Genesis 33:14 Cross References - Brenton_Greek

14 Προελθέτω ὁ κύριός μου ἔμπροσθεν τοῦ παιδὸς αὐτοῦ· ἐγὼ δὲ ἐνισχύσω ἐν τῇ ὁδῷ κατὰ σχολὴν τῆς πορεύσεως τῆς ἐναντίον μου, καὶ κατὰ πόδα τῶν παιδαρίων, ἕως τοῦ ἐλθεῖν με πρὸς τὸν κύριόν μου εἰς Σηείρ.

Genesis 32:3

3 Ἀπέστειλε δὲ Ἰακὼβ ἀγγέλους ἔμπροσθεν αὐτοῦ πρὸς Ἡσαῦ τὸν ἀδελφὸν αὐτοῦ εἰς γῆν Σηεὶρ, εἰς χώραν Ἐδώμ.

Deuteronomy 2:1

1 Καὶ ἐπιστραφέντες ἀπῄραμεν εἰς τὴν ἔρημον, ὁδὸν θάλασσαν ἐρυθρὰν, ὃν τρόπον ἐλάλησε Κύριος πρὸς μὲ, καὶ ἐκυκλώσαμεν τὸ ὄρος τὸ Σηεὶρ ἡμέρας πολλάς.

Judges 5:4

4 Κύριε, ἐν τῇ ἐξόδῳ σου ἐν Σηεὶρ, ἐν τῷ ἀπαίρειν σε ἐξ ἀγροῦ Ἐδὼμ, γῆ ἐσείσθη, καὶ ὁ οὐρανὸς ἔσταξε δρόσους, καὶ αἱ νεφέλαι ἔσταξαν ὕδωρ.

2 Chronicles 20:10

10 Καὶ νῦν ἰδοὺ οἱ υἱοὶ Ἀμμὼν, καὶ Μωὰβ, καὶ ὄρος Σηείρ· εἰς οὓς οὐκ ἔδωκας τῷ Ἰσραὴλ διελθεῖν διʼ αὐτῶν, ἐξελθόντων αὐτῶν ἐκ γῆς Αἰγύπτου, ὅτι ἐξέκλιναν ἀπʼ αὐτῶν, καὶ οὐκ ἐξωλόθρευσαν αὐτούς·

Isaiah 40:11

11 Ὡς ποιμὴν ποιμανεῖ τὸ ποίμνιον αὐτοῦ, καὶ τῷ βραχίονι αὐτοῦ συνάξει ἄρνας, καὶ ἐν γαστρὶ ἐχούσας παρακαλέσει.

Ezekiel 25:8

8 Τάδε λέγει Κύριος, ἀνθʼ ὧν εἶπε Μωὰβ, ἰδοὺ,οὐχ ὃν τρόπον πάντα τὰ ἔθνη, οἶκος Ἰσραὴλ καὶ Ἰούδα;

Ezekiel 35:2-3

2 υἱὲ ἀνθρώπου, ἐπίστρεψον τὸ πρόσωπόν σου ἐπʼ ὄρος Σηεὶρ, καὶ προφήτευσον εἰς αὐτὸ, 3 καὶ εἰπὸν αὐτῷ,
Τάδε λέγει Κύριος Κύριος, ἰδοὺ ἐγὼ ἐπὶ σὲ, ὄρος Σηείρ, καὶ ἐκτενῶ τὴν χεῖρά μου ἐπὶ σὲ, καὶ δώσω σε εἰς ἔρημον, καὶ ἐρημωθήσῃ,

Cross Reference data is from OpenBible.info, retrieved June 28, 2010, and licensed under a Creative Commons Attribution License.