Ezekiel 7:2 Cross References - Brenton_Greek

2 καὶ σύ υἱὲ ἀνθρώπου εἰπὸν, τάδε λέγει Κύριος.
Τῇ γῇ τοῦ Ἰσραὴλ πέρας ἥκει, τὸ πέρας ἥκει ἐπὶ τὰς τέσσαρας πτέρυγας τῆς γῆς.

Genesis 6:13

13 14 Καὶ εἶπε Κύριος ὁ Θεὸς τῷ Νῶε, καιρὸς παντὸς ἀνθρώπου ἥκει ἐναντίον μου, ὅτι ἐπλήσθη ἡ γῆ ἀδικίας ἀπʼ αὐτῶν· καὶ ἰδοὺ ἐγὼ καταφθείρω αὐτοὺς καὶ τὴν γῆν.

Deuteronomy 32:20

20 καὶ εἶπεν, ἀποστρέψω τὸ πρόσωπόν μου ἀπʼ αὐτῶν, καὶ δείξω τί ἔσται αὐτοῖς ἐπʼ ἐσχάτων ἡμερῶν· ὅτι γενεὰ ἐξεστραμμένη ἐστίν, υἱοί οἷς οὐκ ἔστι πίστις ἐν αὐτοῖς.

2 Chronicles 34:7

7 Καὶ κατέσπασε τὰ θυσιαστήρια, καὶ τὰ ἄλση, καὶ εἴδωλα κατέκοψε λεπτὰ, καὶ πάντα τὰ ὑψηλὰ ἔκοψεν ἀπὸ πάσης τῆς γῆς Ἰσραὴλ, καὶ ἀπέστρεψεν εἰς Ἱερουσαλήμ.

Jeremiah 5:31

31 Οἱ προφῆται προφητεύουσιν ἄδικα, καὶ οἱ ἱερεῖς ἐπεκρότησαν ταῖς χερσὶν αὐτῶν, καὶ ὁ λαός μου ἠγάπησεν οὕτως· καὶ τί ποιήσετε εἰς τὰ μετὰ ταῦτα;

Jeremiah 51:13

13 κατασκηνοῦντας ἐφʼ ὕδασι πολλοῖς, καὶ ἐπὶ πλήθει θησαυρῶν αὐτῆς· ἥκει τὸ πέρας σου ἀληθῶς εἰς τὰ σπλάγχνα σου.

Lamentations 1:9

9 ΤΗΘ. Ἀκαθαρσία αὐτῆς πρὸς ποδῶν αὐτῆς· οὐκ ἐμνήσθη ἔσχατα αὐτῆς, καὶ κατεβίβασεν ὑπέρογκα· οὐκ ἔστιν ὁ παρακαλῶν αὐτήν· ἰδέ Κύριε τὴν ταπείνωσίν μου, ὅτι ἐμεγαλύνθη ὁ ἐχθρός.

Lamentations 4:18

18 ἐθηρεύσαμεν μικροὺς ἡμῶν, τοῦ μὴυ προεύεσθαι ἐν ταῖς πλατείαις ἡμῶν. ΚΩΦ. Ἤγγικεν ὁ καιρὸς ἡμῶν, ἐκπληρώθησαν αἱ ἡμέραι ἡμῶν, πάρεστιν ὁ καιρὸς ἡμῶν.

Ezekiel 7:3

3 Ἥκει τὸ πέρας

Ezekiel 7:5-6

5 Νῦν ἐγγύθεν ἐκχεῶ τὴν ὀργήν μου ἐπὶ σὲ, καὶ συντελέσω τὸν θυμόν μου ἐν σοὶ, καὶ κρινῶ σε ἐν ταῖς ὁδοῖς σου, καὶ δώσω ἐπὶ σὲ πάντα τὰ βδελύγματά σου, 6 οὐ φείσεται ὁ ὀφθαλμός μου, οὐδὲ μὴ ἐλεήσω· διότι τὰς ὁδούς σου ἐπὶ σὲ δώσω, καὶ τὰ βδελύγματά σου ἐν μέσῳ σου ἔσονται, καὶ ἐπιγνώσῃ, διότι ἐγώ εἰμι Κύριος ὁ τύπτων.

Ezekiel 11:13

13 Καὶ ἐγένετο ἐν τῷ προφητεύειν με, καὶ Φαλτίας ὁ τοῦ Βαναίου ἀπέθανε· καὶ πίπτω ἐπὶ πρόσωπόν μου, καὶ ἀνεβόησα φωνῇ μεγάλῃ, καὶ εἶπα, οἴμοι οἴμοι Κύριε, εἰς συντέλειαν ποιεῖς σὺ τοὺς καταλοίπους τοῦ Ἰσραήλ;

Ezekiel 12:22

22 υἱὲ ἀνθρώπου, τίς ἡ παραβολὴ ὑμῖν ἐπὶ τῆς γῆς τοῦ Ἰσραὴλ, λέγοντες, μακρὰν αἱ ἡμέραι, ἀπόλωλεν ὅρασις;

Ezekiel 21:2

2 Διατοῦτο προφήτευσον υἱὲ ἀνθρώπου, στήρισον τὸ πρόσωπόν σου ἐπὶ Ἱερουσαλὴμ, καὶ ἐπίβλεψον ἐπὶ τὰ ἅγια αὐτῶν, καὶ προφητεύσεις ἐπὶ τὴν γῆν τοῦ Ἰσραὴλ,

Ezekiel 40:2

2 ἐν ὁράσει Θεοῦ εἰς τὴν γῆν τοῦ Ἰσραὴλ, καὶ ἔθηκέ με ἐπʼ ὄρος ὑψηλὸν σφόδρα, καὶ ἐπʼ αὐτοῦ ὡσεὶ οἰκοδομὴ πόλεως ἀπέναντι,

Amos 8:2

2 Καὶ εἶπε, τί σὺ βλέπεις Ἀμώς; καὶ εἶπα, ἄγγος ἰξευτοῦ· καὶ εἶπε Κύριος πρὸς μὲ, ἥκει τὸ πέρας ἐπὶ τὸν λαόν μου Ἰσραὴλ, οὐ προσθήσω ἔτι τοῦ παρελθεῖν αὐτόν.

Amos 8:10

10 καὶ μεταστρέψω τὰς ἑορτὰς ὑμῶν εἰς πένθος, καὶ πάσας τὰς ὠδὰς ὑμῶν εἰς θρῆνον, καὶ ἀναβιβῶ ἐπὶ πᾶσαν ὀσφὺν σάκκον, καὶ ἐπὶ πᾶσαν κεφαλὴν φαλάκρωμα· καὶ θήσομαι αὐτὸν ὡς πένθος ἀγαπητοῦ, καὶ τοὺς μετʼ αὐτοῦ ὡς ἡμέραν ὀδύνης.

Cross Reference data is from OpenBible.info, retrieved June 28, 2010, and licensed under a Creative Commons Attribution License.