Exodus 28 Cross References - Brenton_Greek

1 Καὶ σὺ προσαγάγου πρὸς σεαυτὸν τόν τε Ἀαρὼν τὸν ἀδελφόν σου, καὶ τοὺς υἱοὺς αὐτοῦ, καὶ ἐκ τῶν υἱῶν Ἰσραὴλ, ἱερατεύειν μοι Ἀαρὼν, καὶ Ναδὰβ, καὶ Ἀβιοὺδ, καὶ Ἐλεάζαρ, καὶ Ἰθάμαρ, υἱοὺς Ἀαρών. 2 Καὶ ποιήσεις στολὴν ἁγίαν Ἀαρὼν τῷ ἀδελφῷ σου εἰς τιμὴν καὶ δόξαν. 3 Καὶ σὺ λάλησον πᾶσι τοῖς σοφοῖς τῇ διανοίᾳ, οὓς ἐνέπλησαν πνεύματος σοφίας καὶ αἰσθήσεως· καὶ ποιήσουσι τὴν στολὴν τὴν ἁγίαν Ἀαρὼν εἰς τὸ ἅγιον, ἐν ᾗ ἱερατεύσει μοι. 4 Καὶ αὗται αἱ στολαί, ἃς ποιήσουσι· τὸ περιστήθιον, καὶ τὴν ἐπωμίδα, καὶ τὸν ποδήρη, καὶ χιτῶνα κοσυμβωτὸν, καὶ κίδαριν, καὶ ζώνην· καὶ ποιήσουσι στολὰς ἁγίας Ἀαρὼν καὶ τοῖς υἱοῖς αὐτοῦ εἰς τὸ ἱερατεύειν μοι. 5 Καὶ αὐτοὶ λήψονται τὸ χρυσίον, καὶ τὸν ὑάκινθον, καὶ τὴν πορφύραν, καὶ τὸ κόκκινον, καὶ τὴν βύσσον. 6 Καὶ ποιήσουσι τὴν ἐπωμίδα ἐκ βύσσου κεκλωσμένης, ἔργον ὑφαντὸν ποικιλτοῦ. 7 Δύο ἐπωμίδες συνέχουσαι ἔσονται αὐτῷ ἑτέρα τὴν ἑτέραν, ἐπὶ τοῖς δυσὶ μέρεσιν ἐξηρτημέναι. 8 Καὶ τὸ ὕφασμα τῶν ἐπωμίδων ὅ ἐστιν ἐπʼ αὐτῷ, κατὰ τὴν ποίησιν ἐξ αὐτοῦ ἔσται ἐκ χρυσίου καθαροῦ, καὶ ὑακίνθου, καὶ πορφύρας, καὶ κοκκίνου διανενησμένου, καὶ βύσσου κεκλωσμένης. 9 Καὶ λήψῃ τοὺς δύο λίθους, λίθους σμαράγδου, καὶ γλύψεις ἐν αὐτοῖς τὰ ὀνόματα τῶν υἱῶν Ἰσραήλ. 10 Ἓξ ὀνόματα ἐπὶ τὸν λίθον τὸν ἕνα, καὶ τὰ ἓξ ὀνόματα τὰ λοιπὰ ἐπὶ τὸν λίθον τὸν δεύτερον κατὰ τὰς γενέσεις αὐτῶν. 11 Ἔργον λιθουργικῆς τέχνης· γλύμμα σφραγῖδος διαγλύψεις τοὺς δύο λίθους ἐπὶ τοῖς ὀνόμασι τῶν υἱῶν Ἰσραήλ. 12 Καὶ θήσεις τοὺς δύο λίθους ἐπὶ τῶν ὤμων τῆς ἐπωμίδος· λίθοι μνημοσύνου εἰσὶ τοῖς υἱοῖς Ἰσραήλ· καὶ ἀναλήψεται Ἀαρὼν τὰ ὀνόματα τῶν υἱῶν Ἰσραὴλ ἔναντι Κυρίου ἐπὶ τῶν δύο ὤμων αὐτοῦ, μνημόσυνον περὶ αὐτῶν. 13 Καὶ ποιήσεις ἀσπιδίσκας ἐκ χρυσίου καθαροῦ. 14 Καὶ ποιήσεις δύο κροσσωτὰ ἐκ χρυσίου καθαροῦ, καταμεμιγμένα ἐν ἄνθεσιν, ἔργον πλοκῆς· καὶ ἐπιθήσεις τὰ κροσσωτὰ τὰ πεπλεγμένα ἐπὶ τὰς ἀσπιδίσκας, κατὰ τὰς παρωμίδας αὐτῶν ἐκ τῶν ἐμπροσθίων.
15 Καὶ ποιήσεις λογεῖον τῶν κρίσεων, ἔργον ποικιλτοῦ· κατὰ τὸν ῥυθμὸν τῆς ἐπωμίδος ποιήσεις αὐτό ἐκ χρυσίου, καὶ ὑακίνθου, καὶ πορφύρας, καὶ κοκκίνου κεκλωσμένου, καὶ βύσσου κεκλωσμένης. 16 Ποιήσεις αὐτό τετράγωνον· ἔσται διπλοῦν, σπιθαμῆς τὸ μῆκος αὐτοῦ, καὶ σπιθαμῆς τὸ εὖρος. 17 Καὶ καθυφανεῖς ἐν αὐτῷ ὕφασμα κατάλιθον τετράστιχον· στίχος λίθων ἔσται, σάρδιον, τοπάζιον, καὶ σμάραγδος, ὁ στίχος ὁ εἷς. 18 Καὶ ὁ στίχος ὁ δεύτερος, ἄνθραξ, καὶ σάπφειρος, καὶ ἴασπις· 19 Καὶ ὁ στίχος ὁ τρίτος, λιγύριον, ἀχάτης, ἀμέθυστος· 20 Καὶ ὁ στίχος ὁ τέταρτος, χρυσόλιθος καὶ βηρύλλιον, καὶ ὀνύχιον, περικεκαλυμμένα χρυσίῳ, συνδεδεμένα ἐν χρυσίῳ· ἔστωσαν κατὰ στίχον αὐτῶν. 21 Καὶ οἱ λίθοι ἔστωσαν ἐκ τῶν ὀνομάτων τῶν υἱῶν Ἰσραὴλ δεκαδύο κατὰ τὰ ὀνόματα αὐτῶν· γλυφαὶ σφραγίδων, ἕκαστος κατὰ τὸ ὄνομα ἔστωσαν εἰς δεκαδύο φυλάς. 22 Καὶ ποιήσεις ἐπὶ τὸ λογεῖον κρωσσοὺς συμπεπλεγμένους, ἔργον ἁλυσιδωτὸν ἐκ χρυσίου καθαροῦ. 23 24 25 26 27 28 29 23 Καὶ λήψεται Ἀαρὼν τὰ ὀνόματα τῶν υἱῶν Ἰσραὴλ ἐπὶ τοῦ λογείου τῆς κρίσεως ἐπὶ τοῦ στήθους, εἰσιόντι εἰς τὸ ἅγιον μνημόσυνον ἐναντίον τοῦ Θεοῦ. 24 Καὶ θήσεις ἐπὶ τὸ λογεῖον τῆς κρίσεως τοὺς κρωσσούς· τὰ ἁλυσιδωτὰ ἐπʼ ἀμφοτέρων τῶν κλιτῶν τοῦ λογείου ἐπιθήσεις. 25 Καὶ τὰς δύο ἀσπιδίσκας ἐπιθήσεις ἐπʼ ἀμφοτέρους τοὺς ὤμους τῆς ἐπωμίδος κατὰ πρόσωπον. 30 26 Καὶ ἐπιθήσεις ἐπὶ τὸ λογεῖον τῆς κρίσεως τὴν δήλωσιν καὶ τὴν ἀλήθειαν· καὶ ἔσται ἐπὶ τοῦ στήθους Ἀαρών, ὅταν εἰσπορεύηται εἰς τὸ ἅγιον ἔναντι Κυρίου· καὶ οἴσει Ἀαρὼν τὰς κρίσεις τῶν υἱῶν Ἰσραὴλ ἐπὶ τοῦ στήθους ἔναντι Κυρίου διαπαντός. 31 27 Καὶ ποιήσεις ὑποδύτην ποδήρη ὅλον ὑακίνθινον. 32 28 Καὶ ἔσται τὸ περιστόμιον ἐξ αὐτοῦ μέσον, ὤαν ἔχον κύκλῳ τοῦ περιστομίου, ἔργον ὑφάντου, τὴν συμβολὴν συνυφασμένην ἐξ αὐτοῦ, ἵνα μὴ ῥαγῇ. 33 29 Καὶ ποιήσεις ὑπὸ τὸ λῶμα τοῦ ὑποδύτου κάτωθεν, ὡσεὶ ἐξανθούσης ῥόας ῥοΐσκους ἐξ ὑακίνθου, καὶ πορφύρας, καὶ κοκκίνου διανενησμένου, καὶ βύσσου κεκλωσμένης, ὑπὸ τοῦ λώματος τοῦ ὑποδύτου κύκλῳ· τὸ αὐτὸ εἶδος ῥοΐσκους χρυσοῦς, καὶ κώδωνας ἀναμέσον τούτων περικύκλῳ· 34 30 Παρὰ ῥοΐσκον χρυσοῦν δώδωνα, καὶ ἄνθινον ἐπὶ τοῦ λώματος τοῦ ὑποδύτου κύκλῳ. 35 31 Καὶ ἔσται Ἀαρὼν ἐν τῷ λειτουργεῖν ἀκουστὴ ἡ φωνὴ αὐτοῦ, εἰσιόντι εἰς τὸ ἅγιον ἔναντι Κυρίου, καὶ ἐξιόντι, ἵνα μὴ ἀποθάνῃ. 36 32 Καὶ ποιήσεις πέταλον χρυσοῦν καθαρὸν· καὶ ἐκτυπώσεις ἐν αὐτῷ ἐκτύπωμα σφραγῖδος, Ἁγίασμα Κυρίου. 37 33 Καὶ ἐπιθήσεις αὐτὸ ἐπὶ ὑακίνθου κεκλωσμένης· καὶ ἔσται ἐπί τῆς μίτρας, κατά πρόσωπον τῆς μίτρας ἔσται. 38 34 Καὶ ἔσται ἐπὶ τοῦ μετώπου Ἀαρών· καὶ ἐξαρεῖ Ἀαρὼν τὰ ἁμαρτήματα τῶν ἁγίων, ὅσα ἂν ἁγιάσωσιν οἱ υἱοὶ Ἰσραήλ παντὸς δόματος τῶν ἁγίων αὐτῶν· καὶ ἔσται ἐπὶ τοῦ μετώπου Ἀαρὼν διαπαντὸς, δεκτὸν αὐτοῖς ἔναντι Κυρίου.
39 35 Καὶ οἱ κοσυμβωτοὶ τῶν χιτώνων ἐκ βύσσου· καὶ ποιήσεις κίδαριν βυσσίνην· καὶ ζώνην ποιήσεις, ἔργον ποικιλτοῦ. 40 36 Καὶ τοῖς υἱοῖς Ἀαρὼν ποιήσεις χιτῶνας καὶ ζώνας, καὶ κιδάρεις ποιήσεις αὐτοῖς εἰς τιμὴν καὶ δόξαν. 41 37 Καὶ ἐνδύσεις αὐτὰ Ἀαρὼν τὸν ἀδελφόν σου, καὶ τοὺς υἱοὺς αὐτοῦ μετʼ αὐτοῦ· καὶ χρίσεις αὐτοὺς, καὶ ἐμπλήσεις αὐτῶν τὰς χεῖρας· καὶ ἁγιάσεις αὐτούς, ἵνα ἱερατεύωσί μοι. 42 38 Καὶ ποιήσεις αὐτοῖς περισκελῆ λινᾶ καλύψαι ἀσχημοσύνην χρωτὸς αὐτῶν, ἀπὸ ὀσφύος ἕως μηρῶν ἔσται. 43 39 Καὶ ἕξει Ἀαρὼν αὐτὰ καὶ οἱ υἱοὶ αὐτοῦ, ὅταν εἰσπορεύωνται εἰς τὴν σκηνὴν τοῦ μαρτυρίου, ἢ ὅταν προσπορεύωνται λειτουργεῖν πρὸς τὸ θυσιαστήριον τοῦ ἁγίου· καὶ οὐκ ἐπάξονται πρὸς ἑαυτοὺς ἁμαρτίαν, ἵνα μὴ ἀποθάνωσι· νόμιμον αἰώνιον αὐτῷ, καὶ τῷ σπέρματι αὐτοῦ μετʼ αὐτόν.

