8 Ἐὰν δὲ μὴ θέλῃ ἡ γυνὴ πορευθῆναι μετὰ σοῦ εἰς τὴν γῆν ταύτην, καθαρὸς ἔσῃ ἀπὸ τοῦ ὅρκου μου· μόνον τὸν υἱόν μου μὴ ἀποστρέψῃς ἐκεῖ.
Genesis 24:8 Cross References - Brenton_Greek
Genesis 24:4-6
4 Ἀλλʼ ἢ εἰς τὴν γῆν μου, οὗ ἐγεννήθην, πορεύσῃ, καὶ εἰς τὴν φυλήν μου, καὶ λήψῃ γυναῖκα τῷ υἱῷ μου Ἰσαὰκ ἐκεῖθεν. 5 Εἶπε δὲ πρὸς αὐτὸν ὁ παῖς, μή ποτε οὐ βούληται ἡ γυνὴ πορευθῆναι μετʼ ἐμοῦ ὀπίσω εἰς τὴν γῆν ταύτην, ἀποστρέψω τὸν υἱόν σου εἰς τὴν γῆν, ὅθεν ἐξῆλθες ἐκεῖθεν; 6 Εἶπε δὲ πρὸς αὐτὸν Ἁβραάμ, πρόσεχε σεαυτῷ μὴ ἀποστρέψῃς τὸν υἱόν μου ἐκεῖ.
Numbers 30:5
5 6 Ἐὰν δὲ ἀνανεύων ἀνανεύσῃ ὁ πατὴρ αὐτῆς, ᾗ ἂν ἡμέρᾳ ἀκούσῃ πάσας τὰς εὐχὰς αὐτῆς καὶ τοὺς ὁρισμοὺς, οὓς ὡρίσατο κατὰ τῆς ψυχῆς αὐτῆς, οὐ στήσονται· καὶ Κύριος καθαριεῖ αὐτὴν, ὅτι ἀνένευσεν ὁ πατὴρ αὐτῆς.
Numbers 30:8
8 9 Ἐὰν δὲ ἀνανεύων ἀνανεύσῃ ὁ ἀνὴρ αὐτῆς ᾗ ἐὰν ἡμέρᾳ ἀκούσῃ, πᾶσαι αἱ εὐχαὶ αὐτῆς, καὶ οἱ ὁρισμοὶ αὐτῆς οὓς ὡρίσατο κατὰ τῆς ψυχῆς αὐτῆς, οὐ μενοῦσιν, ὅτι ὁ ἀνὴρ ἀνένευσεν ἀπʼ αὐτῆς· καὶ Κύριος καθαριεῖ αὐτήν.
Joshua 2:17-20
17 Καὶ εἶπαν πρὸς αὐτὴν οἱ ἄνδρες, ἀθῷοί ἐσμεν τῷ ὅρκῳ σου τούτῳ. 18 Ἰδοὺ ἡμεῖς εἰσπορευόμεθα εἰς μέρος τῆς πόλεως, καὶ θήσεις τὸ σημεῖον, τὸ σπαρτίον τὸ κόκκινον τοῦτο ἐκδήσεις εἰς τὴν θυρίδα διʼ ἧς κατεβίβασας ἡμᾶς διʼ αὐτῆς· τὸν δὲ πατέρα σου, καὶ τὴν μητέρα σου, καὶ τοὺς ἀδελφούς σου, καὶ πάντα τὸν οἶκον τοῦ πατρός σου συνάξεις πρὸς σεαυτὴν εἰς τὴν οἰκίαν σου. 19 Καὶ ἔσται πᾶς, ὃς ἂν ἐξέλθῃ τὴν θύραν τῆς οἰκίας σου ἔξω, ἔνοχος ἑαυτῷ ἔσται, ἡμεῖς δὲ ἀθῷοι τῷ ὅρκῳ σου τούτῳ· καὶ ὅσοι ἐὰν γένωνται μετὰ σοῦ ἐν τῇ οἰκίᾳ σου, ἡμεῖς ἔνοχοι ἐσόμεθα. 20 Ἐὰν δέ τις ἡμᾶς ἀδικήσῃ ἢ καὶ ἀποκαλύψῃ τοὺς λόγους ἡμῶν τούτους, ἐσόμεθα ἀθῷοι τῷ ὅρκῳ σου τούτῳ.
Joshua 9:20
20 Τοῦτο ποιήσομεν, ζωγρῆσαι αὐτοὺς, καὶ περιποιησόμεθα αὐτούς· καὶ οὐκ ἔσται καθʼ̓ ἡμῶν ὀργὴ διὰ τὸν ὅρκον, ὃν ὠμόσαμεν αὐτοῖς.