Genesis 24:12 Cross References - Brenton_Greek

12 Καὶ εἶπε, Κύριε ὁ Θεὸς τοῦ κυρίου μου Ἁβραάμ, εὐόδωσον ἐναντίον ἐμοῦ σήμερον, καὶ ποίησον ἔλεος μετὰ τοῦ κυρίου μου Ἁβραάμ.

Genesis 15:1

1 Μετὰ δὲ τὰ ῥήματα ταῦτα ἐγενήθη ῥῆμα Κυρίου πρὸς Ἅβραμ· ἐν ὁράματι, λέγων, μὴ φοβοῦ Ἅβραμ· ἐγὼ ὑπερασπίζω σου· ὁ μισθός σου πολὺς ἔσται σφόδρα·

Genesis 17:7-8

7 Καὶ στήσω τὴν διαθήκην μου ἀνὰ μέσον σοῦ, καὶ ἀνὰ μέσον τοῦ σπέρματός σου μετά σέ εἰς τὰς γενεὰς αὐτῶν, εἰς διαθήκην αἰώνιον εἶναί σου Θεὸς, καὶ τοῦ σπέρματός σου μετὰ σέ. 8 Καὶ δώσω σοι καὶ τῷ σπέρματί σου μετὰ σὲ τὴν γῆν, ἣν παροικεῖς, πᾶσαν τὴν γῆν Χαναὰν, εἰς κατάσχεσιν αἰώνιον· καὶ ἔσομαι αὐτοῖς εἰς Θεόν.

Genesis 24:27

27 Καὶ εἶπεν, εὐλογητὸς Κύριος ὁ Θεὸς τοῦ κυρίου μου Ἁβραὰμ, ὃς οὐκ ἐγκατέλιπε τὴν δικαιοσύνην αὐτοῦ, καὶ τὴν ἀλήθειαν, ἀπὸ τοῦ κυρίου μου· ἐμέ τ’ εὐώδωκε Κύριος εἰς οἶκον τοῦ ἀδελφοῦ τοῦ κυρίου μου.

Genesis 24:42

42 Καὶ ἐλθὼν σήμερον ἐπὶ τὴν πηγὴν εἶπα, Κύριε ὁ Θεὸς τοῦ κυρίου μου Ἁβραὰμ, εἰ σὺ εὐοδοῖς τὴν ὁδόν μου, ἐν ᾗ νῦν ἐγὼ πορεύομαι ἐν αὐτῇ,

Genesis 24:48

48 Καὶ εὐδοκήσας προσεκύνησα τῷ Κυρίῳ, καὶ εὐλόγησα Κύριον τὸν Θεὸν τοῦ κυρίου μου Ἁβραὰμ, ὃς εὐώδωσέ με ἐν ὁδῷ ἀληθείας λαβεῖν τὴν θυγατέρα τοῦ ἀδελφοῦ τοῦ κυρίου μου τῷ υἱῷ αὐτοῦ.

Genesis 26:24

24 Καὶ ὤφθη αὐτῷ Κύριος ἐν τῇ νυκτὶ ἐκείνῃ, καὶ εἶπεν, ἐγώ εἰμι ὁ Θεὸς Ἁβραὰμ τοῦ πατρός σου· μὴ φοβοῦ, μετὰ σοῦ γάρ εἰμι, καὶ εὐλογήσω σε, καὶ πληθυνῶ τὸ σπέρμα σου διʼ Ἁβραὰμ τὸν πατέρα σου.

Genesis 27:10

10 Καὶ εἰσοίσεις τῷ πατρί σου, καὶ φάγεται, ὅπως εὐλογήσῃ σε ὁ πατήρ σου πρὸ τοῦ ἀποθανεῖν αὐτόν.

Genesis 27:20

20 Εἶπε δὲ Ἰσαὰκ τῷ υἱῷ αὐτοῦ, τί τοῦτο, ὃ ταχὺ εὗρες, ὦ τέκνον; ὁ δὲ εἶπεν, ὃ παρέδωκε Κύριος ὁ Θεός σου ἐναντίον μου.

Genesis 28:13

13 Ὁ δὲ Κύριος ἐπεστήρικτο ἐπʼ αὐτῆς· καὶ εἶπεν, ἐγώ εἰμι ὁ Θεὸς Ἁβραὰμ τοῦ πατρός σου, καὶ ὁ Θεὸς Ἰσαάκ· μὴ φοβοῦ· ἡ γῆ ἐφʼ ἧς σὺ καθεύδεις ἐπʼ αὐτῆς, σοὶ δώσω αὐτήν, καὶ τῷ σπέρματί σου.

Genesis 31:42

42 Εἰ μὴ ὁ Θεὸς τοῦ πατρός μου Ἁβραὰμ, καὶ ὁ φόβος Ἰσαὰκ, ἦν μοι, νῦν ἂν κενόν με ἐξαπέστειλας· τὴν ταπείνωσίν μου, καὶ τὸν κόπον τῶν χειρῶν μου, εἶδεν ὁ Θεὸς· καὶ ἤλεγξέ σε χθές.

Genesis 32:9

9 Εἶπε δὲ Ἰακώβ, ὁ Θεὸς τοῦ πατρός μου Ἁβραὰμ, καὶ ὁ Θεὸς τοῦ πατρός μου Ἰσαὰκ, Κύριε σὺ ὁ εἰπών μοι, ἀπότρεχε εἰς τὴν γῆν τῆς γενέσεώς σου, καὶ εὖ σε ποιήσω·

Genesis 43:14

14 Ὁ δὲ Θεὸς μου δῴη ὑμῖν χάριν ἐναντίον τοῦ ἀνθρώπου καὶ ἀποστείλαι τὸν ἀδελφὸν ὑμῶν τὸν ἕνα, καὶ τὸν Βενιαμίν· ἐγὼ μὲν γὰρ καθάπερ ἠτέκνωμαι, ἠτέκνωμαι.

