Ezekiel 34:16 Cross References - Brenton_Greek

16 Τὸ ἀπολωλὸς ζητήσω, καὶ τὸ πλανώμενον ἐπιστρέψω, καὶ τὸ συντετριμμένον καταδήσω, καὶ τὸ ἐκλεῖπον ἐνισχύσω, καὶ τὸ ἰσχυρὸν φυλάξω, καὶ βοσκήσω αὐτὰ μετὰ κρίματος.

Deuteronomy 32:15

15 Καὶ ἔφαγεν Ἰακὼβ καὶ ἐνεπλήσθη, καὶ ἀπελάκτισεν ὁ ἠγαπημένος· ἐλιπάνθη, ἐπαχύνθη, ἐπλατύνθη, καὶ ἐγκατέλιπε τὸν Θεὸν τὸν ποιήσαντα αὐτὸν, καὶ ἀπέστη ἀπὸ Θεοῦ σωτῆρος αὐτοῦ.

Isaiah 5:17

17 Καὶ βοσκηθήσονται οἱ διηρπασμένοι ὡς ταῦροι, καὶ τὰς ἐρήμους τῶν ἀπειλημμένων ἄρνες φάγονται.

Isaiah 10:16

16 καὶ οὐχ οὕτως, ἀλλὰ ἀποστελεῖ Κύριος σαβαὼθ εἰς τὴν σὴν τιμὴν ἀτιμίαν, καὶ εἰς τὴν σὴν δόξαν πῦρ καιόμενον καυθήσεται.

Isaiah 40:11

11 Ὡς ποιμὴν ποιμανεῖ τὸ ποίμνιον αὐτοῦ, καὶ τῷ βραχίονι αὐτοῦ συνάξει ἄρνας, καὶ ἐν γαστρὶ ἐχούσας παρακαλέσει.

Isaiah 49:26

26 Καὶ φάγονται οἱ θλίψαντές σε τὰς σάρκας αὐτῶν, καὶ πίονται ὡς οἶνον νέον τὸ αἷμα αὐτῶν, καὶ μεθυσθήσονται· καὶ αἰσθανθήσεται πᾶσα σάρξ, ὅτι ἐγὼ Κύριος ὁ ῥυσάμενός σε, καὶ ἀντιλαμβανόμενος ἰσχύος Ἰακώβ.

Isaiah 61:1-3

1 Πνεῦμα Κυρίου ἐπʼ ἐμὲ, οὗ εἵνεκεν ἔχρισέ με· εὐαγγελίσασθαι πτωχοῖς ἀπέσταλκέ με, ἰάσασθαι τοὺς συντετριμένους τὴν καρδίαν, κηρύξαι αἰχμαλώτοις ἄφεσιν, καὶ τυφλοῖς ἀνάβλεψιν, 2 καλέσαι ἐνιαυτὸν Κυρίου δεκτὸν, καὶ ἡμέραν ἀνταποδόσεως, παρακαλέσαι πάντας τοὺς πενθοῦντας, 3 δοθῆναι τοῖς πενθοῦσι Σιὼν αὐτοῖς δόξαν ἀντὶ σποδοῦ, ἄλειμμα εὐφροσύνης τοῖς πενθοῦσι, κατὰ στολὴν δόξης ἀντὶ πνεύματος ἀκηδίας· καὶ κληθήσονται γενεαὶ δικαιοσύνης, φύτευμα Κυρίου εἰς δόξαν.

Jeremiah 9:15

15 Διατοῦτο τάδε λέγει Κύριος ὁ Θεὸς Ἰσραὴλ, ἰδοὺ ἐγὼ ψωμιῶ αὐτοὺς ἀνάγκας, καὶ ποτιῶ αὐτοὺς ὕδωρ χολῆς,

Jeremiah 10:24

24 Παίδευσον ἡμᾶς Κύριε, πλὴν ἐν κρίσει καὶ μὴ ἐν θυμῷ, ἵνα μὴ ὀλίγους ἡμᾶς ποιήσῃς.

