Ezekiel 9:5 Cross References - Brenton_Greek

5 Καὶ τούτοις εἶπεν ἀκούοντός μου, πορεύεσθε ὀπίσω αὐτοῦ εἰς τὴν πόλιν, καὶ κόπτετε, καὶ μὴ φείδεσθε τοῖς ὀφθαλμοῖς ὑμῶν, καὶ μὴ ἐλεήσητε.

Exodus 32:27

27 Καὶ λέγει αὐτοῖς, τάδε λέγει Κύριος ὁ Θεὸς Ἰσραήλ· θέσθε ἕκαστος τὴν ἑαυτοῦ ῥομφαίαν ἐπὶ τὸν μηρὸν καὶ διέλθατε καὶ ἀνακάμψατε ἀπὸ πύλης ἐπὶ πύλην διά τῆς παρεμβολῆς, καὶ ἀποκτείνατε ἕκαστος τὸν ἀδελφὸν αὐτοῦ, καὶ ἕκαστος τὸν πλησίον αὐτοῦ, καὶ ἕκαστος τὸ ἔγγιστα αὐτοῦ.

Numbers 25:7-8

7 Καὶ ἰδὼν Φινεὲς υἱὸς Ἐλεάζαρ υἱοῦ Ἀαρὼν τοῦ ἱερέως, ἐξανέστη ἐκ μέσου τῆς συναγωγῆς, καὶ λαβὼν σειρομάστην ἐν τῇ χειρὶ, 8 εἰσῆλθεν ὀπίσω τοῦ ἀνθρώπου τοῦ Ἰσραηλίτου εἰς τὴν κάμινον, καὶ ἀπεκέντησεν ἀμφοτέρους, τόν τε ἄνθρωπον τὸν Ἰσραηλίτην, καὶ τὴν γυναῖκα διὰ τῆς μήτρας αὐτῆς· καὶ ἐπαύσατο ἡ πληγὴ ἀπὸ υἱῶν Ἰσραήλ.

Deuteronomy 32:39-42

39 Ἴδετε ἴδετε ὅτι ἐγώ εἰμι, καὶ οὐκ ἔστι Θεὸς πλὴν ἐμοῦ· ἐγὼ ἀποκτενῶ, καὶ ζῆν ποιήσω· πατάξω, κἀγὼ ἰάσομαι· καὶ οὐκ ἔστιν ὃς ἐξελεῖται ἐκ τῶν χειρῶν μου. 40 Ὅτι ἀρῶ εἰς τὸν οὐρανὸν τὴν χεῖρά μου, καὶ ὀμοῦμαι τῇν δεξιᾷν μου· καὶ ἐρῶ, ζῶ ἐγὼ εἰς τὸν αἰῶνα· 41 Ὅτι παροξυνῶ ὡς ἀστραπὴν τὴν μάχαιράν μου, καὶ ἀνθέξεται κρίματος ἡ χείρ μου, καὶ ἀποδώσω δίκην τοῖς ἐχθροῖς, καὶ τοῖς μισοῦσί με ἀνταποδώσω. 42 Μεθύσω τὰ βέλη μου ἀφʼ αἵματος, καὶ ἡ μάχαιρά μου φάγεται κρέα ἀφʼ αἵματος τραυματιῶν καὶ αἰχμαλωσίας ἀπὸ κεφαλῆς ἀρχόντων ἐχθρῶν.

1 Samuel 9:15

15 Καὶ Κύριος ἀπεκάλυψε τὸ ὠτίον Σαμουὴλ ἡμέρᾳ μιᾷ ἔμπροσθεν τοῦ ἐλθεῖν πρὸς αὐτὸν Σαοὺλ, λέγων,

1 Kings 18:40

40 Καὶ εἶπεν Ἠλιοὺ πρὸς τὸν λαὸν, συλλάβετε τοὺς προφήτας τοῦ Βάαλ, μηδεὶς σωθήτω ἐξ αὐτῶν· καὶ συνέλαβον αὐτοὺς, καὶ κατάγει αὐτοὺς Ἠλιοὺ εἰς τὸν χειμάῤῥουν Κισσῶν, καὶ ἔσφαξεν αὐτοὺς ἐκεῖ.

Isaiah 5:9

9 Ἠκούσθη γὰρ εἰς τὰ ὦτα Κυρίου σαβαὼθ ταῦτα· ἐὰν γὰρ γένωνται οἰκίαι πολλαί, εἰς ἔρημον ἔσονται μεγάλαι καὶ καλαί, καὶ οὐκ ἔσονται οἱ ἐνοικοῦντες ἐν αὐταῖς.

Isaiah 22:14

14 Καὶ ἀνακεκαλυμμένα ταῦτά ἐστιν ἐν τοῖς ὠσὶ Κυρίου σαβαὼθ, ὅτι οὐκ ἀφεθήσεται ὑμῖν αὕτη ἡ ἁμαρτία, ἕως ἂν ἀποθάνητε.

Ezekiel 5:11

11 Διατοῦτο, ζῶ ἐγὼ, λέγει Κύριος, ἦ μὴν ἀνθʼ ὧν τὰ ἅγιά μου ἐμίανας ἐν πᾶσι τοῖς βδελύγμασί σου, κἀγὼ ἀπώσομαί σε, οὐ φείσεταί μου ὁ ὀφθαλμὸς, κἀγὼ οὐκ ἐλεήσω.

Ezekiel 7:4

4 ἐπὶ σὲ τὸν κατοικοῦντα τὴν γῆν· ἥκει ὁ καιρὸς, ἤγγικεν ἡ ἡμέρα, οὐ μετὰ θορύβων, οὐδὲ μετὰ ὠδίνων.

Ezekiel 7:9

9 Διότι τάδε λέγει Κύριος, ἰδοὺ τὸ πέρας ἥκει.

Ezekiel 8:18

18 Καὶ ἐγὼ ποιήσω αὐτοῖς μετὰ θυμοῦ· οὐ φείσεται ὁ ὀφθαλμός μου, οὐδὲ μὴ ἐλεήσω.

Ezekiel 9:10

10 Καὶ οὐ φείσεταί μου ὁ ὀφθαλμός, οὐδὲ μὴ ἐλεήσω, τὰς ὁδοὺς αὐτῶν εἰς κεφαλὰς αὐτῶν δέδωκα.

Ezekiel 24:14

14 Ἐγὼ Κύριος λελάληκα, καὶ ἥξει, καὶ ποιήσω, οὐ διαστελῶ, οὐδὲ μὴ ἐλεήσω· κατὰ τὰς ὁδούς σου, καὶ κατὰ τὰ ἐνθυμήματά σου κρινῶ σε, λέγει Κύριος· διατοῦτο ἐγὼ κρινῶ σε κατὰ τὰ αἵματά σου, καὶ κατὰ τὰ ἐνθυμήματά σου κρινῶ σε, ἡ ἀκάθαρτος, ἡ ὀνομαστὴ, καὶ πολλὴ τοῦ παραπικραίνειν.

Cross Reference data is from OpenBible.info, retrieved June 28, 2010, and licensed under a Creative Commons Attribution License.