Exodus 6:23

23 Ἔλαβε δὲ Ἀαρὼν τὴν Ἐλισαβὲθ θυγατέρα Ἀμειναδὰβ, ἀδελφὴν Ναασσὼν, αὐτῷ γυναῖκα· καὶ ἔτεκεν αὐτῷ τόν τε Ναδὰβ, καὶ Ἀβιοὺδ, καὶ τὸν Ἐλεάζαρ, καὶ Ἰθάμαρ.

Exodus 24:1

1 Καὶ Μωυσῇ εἶπεν, ἀνάβηθι πρὸς τὸν Κύριον σὺ καὶ Ἀαρὼν, καὶ Ναδὰβ, καὶ Ἀβιοὺδ, καὶ ἑβδημήκοντα τῶν πρεσβυτέρων Ἰσραήλ· καὶ προσκυνήσουσι μακρόθεν τῷ Κυρίῳ.

Exodus 24:9

9 Καὶ ἀνέβη Μωυσῆς καὶ Ἀαρὼν, καὶ Ναδὰβ, καὶ Ἀβιοῦδ, καὶ ἑβδομήκοντα τῆς γερουσίας Ἰσραήλ.

Exodus 28:41

41 37 Καὶ ἐνδύσεις αὐτὰ Ἀαρὼν τὸν ἀδελφόν σου, καὶ τοὺς υἱοὺς αὐτοῦ μετʼ αὐτοῦ· καὶ χρίσεις αὐτοὺς, καὶ ἐμπλήσεις αὐτῶν τὰς χεῖρας· καὶ ἁγιάσεις αὐτούς, ἵνα ἱερατεύωσί μοι.