Exodus 3:6

6 Καὶ εἶπεν, ἐγώ εἰμι ὁ Θεὸς τοῦ πατρός σου, Θεὸς Ἁβραὰμ, καὶ Θεὸς Ἰσαὰκ, καὶ Θεὸς Ἰακώβ· ἀπέστρεψε δὲ Μωυσῆς τὸ πρόσωπον αὐτοῦ, εὐλαβεῖτο γὰρ κατεμβλέψαι ἐνώπιον τοῦ Θεοῦ.

Exodus 3:15

15 Καὶ εἶπεν ὁ Θεὸς πάλιν πρὸς Μωυσῆν, οὕτως ἐρεῖς τοῖς υἱοῖς Ἰσραὴλ, Κύριος ὁ Θεὸς τῶν πατέρων ἡμῶν, Θεὸς Ἁβραὰμ, καὶ Θεὸς Ἰσαὰκ, καὶ Θεὸς Ἰακὼβ, ἀπέσταλκέ με πρὸς ὑμᾶς· τοῦτό μού ἐστιν ὄνομα αἰώνιον, καὶ μνημόσυνον γενεῶν γενεαῖς.

1 Kings 18:36

36 Καὶ ἀνεβόησεν Ἠλιοὺ εἰς τὸν οὐρανὸν, καὶ εἶπε, Κύριε ὁ Θεὸς Ἁβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰσραὴλ, ἐπάκουσόν μου, Κύριε, ἐπάκουσόν μου σήμερον ἐν πυρὶ, καὶ γνώτωσαν πᾶς ὁ λαὸς οὗτος, ὅτι σὺ εἶ Κύριος ὁ Θεὸς Ἰσραὴλ, καὶ ἐγὼ δοῦλός σου, καὶ διὰ σὲ πεποίηκα τὰ ἔργα ταῦτα.

2 Kings 2:14

14 καὶ ἔλαβε τὴν μηλωτὴν Ἠλιοὺ, ἣ ἔπεσεν ἐπάνωθεν αὐτοῦ, καὶ ἐπάταξε τὸ ὕδωρ, καὶ εἶπε, ποῦ ὁ Θεὸς Ἠλιοὺ ἀφφώ; καὶ ἐπάταξε τὰ ὕδατα, καὶ διεῤῥάγησαν ἔνθα καὶ ἔνθα· καὶ διέβη Ἑλισαιέ.

Nehemiah 1:11

11 Μὴ δή, Κύριε, ἀλλὰ ἔστω τὸ οὖς σου προσέχον εἰς τὴν προσευχὴν τοῦ δούλου σου, καὶ εἰς τὴν προσευχὴν παίδων σου τῶν θελόντων φοβεῖσθαι τὸ ὄνομά σου· καὶ εὐόδωσον δὴ τῷ παιδί σου σήμερον, καὶ δὸς αὐτὸν εἰς οἰκτιρμοὺς ἐνώπιον τοῦ ἀνδρὸς τούτου· καὶ ἐγὼ ἤμην οἰνοχόος τῷ βασιλεῖ.

Nehemiah 2:4

4 Καὶ εἶπέ μοι ὁ βασιλεύς, περὶ τίνος τοῦτο σὺ ζητεῖς; καὶ προσηυξάμην πρὸς τὸν Θεὸν τοῦ οὐρανοῦ,

Psalms 37:5

5 Ἀποκάλυψον πρὸς Κύριον τὴν ὁδόν σου, καὶ ἔλπισον ἐπʼ αὐτὸν, καὶ αὐτὸς ποιήσει.

Psalms 90:16-17

16 Καὶ ἴδε ἐπὶ τοὺς δούλους σου καὶ ἐπὶ τὰ ἔργα σου καὶ ὁδήγησον τοὺς υἱοὺς αὐτῶν. 17 Καὶ ἔστω ἡ λαμπρότης Κυρίου τοῦ Θεοῦ ἡμῶν ἐφʼ ἡμᾶς, καὶ τὰ ἔργα τῶν χειρῶν ἡμῶν κατεύθυνον ἐφʼ ἡμᾶς.

Psalms 118:25

25 Ὦ Κύριε σῶσον δή, ὦ Κύριε εὐόδωσον δή.

Psalms 122:6

6 Ἐρωτήσατε δὴ τὰ εἰς εἰρήνην τὴν Ἱερουσαλὴμ, καὶ εὐθηνία τοῖς ἀγαπῶσί σε.

Psalms 127:1

1 Ὠδὴ τῶν ἀναβαθμῶν.
Ἐὰν μὴ Κύριος οἰκοδομήσῃ οἶκον, εἰς μάτην ἐκοπίασαν οἱ οἰκοδομοῦντες· ἐὰν μὴ Κύριος φυλάξῃ πόλιν, εἰς μάτην ἠγρύπνησεν ὁ φυλάσσων.

Proverbs 3:6

6 Πάσαις ὁδοῖς σου γνώριζε αὐτὴν, ἵνα ὀρθοτομῇ τὰς ὁδούς σου.

Cross Reference data is from OpenBible.info, retrieved June 28, 2010, and licensed under a Creative Commons Attribution License.