18 Καὶ Μελχισεδὲκ βασιλεὺς Σαλὴμ ἐξήνεγκεν ἄρτους καὶ οἶνον· ἦν δὲ ἱερεὺς τοῦ Θεοῦ τοῦ ὑψίστου.
Genesis 14:18 Cross References - Brenton_Greek
Ruth 3:10
10 Καὶ εἶπε Βοὸζ, εὐλογημένη σὺ τῷ Κυρίῳ Θεῷ, θύγατερ, ὅτι ἠγάθυνας τὸ ἔλεός σου τὸ ἔσχατον ὑπὲρ τὸ πρῶτον, μὴ πορευθῆναί σε ὀπίσω νεανιῶν, εἴτοι πτωχὸς εἴτοι πλούσιος.
2 Samuel 2:5
5 Καὶ ἀπέστειλε Δαυὶδ ἀγγέλους πρὸς τοὺς ἡγουμένους Ἰαβὶς τῆς Γαλααδίτιδος, καὶ εἶπε πρὸς αὐτοὺς Δαυὶδ, εὐλογημένοι ὑμεῖς τῷ Κυρίῳ, ὅτι ἐποιήσατε τὸ ἔλεος τοῦτο ἐπὶ τὸν κύριον ὑμῶν, ἐπὶ Σαοὺλ τὸν χριστὸν Κυρίου, καὶ ἐθάψατε αὐτὸν καὶ Ἰωνάθαν τὸν υἱὸν αὐτοῦ.
Psalms 7:17
17 Ἐξομολογήσομαι Κυρίῳ κατὰ τὴν δικαιοσύνην αὐτοῦ, ψαλῶ τῷ ὀνόματι Κυρίου τοῦ ὑψίστου.
Psalms 50:14
14 Θῦσον τῷ Θεῷ θυσίαν αἰνέσεως, καὶ ἀπόδος τῷ ὑψίστῳ τὰς εὐχάς σου.
Psalms 57:2
2 Κεκράξομαι πρὸς τὸν Θεὸν τὸν ὕψιστον τὸν Θεὸν τὸν εὐεργετήσαντά με· διάψαλμα.
Psalms 76:2
2 Καὶ ἐγενήθη ἐν εἰρήνῃ ὁ τόπος αὐτοῦ, καὶ τὸ κατοικητήριον αὐτοῦ ἐν Σιών.
Psalms 110:4
4 Ὤμοσε Κύριος καὶ οὐ μεταμεληθήσεται, σὺ ἱερεὺς εἰς τὸν αἰῶνα, κατὰ τὴν τάξιν Μελχισεδέκ.
Micah 6:6
6 Ἐν τίνι καταλάβω τὸν Κύριον, ἀντιλήψομαι Θεοῦ μου ὑψίστου; εἰ καταλήψομαι αὐτὸν ἐν ὁλοκαυτώμασιν, ἐν μόσχοις ἐνιαυσίοις;