Exodus 29:1

1 Καὶ ταῦτά ἐστιν, ἃ ποιήσεις αὐτοῖς· ἁγιάσαι αὐτούς, ὥστε ἱερατεύειν μοι αὐτούς· λήψῃ μοσχάριον ἐκ βοῶν ἓν, καὶ κριοὺς ἀμώμους δύο,

Exodus 29:9

9 Καὶ ζώσεις αὐτοὺς ταῖς ζώναις, καὶ περιθήσεις αὐτοῖς τὰς κιδάρεις· καὶ ἔσται αὐτοῖς ἱερατεία μοι εἰς τὸν αἰῶνα· καὶ τελειώσεις Ἀαρὼν τὰς χεῖρας αὐτοῦ, καὶ τὰς χεῖρας τῶν υἱῶν αὐτοῦ.

Exodus 29:44

44 Καὶ ἁγιάσω τὴν σκηνὴν τοῦ μαρτυρίου, καὶ τὸ θυσιαστήριον· καὶ Ἀαρὼν καὶ τοὺς υἱοὺς αὐτοῦ ἁγιάσω, ἱερατεύειν μοι.

Exodus 30:30

30 Καὶ Ἀαρὼν καὶ τοὺς υἱοὺς αὐτοῦ χρίσεις, καὶ ἁγιάσεις αὐτοὺς ἱερατεύειν μοι.

Exodus 31:10

10 καὶ τὰς στολάς τὰς λειτουργικὰς Ἀαρὼν, καὶ τὰς στολὰς τῶν υἱῶν αὐτοῦ ἱερατεύειν μοι,

Exodus 35:19

19 18(19) καὶ τὰς στολὰς τὰς ἁγίας Ἀαρὼν τοῦ ἱερέως, καὶ τὰς στολάς ἐν αἷς λειτουργήσουσιν ἐν αὐταῖς, 19 καὶ τοὺς χιτῶνας τοῖς υἱοῖς Ἀαρὼν τῆς ἱερατείας, καὶ τὸ ἔλαιον τοῦ χρίσματος, καὶ τὸ θυμίαμα τῆς συνθέσεως.

Leviticus 8:2

2 λάβε Ἀαρὼν καὶ τοὺς υἱοὺς αὐτοῦ, καὶ τὰς στολὰς αὐτοῦ, καὶ τὸ ἔλαιον τῆς χρίσεως, καὶ τὸν μόσχον τὸν περὶ τῆς ἁμαρτίας, καὶ τοὺς δύο κριοὺς, καὶ τὸ κανοῦν τῶν ἀζύμων,

Leviticus 10:1

1 Καὶ λαβόντες οἱ δύο υἱοὶ Ἀαρὼν Ναδὰβ καὶ Ἀβιοὺδ, ἕκαστος τὸ πυρεῖον αὐτοῦ, ἐπέθηκαν ἐπʼ αὐτὸ πῦρ, καὶ ἐπέβαλον ἐπʼ αὐτὸ θυμίαμα, καὶ προσήνεγκαν ἔναντι Κυρίου πῦρ ἀλλότριον, ὃ οὐ προσέταξε Κύριος αὐτοῖς.

Leviticus 10:12

12 Καὶ εἶπε Μωυσῆς πρὸς Ἀαρὼν καὶ πρὸς Ἐλεάζαρ καὶ Ἰθάμαρ τοὺς υἱοὺς Ἀαρὼν τοὺς καταλειφθέντας, λάβετε τὴν θυσίαν τὴν καταλειφθεῖσαν ἀπὸ τῶν καρπωμάτων Κυρίου, καὶ φάγεσθε ἄζυμα παρὰ τὸ θυσιαστήριον· ἅγια ἁγίων ἐστί.

Numbers 2:4

4 Δύναμις αὐτοῦ οἱ ἐπεσκεμμένοι, τέσσαρες καὶ ἑβδομήκοντα χιλιάδες καὶ ἑξακόσιοι.

Numbers 16:9-11

9 Μὴ μικρόν ἐστι τοῦτο ὑμῖν, ὅτι διέστειλεν ὁ Θεὸς Ἰσραὴλ ὑμᾶς ἐκ συναγωγῆς Ἰσραὴλ, καὶ προσηγάγετο ὑμᾶς πρὸς ἑαυτὸν λειτουργεῖν τὰς λειτουργίας τῆς σκηνῆς Κυρίου, καὶ παρίστασθαι ἔναντι τῆς σκηνῆς λατρεύειν αὐτοῖς; 10 Καὶ προσηγάγετό σε καὶ πάντας τοὺς ἀδελφούς σου υἱοὺς Λευὶ μετὰ σοῦ, καὶ ζητεῖτε καὶ ἱερατεύειν; 11 Οὕτως σὺ καὶ πᾶσα ἡ συναγωγή σου ἡ συνηθροισμένη πρὸς τὸν Θεόν· καὶ Ἀαρὼν τίς ἐστιν, ὅτι διαγογγύζετε κατʼ αὐτοῦ;

Numbers 17:2-9

2 λάλησον τοῖς υἱοῖς Ἰσραὴλ, καὶ λάβε παρʼ αὐτῶν ῥάβδον, ῥάβδον κατʼ οἴκους πατριῶν παρὰ πάντων τῶν ἀρχόντων αὐτῶν, κατʼ οἴκους πατριῶν αὐτῶν, δώδεκα ῥάβδους, καὶ ἑκάστου τὸ ὄνομα αὐτοῦ ἐπίγραψον ἐπὶ τῆς ῥάβδου. 3 Καὶ τὸ ὄνομα Ἀαρὼν ἐπίγραψον ἐπὶ τῆς ῥάβδου Λευί· ἔστι γὰρ ῥάβδος μία· κατὰ φυλὴν οἴκου πατριῶν αὐτῶν δώσουσι.4 Καὶ θήσεις αὐτὰς ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου, κατέναντι τοῦ μαρτυρίου, ἐν οἷς γνωσθήσομαί σοι ἐκεῖ. 5 Καὶ ἔσται ὁ ἄνθρωπος ὃν ἂν ἐκλέξωμαι αὐτὸν, ἡ ῥάβδος αὐτοῦ ἐκβλαστήσει· καὶ περιελῶ ἀπʼ ἐμοῦ τὸν γογγυσμὸν υἱῶν Ἰσραήλ, ἃ αὐτοὶ γογγύζουσιν ἐφʼ ὑμῖν.
6 Καὶ ἐλάλησε Μωυσῆς τοῖς υἱοῖς Ἰσραήλ· καὶ ἔδωκαν αὐτῷ πάντες οἱ ἄρχοντες αὐτῶν ῥάβδον· τῷ ἄρχοντι τῷ ἑνὶ ῥάβδον κατʼ ἄρχοντα, κατʼ οἴκους πατριῶν αὐτῶν, δώδεκα ῥάβδους· καὶ ἡ ῥάβδος Ἀαρὼν ἀναμέσον τῶν ῥάβδων αὐτῶν. 7 Καὶ ἀπέθηκε Μωυσῆς τὰς ῥάβδους ἔναντι Κυρίου ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου. 8 Καὶ ἐγένετο τῇ ἐπαύριον, καὶ εἰσῆλθε Μωυσῆς καὶ Ἀαρὼν ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου· καὶ ἰδοὺ ἐβλάστησεν ἡ ῥάβδος Ἀαρὼν εἰς οἶκον Λευὶ, καὶ ἐξήνεγκε βλαστὸν, καὶ ἐξήνθησεν ἄνθη, καὶ ἐβλάστησε κάρυα. 9 Καὶ ἐξήνεγκε Μωυσῆς πάσας τὰς ῥάβδους ἀπὸ προσώπου Κυρίου πρὸς πάντας υἱοὺς Ἰσραήλ· καὶ εἶδον, καὶ ἔλαβον ἕκαστος τὴν ῥάβδον αὐτοῦ.

