἐμεγαλύνθη· καὶ ἐπικρούσει Μωὰβ ἐν χειρὶ αὐτοῦ, καὶ ἔσται εἰς γέλωτα καὶ αὐτός.

Habakkuk 2:15-16

15 Ὦ ὁ ποτίζων τὸν πλησίον αὐτοῦ ἀνατροπῇ θολερᾷ, καὶ μεθύσκων ὅπως ἐπιβλέπῃ ἐπὶ τὰ σπήλαια αὐτῶν. 16 Πλησμονὴν ἀτιμίας ἐκ δόξης πίε καὶ σύ· καρδία σαλεύθητι, καὶ σείσθητι· ἐκύκλωσεν ἐπὶ σὲ ποτήριον δεξιᾶς Κυρίου, καὶ συνήχθη ἀτιμία ἐπὶ τὴν δόξαν σου.

Cross Reference data is from OpenBible.info, retrieved June 28, 2010, and licensed under a Creative Commons Attribution License.