Ezekiel 12:18 Cross References - Brenton_Greek

18 υἱὲ ἀνθρώπου, τὸν ἄρτον σου μετὰ ὀδύνης φάγεσαι, καὶ τὸ ὕδωρ σου μετὰ βασάνου καὶ θλίψεως πίεσαι.

Leviticus 26:26

26 Ἐν τῷ θλῖψαι ὑμᾶς σιτοδείᾳ ἄρτων, καὶ πέψουσι δέκα γυναῖκες τοὺς ἄρτους ὑμῶν ἐν κλιβάνῳ ἑνί, καὶ ἀποδώσουσι τοὺς ἄρτους ὑμῶν ἐν σταθμῷ, καὶ φάγεσθε, καὶ οὐ μὴ ἐμπλησθῆτε.

Leviticus 26:36

36 Καὶ τοῖς καταλειφθεῖσιν ἐξ ὑμῶν ἐπάξω δουλείαν εἰς τὴν καρδίαν αὐτῶν ἐν τῇ γῇ τῶν ἐχθρῶν αὐτῶν· καί διώξεται αὐτοὺς φωνὴ φύλλου φερομένου, καὶ φεύξονται ὡς φεύγοντες ἀπὸ πολέμου, καὶ πεσοῦνται οὐδενὸς διώκοντος.

Deuteronomy 28:48

48 Καὶ λατρεύσεις τοῖς ἐχθροῖς σου, οὓς ἐξαποστελεῖ Κύριος ἐπὶ σέ, ἐν λιμῷ, καὶ ἐν δίψει, καὶ ἐν γυμνότητι, καὶ ἐν ἐκλείψει πάντων· καὶ ἐπιθήσῃ κλοιὸν σιδηροῦν ἐπὶ τὸν τράχηλόν σου, ἕως ἂν ἐξολοθρεύσῃ σε.

Deuteronomy 28:65

65 Ἀλλὰ καὶ ἐν τοῖς ἔθνεσιν ἐκείνοις οὐκ ἀναπαύσει σε, οὐδʼ οὐ μὴ γένηται στάσις τῷ ἴχνει τοῦ ποδός σου· καὶ δώσει σοι Κύριος ἐκεῖ καρδίαν ἑτέραν ἀπειθοῦσαν, καὶ ἐκλείποντας ὀφθαλμοὺς, καὶ τηκομένην ψυχήν.

Job 3:24

24 Πρὸ γὰρ τῶν σίτων μου στεναγμός ἥκει, δακρύω δὲ ἐγὼ συνεχόμενος φόβῳ.

Psalms 60:2-3

2 Συνέσεισας τὴν γῆν καὶ συνετάραξας αὐτὴν, ἴασαι τὰ συντρίμματα αὐτῆς, ὅτι ἐσαλεύθη. 3 Ἔδειξας τῷ λαῷ σου σκληρὰ, ἐπότισας ἡμᾶς οἶνον κατανύξεως.

Psalms 80:5

5 Ψωμιεῖς ἡμᾶς ἄρτον δακρύων, καὶ ποτιεῖς ἡμᾶς ἐν δάκρυσιν ἐν μέτρῳ.

Psalms 102:4-9

4 Ἐπλήγην ὡσεὶ χόρτος, καὶ ἐξηράνθη ἡ καρδία μου, ὅτι ἐπελαθόμην τοῦ φαγεῖν τὸν ἄρτον μου. 5 Ἀπὸ φωνῆς τοῦ στεναγμοῦ μου, ἐκολλήθη τὸ ὀστοῦν μου τῇ σαρκί μου. 6 Ὡμοιώθην πελεκᾶνι ἐρημικῷ, ἐγενήθην ὡσεὶ νυκτικόραξ ἐν οἰκοπέδῳ. 7 Ἠγρύπνησα, καὶ ἐγενόμην ὡςεὶ στρουθίον μονάζον ἐπὶ δώματι. 8 Ὅλην τὴν ἡμέραν ὠνείδιζόν με οἱ ἐχθροί μου, καὶ οἱ ἐπαινοῦντές με κατʼ ἐμοῦ ὤμνυον. 9 Ὅτι σποδὸν ὡσεὶ ἄρτον ἔφαγον, καὶ τὸ πόμα μου μετὰ κλαυθμοῦ ἐκίρνων,

Lamentations 5:9

9 Ἐν ταῖας ψυχαῖς ἡμῶν εἰσοίσομεν ἄρτον ἡμῶν, ἀπὸ προσώπου ῥομφαίας τῆς ἐρήμου.

Ezekiel 4:16-17

16 Καὶ εἶπε πρὸς μὲ, υἱὲ ἀνθρώπου, ἰδοὺ ἐγὼ συντρίβω στήριγμα ἄρτου ἐν Ἱερουσαλὴμ, καὶ φάγονται ἄρτον ἐν σταθμῷ καὶ ἐν ἐνδείᾳ, καὶ ὕδωρ ἐν μέτρῳ, καὶ ἐν ἀφανισμῷ πίονται· 17 ὅπως ἐνδεεῖς γένωνται ἄρτου καὶ ὕδατος· καὶ ἀφανισθήσεται ἄνθρωπος καὶ ἀδελφὸς αὐτοῦ, καὶ τακήσονται ἐν ταῖς ἀδικίαις αὐτῶν.

Ezekiel 23:33

33 Καὶ ἐκλύσεως πλησθήσῃ, καὶ τὸ ποτήριον ἀφανισμοῦ, ποτήριον ἀδελφῆς σου Σαμαρείας,

Cross Reference data is from OpenBible.info, retrieved June 28, 2010, and licensed under a Creative Commons Attribution License.