Numbers 18:7

7 Καὶ σὺ καὶ οἱ υἱοί σου μετὰ σοῦ διατηρήσετε τὴν ἱερατείαν ὑμῶν, κατὰ πάντα τρόπον τοῦ θυσιαστηρίου, καὶ τὸ ἔνδοθεν τοῦ καταπετάσματος· καὶ λειτουργήσετε τὰς λειτουργίας δόμα τῆς ἱερατείας ὑμῶν· καὶ ὁ ἀλλογενὴς ὁ προσπορευόμενος ἀποθανεῖται.

Numbers 26:61

61 Καὶ ἀπέθανε Ναδὰβ καὶ Ἀβιοὺδ ἐν τῷ προσφέρειν αὐτοὺς πῦρ ἀλλότριον ἔναντι Κυρίου ἐν τῇ ἐρήμῳ Σινᾷ.

Deuteronomy 10:6

6 Καὶ οἱ υἱοὶ Ἰσραὴλ ἀπῇραν ἐκ Βηρὼθ υἱῶν Ἰακὶμ Μισαδαΐ· ἐκεῖ ἀπέθανεν Ἀαρὼν, καὶ ἐτάφη ἐκεῖ, καὶ ἱεράτευσεν Ἐλεάζαρ υἱὸς αὐτοῦ ἀντʼ αὐτοῦ.

1 Chronicles 6:10

10 καὶ Ἰωανὰν ἐγέννησε τὸν Ἀζαρίαν, οὗτος ἱεράτευσεν ἐν τῷ οἴκῳ ᾧ ᾠκοδόμησε Σαλωμὼν ἐν Ἱερουσαλήμ·

1 Chronicles 24:1-4

1 Καὶ τοῖς υἱοὺς Ἀαρὼν διαιρέσεις Ναδὰβ, καὶ Ἀβιοὺδ, καὶ Ἐλεάζαρ, καὶ Ἰθάμαρ. 2 Καὶ ἀπέθανε Ναδὰβ καὶ Ἀβιοὺδ ἐναντίον τοῦ πατρὸς αὐτῶν, καὶ υἱοὶ οὐκ ἦσαν αὐτοῖς· καὶ ἱεράτευσεν Ἐλεάζαρ καὶ Ἰθάμαρ υἱοὶ Ἀαρών. 3 Καὶ διεῖλεν αὐτοὺς Δαυὶδ, καὶ Σαδὼκ ἐκ τῶν υἱῶν Ἐλεάζαρ, καὶ Ἀχιμέλεχ ἐκ τῶν υἱῶν Ἰθάμαρ, κατὰ τὴν ἐπίσκεψιν αὐτῶν, κατὰ τὴν λειτουργίαν αὐτῶν, κατʼ οἴκους πατριῶν αὐτῶν.
4 Καὶ εὑρέθησαν οἱ υἱοὶ Ἐλεάζαρ πλείους εἰς ἄρχοντας τῶν δυνατῶν παρὰ τοὺς υἱοὺς Ἰθάμαρ· καὶ διεῖλεν αὐτοὺς, τοῖς υἱοῖς Ἐλεάζαρ ἄρχοντας εἰς οἴκους πατριῶν ἑκκαίδεκα, καὶ τοῖς υἱοῖς Ἰθάμαρ κατʼ οἴκους πατριῶν ὀκτώ.

2 Chronicles 11:14

14 Ὅτι ἐγκατέλιπον οἱ Λευῖται τὰ σκηνώματα τῆς κατασχέσεως αὐτῶν, καὶ ἐπορεύθησαν πρὸς Ἰούδα εἰς Ἱερουσαλὴμ, ὅτι ἐξέβαλεν αὐτοὺς Ἱεροβοὰμ καὶ οἱ υἱοὶ αὐτοῦ μὴ λειτουργεῖν Κυρίῳ,

2 Chronicles 26:18-21

18 Καὶ ἔστησαν ἐπὶ Ὀζίαν τὸν βασιλέα, καὶ εἶπαν αὐτῷ, οὐ σοί, Ὀζία, θυμιάσαι τῷ Κυρίῳ, ἀλλʼ ἢ τοῖς ἱερεῦσιν υἱοῖς Ἀαρὼν τοῖς ἡγιασμένοις θυμι· ἔξελθε ἐκ τοῦ ἁγιάσματος, ὅτι ἀπέστης ἀπὸ Κυρίου· καὶ οὐκ ἔσται σοι τοῦτο εἰς δόξαν παρὰ Κυρίου Θεοῦ.
19 Καὶ ἐθυμώθη Ὀζίας, καὶ ἐν τῇ χειρὶ αὐτοῦ τὸ θυμιατήριον τοῦ θυμιάσαι ἐν τῷ ναῷ· καὶ ἐν τῷ θυμωθῆναι αὐτὸν πρὸς τοὺς ἱερεῖς, καὶ ἡ λέπρα ἀνέτειλεν ἐν τῷ μετώπῳ αὐτοῦ ἐναντίον τῶν ἱερέων ἐν οἴκῳ Κυρίου ἐπάνω τοῦ θυσιαστηρίου τῶν θυμιαμάτων. 20 Καὶ ἐπέστρεψε πρὸς αὐτὸν Ἀζαρίας ὁ ἱερεὺς ὁ πρῶτος, καὶ οἱ ἱερεῖς, καὶ ἰδοὺ αὐτὸς λεπρὸς ἐν τῷ μετώπῳ, καὶ κατέσπευσαν αὐτὸν ἐκεῖθεν, καὶ γὰρ αὐτὸς ἔσπευσεν ἐξελθεῖν, ὅτι ἤλεγξεν αὐτὸν Κύριος. 21 Καὶ Ὀζίας ὁ βασιλεὺς ἦν λεπρὸς ἕως ἡμέρας τῆς τελευτῆς αὐτοῦ, καὶ ἐν οἴκῳ ἀπφουσὼθ ἐκάθητο λεπρὸς, ὅτι ἀπεσχίσθη ἀπὸ οἴκου Κυρίου· καὶ Ἰωάθαν ὁ υἱὸς αὐτοῦ ἐπὶ τῆς βασιλείας αὐτοῦ κρίνων τὸν λαὸν τῆς γῆς.

