8 Καὶ εἶπε Ῥαχὴλ, συναντελάβετό μου ὁ Θεὸς, καὶ συνανεστράφην τῇ ἀδελφῇ μου, καὶ ἠδυνάσθην· καὶ ἐκάλεσε τὸ ὄνομα αὐτοῦ, Νεφθαλεί.
Genesis 30:8 Cross References - Brenton_Greek
Genesis 23:6
6 Ἄκουσον δὲ ἡμῶν· βασιλεὺς παρὰ Θεοῦ σὺ εἶ ἐν ἡμῖν· ἐν τοῖς ἐκλεκτοῖς μνημείοις ἡμῶν θάψον τὸν νεκρόν σου· οὐδεὶς γὰρ ἡμῶν οὐ μὴ κωλύσει τὸ μνημεῖον αὐτοῦ ἀπὸ σοῦ, τοῦ θάψαι τὸν νεκρόν σου ἐκεῖ.
Genesis 32:24-25
Genesis 35:25
25 Υἱοὶ δὲ Βαλλᾶς παιδίσκης Ῥαχήλ, Δὰν, καὶ Νεφθαλείμ.
Genesis 46:24
24 Καὶ υἱοὶ Νεφθαλείμ, Ἀσιὴλ, καὶ Γωνὶ, καὶ Ἰσσάαρ, καὶ Συλλήμ.
Genesis 49:21
21 Νεφθαλὶ στέλεχος ἀνειμένον, ἐπιδιδοὺς ἐν τῷ γεννήματι κάλλος.
Exodus 9:28
28 Εὔξασθε οὖν περὶ ἐμοῦ πρὸς Κύριον, καὶ παυσάσθω τοῦ γενηθῆναι φωνὰς Θεοῦ, καὶ χάλαζαν, καὶ πῦρ· καὶ ἐξαποστελῶ ὑμᾶς, καὶ οὐκέτι προστεθήσεσθε μένειν.
Deuteronomy 33:23
23 Καὶ τῷ Νεφθαλὶ εἶπε, Νεφθαλὶ πλησμονὴ δεκτῶν· καὶ ἐμπλησθήτω εὐλογίας παρὰ Κυρίου· θάλασσαν καὶ Λίβα κληρονομήσει.
1 Samuel 14:15
15 Καὶ ἐγενήθη ἔκστασις ἐν τῇ παρεμβολῇ καὶ ἐν ἀγρῷ· καὶ πᾶς ὁ λαὸς ὁ ἐν Μεσσὰβ, καὶ οἱ διαφθείροντες ἐξέστησαν, καὶ αὐτοὶ οὐκ ἤθελον ποιεῖν· καὶ ἐθάμβησεν ἡ γῆ, καὶ ἐγενήθη ἔκστασις παρὰ Κυρίου.