Jeremiah 23:15

15 Διατοῦτο τάδε λέγει Κύριος, ἰδοὺ ἐγὼ ψωμιῶ αὐτοὺς ὀδύνην, καὶ ποτιῶ αὐτοὺς ὕδωρ πικρόν, ὅτι ἀπὸ τῶν προφητῶν Ἱερουσαλὴμ ἐξῆλθε μολυσμὸς πάσῃ τῇ γῇ.

Jeremiah 50:11

11 Ὅτι ηὐφραίνεσθε, καὶ κατεκαυχᾶσθε, διαρπάζοντες τὴν κληρονομίαν μου, διότι ἐσκιρτᾶτε, ὡς βοΐδια ἐν βοτάνῃ, καὶ ἐκερατίζετε ὡς ταῦροι.

Ezekiel 34:4

4 Τὸ ἠσθενηκὸς οὐκ ἐνισχύσατε, καὶ τὸ κακῶς ἔχον οὐκ ἐσωματοποιήσατε, καὶ τὸ συντετριμμένον οὐ κατεδήσατε, καὶ τὸ πλανώμενον οὐκ ἐπεστρέψατε, καὶ τὸ ἀπολωλὸς οὐκ ἐζητήσατε, καὶ τὸ ἰσχυρὸν κατηργάσασθε μόχθῳ.

Ezekiel 34:11

11 Διότι τάδε λέγει Κύριος Κύριος, ἰδοὺ ἐγὼ ἐκζητήσω τὰ πρόβατά μου, καὶ ἐπισκέψομαι αὐτά.

Ezekiel 39:18

18 Κρέα γιγάντων φάγεσθε, καὶ αἷμα ἀρχόντων τῆς γῆς πίεσθε· κριοὺς καὶ μόσχους καὶ τράγους, καὶ οἱ μόσχοι ἐστεατωμένοι πάντες.

Amos 4:1-3

1 Ἀκούσατε τὸν λόγον τοῦτον, δαμάλεις τῆς Βασανίτιδος, αἱ ἐν τῷ ὄρει τῆς Σαμαρείας, αἱ καταδυναστεύουσαι πτωχοὺς, καὶ καταπατοῦσαι πένητας, αἱ λέγουσαι τοῖς κυρίοις αὐτῶν, ἐπίδοτε ἡμῖν ὅπως πίωμεν.
2 Ὀμνύει Κύριος κατὰ τῶν ἁγίων αὐτοῦ, διότι ἰδοὺ ἡμέραι ἔρχονται ἐφʼ ὑμᾶς, καὶ λήψονται ὑμᾶς ἐν ὅπλοις, καὶ τοὺς μεθʼ ὑμῶν εἰς λέβητας ὑποκαιομένους ἐμβαλοῦσιν ἔμπυροι λοιμοὶ, 3 καὶ ἐξενεχθήσεσθε γυμναὶ κατέναντι ἀλλήλων, καὶ ἀποῤῥιφήσεσθε εἰς τὸ ὄρος τὸ Ῥεμμὰν, λέγει Κύριος.

Micah 4:6-7

6 Ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, λέγει Κύριος, συνάξω τὴν συντετριμμένην, καὶ τὴν ἐξωσμένην εἰσδέξομαι, καὶ οὓς ἀπωσάμην. 7 Καὶ θήσομαι τὴν συντετριμμένην εἰς ὑπόλειμμα, καὶ τὴν ἀπωσμένην εἰς ἔθνος δυνατόν· καὶ βασιλεύσει Κύριος ἐπʼ αὐτοὺς ἐν ὄρει Σιὼν ἀπὸ τοῦ νῦν καὶ ἕως εἰς τὸν αἰῶνα.

Micah 7:14

14 Ποίμανε λαόν σου ἐν ῥάβδῳ σου, πρόβατα κληρονομίας σου, κατασκηνοῦντας καθʼ ἑαυτοὺς δρυμὸν ἐν μέσῳ τοῦ Καρμήλου, νεμήσονται τὴν Βασανῖτιν, καὶ τὴν Γαλλαδῖτιν καθὼς αἱ ἡμέραι τοῦ αἰῶνος.

Cross Reference data is from OpenBible.info, retrieved June 28, 2010, and licensed under a Creative Commons Attribution License.