Exodus 19:5-6

5 Καὶ νῦν ἐὰν ἀκοῇ ἀκούσητε τῆς ἐμῆς φωνῆς, καὶ φυλάξητε τὴν διαθήκην μου, ἔσεσθέ μοι λαὸς περιούσιος ἀπό πάντων τῶν ἐθνῶν· ἐμὴ γάρ ἐστι πᾶσα ἡ γῆ. 6 Ὑμεῖς δὲ ἔσεσθέ μοι βασίλειον ἱεράτευμα καὶ ἔθνος ἅγιον· ταῦτα τὰ ῥήματα ἐρεῖς τοῖς υἱοῖς Ἰσραήλ.

Exodus 28:40

40 36 Καὶ τοῖς υἱοῖς Ἀαρὼν ποιήσεις χιτῶνας καὶ ζώνας, καὶ κιδάρεις ποιήσεις αὐτοῖς εἰς τιμὴν καὶ δόξαν.

Exodus 29:5-9

5 Καὶ λαβὼν τὰς στολάς, ἐνδύσεις Ἀαρὼν τὸν ἀδελφόν σου καὶ τὸν χιτῶνα τὸν ποδήρη, καὶ τὴν ἐπωμίδα, καὶ τὸ λογεῖον· καὶ συνάψεις αὐτῷ τὸ λογεῖον πρὸς τὴν ἐπωμίδα. 6 Καὶ ἐπιθήσεις τὴν μίτραν ἐπὶ τὴν κεφαλὴν αὐτοῦ, καὶ ἐπιθήσεις τὸ πέταλον τὸ ἁγίασμα ἐπὶ τὴ μίτραν. 7 Καὶ λήψῃ τοῦ ἐλαίου τοῦ χρίσματος· καὶ ἐπιχεεῖς αὐτὸ ἐπὶ τὴν κεφαλὴν αὐτοῦ, καὶ χρίσεις αὐτόν. 8 Καὶ τοὺς υἱοὺς αὐτοῦ προσάξεις, καὶ ἐνδύσεις αὐτοὺς χιτῶνας. 9 Καὶ ζώσεις αὐτοὺς ταῖς ζώναις, καὶ περιθήσεις αὐτοῖς τὰς κιδάρεις· καὶ ἔσται αὐτοῖς ἱερατεία μοι εἰς τὸν αἰῶνα· καὶ τελειώσεις Ἀαρὼν τὰς χεῖρας αὐτοῦ, καὶ τὰς χεῖρας τῶν υἱῶν αὐτοῦ.

Exodus 29:29-30

29 Καὶ ἡ στολὴ τοῦ ἁγίου, ἥ ἐστιν Ἀαρὼν, ἔσται τοῖς υἱοῖς αὐτοῦ μετʼ αὐτὸν, χρισθῆναι αὐτοὺς ἐν αὐτοῖς, καὶ τελειῶσαι τὰς χεῖρας αὐτῶν. 30 Ἑπτὰ ἡμέρας ἐνδύσεται αὐτὰ ὁ ἱερεὺς ὁ ἀντʼ αὐτοῦ ἐκ τῶν υἱῶν αὐτοῦ, ὃς εἰσελεύσεται εἰς τὴν σκηνὴν τοῦ μαρτυρίου λειτουργεῖν ἐν τοῖς ἁγίοις.

Exodus 39:1-2

1 36:8(39:1) Καὶ ἐποίησε πᾶς σοφὸς ἐν τοῖς ἐργαζομένοις τὰς στολὰς τῶν ἁγίων, αἵ εἰσιν Ἀαρὼν τῷ ἱερεῖ, καθὰ συνέταξε Κύριος τῷ Μωυσῇ. 2 36:9(39:2) Καὶ ἐποίησε τὴν ἐπωμίδα ἐκ χρυσίου, καὶ ὑακίνθου, καὶ πορφύρας, καὶ κοκκίνου νενησμένου, καὶ βύσσου κεκλωσμένης·

Exodus 40:13

13 Καὶ ἐνδύσεις Ἀαρὼν τὰς στολὰς τὰς ἁγίας, καὶ χρίσεις αὐτὸν, καὶ ἁγιάσεις αὐτόν, καὶ ἱερατεύσει μοι.

Leviticus 8:7-9

7 Καὶ ἐνέδυσεν αὐτὸν τὸν χιτῶνα, καὶ ἔζωσεν αὐτὸν τὴν ζώνην, καὶ ἐνέδυσεν αὐτὸν τὸν ὑποδύτην, καὶ ἐπέθηκεν ἐπʼ αὐτὸν τὴν ἐπωμίδα Καὶ συνέζωσεν αὐτὸν κατὰ τὴν ποίησιν τῆς ἐπωμίδος, καὶ συνέσφιγξεν αὐτὸν ἐν αὐτῇ· 8  καὶ ἐπέθηκεν ἐπʼ αὐτὴν τὸ λογεῖον, καὶ ἐπέθηκεν ἐπὶ τὸ λογεῖον τὴν δήλωσιν καὶ τὴν ἀλήθειαν. 9 Καὶ ἐπέθηκε τὴν μίτραν ἐπὶ τὴν κεφαλὴν αὐτοῦ, καὶ ἐπέθηκεν ἐπὶ τὴν μίτραν κατὰ πρόσωπον αὐτοῦ τὸ πέταλον τὸ χρυσοῦν τὸ καθηγιασμένον ἅγιον, ὃν τρόπον συνέταξε Κύριος τῷ Μωυσῇ.

Leviticus 8:30

30 29 Καὶ ἔλαβε Μωυσῆς ἀπὸ τοῦ ἐλαίου τῆς χρίσεως, καὶ ἀπὸ τοῦ αἵματος τοῦ ἐπὶ τοῦ θυσιαστηρίου, καὶ προσέῤῥανεν ἐπὶ Ἀαρὼν, καὶ τὰς στολὰς αὐτοῦ, καὶ τοὺς υἱοὺς αὐτοῦ, καὶ τὰς στολὰς τῶν υἱῶν αὐτοῦ μετʼ αὐτοῦ. 30 Καὶ ἡγίασεν Ἀαρὼν, καὶ τὰς στολὰς αὐτοῦ, καὶ τούς υἱοὺς αὐτοῦ, καὶ τὰς στολὰς τῶν υἱῶν αὐτοῦ μετʼ αὐτοῦ.

Numbers 20:26-28

26 καὶ ἔκδυσον Ἀαρὼν τὴν στολὴν αὐτοῦ, καὶ ἔνδυσον Ἐλεάζαρ τὸν υἱὸν αὐτοῦ· καὶ Ἀαρὼν προστεθεὶς ἀποθανέτω ἐκεῖ. 27 Καὶ ἐποίησε Μωυσῆς καθὰ συνέταξε Κύριος αὐτῷ, καὶ ἀνεβίβασεν αὐτὸν εἰς Ὢρ τὸ ὄρος, ἐναντίον πάσης τῆς συναγωγῆς 28 καὶ ἐξέδυσε τὸν Ἀαρὼν τὰ ἱμάτια αὐτοῦ, καὶ ἐνέδυσεν αὐτὰ Ἐλεάζαρ τὸν υἱὸν αὐτοῦ· καὶ ἀπέθανεν Ἀαρὼν ἐπὶ τῆς κορυφῆς τοῦ ὄρους, καὶ κατέβη Μωυσῆς καὶ Ἐλεάζαρ ἐκ τοῦ ὄρους.

Numbers 27:20-21

20 καὶ δώσεις τῆς δόξης σου ἐπʼ αὐτὸν, ὅπως ἂν εἰσακούσωσιν αὐτοῦ οἱ υἱοὶ Ἰσραήλ. 21 Καὶ ἔναντι Ἐλεάζαρ τοῦ ἱερέως στήσεται, καὶ ἐπερωτήσουσιν αὐτὸν τὴν κρίσιν τῶν δήλων ἔναντι Κυρίου· ἐπὶ τῷ στόματι αὐτοῦ ἐξελεύσονται, καὶ ἐπὶ τῷ στόματι αὐτοῦ εἰσελεύσονται αὐτὸς καὶ οἱ υἱοὶ Ἰσραὴλ ὁμοθυμαδὸν, καὶ πᾶσα ἡ συναγωγή.

Job 40:10

10 Ἀνάλαβε δὴ ὕψος καὶ δύναμιν, δόξαν δὲ καὶ τιμὴν ἀμφίασαι.

Psalms 90:16-17

16 Καὶ ἴδε ἐπὶ τοὺς δούλους σου καὶ ἐπὶ τὰ ἔργα σου καὶ ὁδήγησον τοὺς υἱοὺς αὐτῶν. 17 Καὶ ἔστω ἡ λαμπρότης Κυρίου τοῦ Θεοῦ ἡμῶν ἐφʼ ἡμᾶς, καὶ τὰ ἔργα τῶν χειρῶν ἡμῶν κατεύθυνον ἐφʼ ἡμᾶς.

Psalms 96:6

6 Ἐξομολόγησις καὶ ὡραιότης ἐνώπιον αὐτοῦ, ἁγιωσύνη καὶ μεγαλοπρέπεια ἐν τῷ ἁγιάσματι αὐτοῦ.

Psalms 132:9

9 Οἱ ἱερεῖς σου ἐνδύσονται δικαιοσύνην, καὶ οἱ ὅσιοί σου ἀγαλλιάσονται.

Psalms 132:16

16 Τοὺς ἱερεῖς αὐτῆς ἐνδύσω σωτηρίαν, καὶ οἱ ὅσιοι αὐτῆς ἀγαλλιάσει ἀγαλλιάσονται.

Psalms 149:4

4 Ὅτι εὐδοκεῖ Κύριος ἐν τῷ λαῷ αὐτοῦ, καὶ ὑψώσει πραεῖς ἐν σωτηρίᾳ.

Isaiah 4:2

2 Τῇ δὲ ἡμέρᾳ ἐκείνῃ ἐπιλάμψει ὁ Θεὸς ἐν βουλῇ μετὰ δόξης ἐπὶ τῆς γῆς, τοῦ ὑψῶσαι καὶ δοξάσαι τὸ καταλειφθὲν τοῦ Ἰσραήλ.

Isaiah 61:3

3 δοθῆναι τοῖς πενθοῦσι Σιὼν αὐτοῖς δόξαν ἀντὶ σποδοῦ, ἄλειμμα εὐφροσύνης τοῖς πενθοῦσι, κατὰ στολὴν δόξης ἀντὶ πνεύματος ἀκηδίας· καὶ κληθήσονται γενεαὶ δικαιοσύνης, φύτευμα Κυρίου εἰς δόξαν.

Isaiah 61:10

10 καὶ εὐφροσύνῃ εὐφρανθήσονται ἐπὶ Κύριον.
Ἀγαλλιάσθω ἡ ψυχή μου ἐπὶ τῷ Κυρίῳ, ἐνέδυσε γάρ με ἱμάτιον σωτηρίου, καὶ χιτῶνα εὐφροσύνης, ὡς νυμφίῳ περιέθηκέ μοι μίτραν, καὶ ὡς νύμφην κατεκόσμησέ με κόσμῳ.

Isaiah 64:6

6 καὶ ἐγενήθημεν ὡς ἀκάθαρτοι πάντες ἡμεῖς, ὡς ῥάκος ἀποκαθημένης πᾶσα ἡ δικαιοσύνη ἡμῶν· καὶ ἐξεῤῥύημεν ὡς φύλλα διὰ τὰς ἀνομίας ἡμῶν· οὕτως ἄνεμος οἴσει ἡμᾶς.

Jeremiah 9:23-24

23 Τάδε λέγει Κύριος, μὴ καυχάσθω ὁ σοφὸς ἐν τῇ σοφίᾳ αὐτοῦ, καὶ μὴ καυχάσθω ὁ ἰσχυρὸς ἐν τῇ ἰσχύϊ αὐτοῦ, καὶ μὴ καυχάσθω ὁ πλούσιος ἐν τῷ πλούτῳ αὐτοῦ, 24 ἀλλʼ ἢ ἐν τούτῳ καυχάσθω ὁ καυχώμενος, συνίειν καὶ γινώσκεν, ὅτι ἐγώ εἰμι Κύριος ὁ ποιῶν ἔλεος καὶ κρίμα καὶ δικαιοσύνην ἐπὶ τῆς γῆς, ὅτι ἐν τούτοις τὸ θέλημά μου, λέγει Κύριος.

Zechariah 3:3-4

3 Καὶ Ἰησοῦς ἦν ἐνδεδυμένος ἱμάτια ῥυπαρὰ, καὶ εἱστήκει πρὸ προσώπου τοῦ ἀγγέλου. 4 Καὶ ἀπεκρίθη καὶ εἶπε πρὸς τοὺς ἑστηκότας πρὸ προσώπου αὐτοῦ, λέγων, ἀφέλετε τὰ ἱμάτια τὰ ῥυπαρὰ ἀπʼ αὐτοῦ· καὶ εἶπε πρὸς αὐτὸν, ἰδοὺ ἀφῄρηκα τὰς ἀνομίας σου· καὶ ἐνδύσατε αὐτὸν ποδήρη,

Exodus 31:3-6

3 Καὶ ἐνέπλησα αὐτὸν πνεῦμα θεῖον σοφίας καὶ συνέσεως καὶ ἐπιστήμης, ἐν παντὶ ἔργῳ διανοεῖσθαι, 4 καὶ ἀρχιτεκτονῆσαι, ἐργάζεσθαι τὸ χρυσίον, καὶ τὸ ἀργύριον, καὶ τὸν χαλκὸν, καὶ τὴν ὑάκινθον, καὶ τὴν πορφύραν, καὶ τὸ κόκκινον τὸ νηστὸν, 5 καὶ τὰ λιθουργικὰ, καὶ εἰς τὰ ἔργα τὰ τεκτονικὰ τῶν ξύλων, ἐργάζεσθαι κατὰ πάντα τὰ ἔργα. 6 Καὶ ἐγὼ ἔδωκα αὐτὸν καὶ τὸν Ἐλιὰβ τὸν τοῦ Ἀχισαμὰχ ἐκ φυλῆς Δὰν· καὶ παντὶ συνετῷ καρδίᾳ δέδωκα σύνεσιν· καὶ ποιήσουσι πάντα ὅσα συνέταξά σοι,

Exodus 35:25

25 Καὶ πᾶσα γυνὴ σοφὴ τῇ διανοίᾳ ταῖς χερσὶ νήθειν, ἤνεγκαν νενησμένα, τὴν ὑάκινθον, καὶ τὴν πορφύραν, καὶ τὸ κόκκινον, καὶ τὴν βύσσον·

Exodus 35:30

30 Καὶ εἶπε Μωυσῆς τοῖς υἱοῖς Ἰσραήλ, ἰδοὺ ἀνακέκληκεν ὁ Θεὸς ἐξ ὀνόματος τὸν Βεσελεὴλ τὸν τοῦ Οὐρίου τὸν Ὤρ, ἐκ τῆς φυλῆς Ἰούδα,

Exodus 35:35-36:2

35 Καὶ ἐνέπλησεν αὐτοὺς σοφίας, συνέσεως, διανοίας, πάντα συνιέναι ποιῆσαι τὰ ἔργα τοῦ ἁγίου, καὶ τὰ ὑφαντὰ καὶ ποικιλτὰ ὑφᾶναι τῷ κοκκίνῳ, καὶ τῇ βύσσῳ, ποιεῖν πᾶν ἔργον ἀρχιτεκτονίας, ποικιλίας.

Deuteronomy 34:9

9 Καὶ Ἰησοῦς υἱὸς Ναυὴ ἐνεπλήσθη πνεύματος συνέσεως, ἐπέθηκε γὰρ Μωυσῆς τὰς χεῖρας αὐτοῦ ἐπʼ αὐτόν· καὶ εἰσήκουσαν αὐτοῦ οἱ υἱοὶ Ἰσραήλ· καὶ ἐποίησαν καθότι ἐνετείλατο Κύριος τῷ Μωυσῇ.

Proverbs 2:6

6 Ὅτι Κύριος δίδωσι σοφίαν, καὶ ἀπὸ προσώπου αὐτοῦ γνῶσις καὶ σύνεσις.

Isaiah 11:2

2 καὶ ἀναπαύσεται ἐπʼ αὐτὸν πνεῦμα τοῦ Θεοῦ, πνεῦμα σοφίας καὶ συνέσεως, πνεῦμα βουλῆς καὶ ἰσχύος, πνεῦμα γνώσεως καὶ εὐσεβείας

Isaiah 28:24-26

24 Μὴ ὅλην τὴν ἡμέραν ἀροτριάσει ὁ ἀροτριῶν; ἢ σπόρον προετοιμάσει, πρὶν ἐργάσασθαι τὴν γῆν; 25 Οὐχ ὅταν ὁμαλίσῃ τὸ πρόσωπον αὐτῆς, τότε σπείρει μικρὸν μελάνθιον ἢ κύμινον, καὶ πάλιν σπείρει πυρὸν, καὶ κριθὴν, καὶ κέγχρον, καὶ ζέαν ἐν τοῖς ὁρίοις σου; 26 Καὶ παιδευθήσῃ κρίματι Θεοῦ σου, καὶ εὐφρανθήσῃ.

Exodus 28:6-35

6 Καὶ ποιήσουσι τὴν ἐπωμίδα ἐκ βύσσου κεκλωσμένης, ἔργον ὑφαντὸν ποικιλτοῦ. 7 Δύο ἐπωμίδες συνέχουσαι ἔσονται αὐτῷ ἑτέρα τὴν ἑτέραν, ἐπὶ τοῖς δυσὶ μέρεσιν ἐξηρτημέναι. 8 Καὶ τὸ ὕφασμα τῶν ἐπωμίδων ὅ ἐστιν ἐπʼ αὐτῷ, κατὰ τὴν ποίησιν ἐξ αὐτοῦ ἔσται ἐκ χρυσίου καθαροῦ, καὶ ὑακίνθου, καὶ πορφύρας, καὶ κοκκίνου διανενησμένου, καὶ βύσσου κεκλωσμένης. 9 Καὶ λήψῃ τοὺς δύο λίθους, λίθους σμαράγδου, καὶ γλύψεις ἐν αὐτοῖς τὰ ὀνόματα τῶν υἱῶν Ἰσραήλ. 10 Ἓξ ὀνόματα ἐπὶ τὸν λίθον τὸν ἕνα, καὶ τὰ ἓξ ὀνόματα τὰ λοιπὰ ἐπὶ τὸν λίθον τὸν δεύτερον κατὰ τὰς γενέσεις αὐτῶν. 11 Ἔργον λιθουργικῆς τέχνης· γλύμμα σφραγῖδος διαγλύψεις τοὺς δύο λίθους ἐπὶ τοῖς ὀνόμασι τῶν υἱῶν Ἰσραήλ. 12 Καὶ θήσεις τοὺς δύο λίθους ἐπὶ τῶν ὤμων τῆς ἐπωμίδος· λίθοι μνημοσύνου εἰσὶ τοῖς υἱοῖς Ἰσραήλ· καὶ ἀναλήψεται Ἀαρὼν τὰ ὀνόματα τῶν υἱῶν Ἰσραὴλ ἔναντι Κυρίου ἐπὶ τῶν δύο ὤμων αὐτοῦ, μνημόσυνον περὶ αὐτῶν. 13 Καὶ ποιήσεις ἀσπιδίσκας ἐκ χρυσίου καθαροῦ. 14 Καὶ ποιήσεις δύο κροσσωτὰ ἐκ χρυσίου καθαροῦ, καταμεμιγμένα ἐν ἄνθεσιν, ἔργον πλοκῆς· καὶ ἐπιθήσεις τὰ κροσσωτὰ τὰ πεπλεγμένα ἐπὶ τὰς ἀσπιδίσκας, κατὰ τὰς παρωμίδας αὐτῶν ἐκ τῶν ἐμπροσθίων.
15 Καὶ ποιήσεις λογεῖον τῶν κρίσεων, ἔργον ποικιλτοῦ· κατὰ τὸν ῥυθμὸν τῆς ἐπωμίδος ποιήσεις αὐτό ἐκ χρυσίου, καὶ ὑακίνθου, καὶ πορφύρας, καὶ κοκκίνου κεκλωσμένου, καὶ βύσσου κεκλωσμένης. 16 Ποιήσεις αὐτό τετράγωνον· ἔσται διπλοῦν, σπιθαμῆς τὸ μῆκος αὐτοῦ, καὶ σπιθαμῆς τὸ εὖρος. 17 Καὶ καθυφανεῖς ἐν αὐτῷ ὕφασμα κατάλιθον τετράστιχον· στίχος λίθων ἔσται, σάρδιον, τοπάζιον, καὶ σμάραγδος, ὁ στίχος ὁ εἷς. 18 Καὶ ὁ στίχος ὁ δεύτερος, ἄνθραξ, καὶ σάπφειρος, καὶ ἴασπις· 19 Καὶ ὁ στίχος ὁ τρίτος, λιγύριον, ἀχάτης, ἀμέθυστος· 20 Καὶ ὁ στίχος ὁ τέταρτος, χρυσόλιθος καὶ βηρύλλιον, καὶ ὀνύχιον, περικεκαλυμμένα χρυσίῳ, συνδεδεμένα ἐν χρυσίῳ· ἔστωσαν κατὰ στίχον αὐτῶν. 21 Καὶ οἱ λίθοι ἔστωσαν ἐκ τῶν ὀνομάτων τῶν υἱῶν Ἰσραὴλ δεκαδύο κατὰ τὰ ὀνόματα αὐτῶν· γλυφαὶ σφραγίδων, ἕκαστος κατὰ τὸ ὄνομα ἔστωσαν εἰς δεκαδύο φυλάς. 22 Καὶ ποιήσεις ἐπὶ τὸ λογεῖον κρωσσοὺς συμπεπλεγμένους, ἔργον ἁλυσιδωτὸν ἐκ χρυσίου καθαροῦ. 23 24 25 26 27 28 29 23 Καὶ λήψεται Ἀαρὼν τὰ ὀνόματα τῶν υἱῶν Ἰσραὴλ ἐπὶ τοῦ λογείου τῆς κρίσεως ἐπὶ τοῦ στήθους, εἰσιόντι εἰς τὸ ἅγιον μνημόσυνον ἐναντίον τοῦ Θεοῦ. 24 Καὶ θήσεις ἐπὶ τὸ λογεῖον τῆς κρίσεως τοὺς κρωσσούς· τὰ ἁλυσιδωτὰ ἐπʼ ἀμφοτέρων τῶν κλιτῶν τοῦ λογείου ἐπιθήσεις. 25 Καὶ τὰς δύο ἀσπιδίσκας ἐπιθήσεις ἐπʼ ἀμφοτέρους τοὺς ὤμους τῆς ἐπωμίδος κατὰ πρόσωπον. 30 26 Καὶ ἐπιθήσεις ἐπὶ τὸ λογεῖον τῆς κρίσεως τὴν δήλωσιν καὶ τὴν ἀλήθειαν· καὶ ἔσται ἐπὶ τοῦ στήθους Ἀαρών, ὅταν εἰσπορεύηται εἰς τὸ ἅγιον ἔναντι Κυρίου· καὶ οἴσει Ἀαρὼν τὰς κρίσεις τῶν υἱῶν Ἰσραὴλ ἐπὶ τοῦ στήθους ἔναντι Κυρίου διαπαντός. 31 27 Καὶ ποιήσεις ὑποδύτην ποδήρη ὅλον ὑακίνθινον. 32 28 Καὶ ἔσται τὸ περιστόμιον ἐξ αὐτοῦ μέσον, ὤαν ἔχον κύκλῳ τοῦ περιστομίου, ἔργον ὑφάντου, τὴν συμβολὴν συνυφασμένην ἐξ αὐτοῦ, ἵνα μὴ ῥαγῇ. 33 29 Καὶ ποιήσεις ὑπὸ τὸ λῶμα τοῦ ὑποδύτου κάτωθεν, ὡσεὶ ἐξανθούσης ῥόας ῥοΐσκους ἐξ ὑακίνθου, καὶ πορφύρας, καὶ κοκκίνου διανενησμένου, καὶ βύσσου κεκλωσμένης, ὑπὸ τοῦ λώματος τοῦ ὑποδύτου κύκλῳ· τὸ αὐτὸ εἶδος ῥοΐσκους χρυσοῦς, καὶ κώδωνας ἀναμέσον τούτων περικύκλῳ· 34 30 Παρὰ ῥοΐσκον χρυσοῦν δώδωνα, καὶ ἄνθινον ἐπὶ τοῦ λώματος τοῦ ὑποδύτου κύκλῳ. 35 31 Καὶ ἔσται Ἀαρὼν ἐν τῷ λειτουργεῖν ἀκουστὴ ἡ φωνὴ αὐτοῦ, εἰσιόντι εἰς τὸ ἅγιον ἔναντι Κυρίου, καὶ ἐξιόντι, ἵνα μὴ ἀποθάνῃ.

Exodus 28:39-40

39 35 Καὶ οἱ κοσυμβωτοὶ τῶν χιτώνων ἐκ βύσσου· καὶ ποιήσεις κίδαριν βυσσίνην· καὶ ζώνην ποιήσεις, ἔργον ποικιλτοῦ. 40 36 Καὶ τοῖς υἱοῖς Ἀαρὼν ποιήσεις χιτῶνας καὶ ζώνας, καὶ κιδάρεις ποιήσεις αὐτοῖς εἰς τιμὴν καὶ δόξαν.

Exodus 39:2-5

2 36:9(39:2) Καὶ ἐποίησε τὴν ἐπωμίδα ἐκ χρυσίου, καὶ ὑακίνθου, καὶ πορφύρας, καὶ κοκκίνου νενησμένου, καὶ βύσσου κεκλωσμένης· 3 36:10(39:3) καὶ ἐτμήθη τὰ πέταλα τοῦ χρυσίου τρίχες, ὥστε συνυφᾶναι σὺν τῇ ὑακίνθῳ, καὶ τῇ πορφύρᾳ, καὶ σὺν τῷ κοκκίνῳ τῷ διανενησμένῳ, καὶ τῇ βύσσῳ τῇ κεκλωσμένῃ· ἔργον ὑφαντὸν ἐποίησαν αὐτό· 4 36:1(39:4)1 ἐπωμίδας συνεχούσας ἐξ ἀμφοτέρων τῶν μερῶν, ἔργον ὑφαντὸν εἰς ἄλληλα συμπεπλεγμένον καθʼ ἑαυτό. 5 36:12(39:5) Ἐξ αὐτοῦ ἐποίησαν κατὰ τὴν αὐτοῦ ποίησιν, ἐκ χρυσίου, καὶ ὑακίνθου, καὶ πορφύρας, καὶ κοκκίνου διανενησμένου, καὶ βύσσου κεκλωσμένης, καθὰ συνέταξε Κύριος τῷ Μωυσῇ·

Exodus 39:8-22

8 36:15(39:8) Καὶ ἐποίησαν λογεῖον, ἔργον ὑφαντὸν ποικιλίᾳ κατὰ τὸ ἔργον τῆς ἐπωμίδος, ἐκ χρυσίου, καὶ ὑακίνθου, καὶ πορφύρας, καὶ κοκκίνου διανενησμένου, καὶ βύσσου κεκλωσμένης· 9 36:16(39:9) τετράγωνον διπλοῦν ἐποίησαν τὸ λογεῖον· σπιθαμῆς τὸ μῆκος, καὶ σπιθαμῆς τὸ εὖρος διπλοῦν. 10 36:17(39:10) Καὶ συνυφάνθη ἐν αὐτῷ ὕφασμα κατάλιθον τετράστιχον· στίχος λίθων, σάρδιον καὶ τοπάζιον καὶ σμάραγδος, ὁ στίχος ὁ εἷς· 11 36:18(39:11) καὶ ὁ στίχος ὁ δεύτερος, ἄνθραξ καὶ σάπφειρος καὶ ἴασπις· 12 36:19(39:12) καὶ ὁ στίχος ὁ τρίτος, λιγύριον καὶ ἀχάτης καὶ ἀμέθυστος· 13 36:20(39:13) καὶ ὁ στίχος ὁ τέταρτος, χρυσόλιθος καὶ βηρύλλιον καὶ ὀνύχιον περικεκυκλωμένα χρυσίῳ, καὶ συνδεδεμένα χρυσίῳ. 14 36:21(39:14) Καὶ οἱ λίθοι ἦσαν ἐκ τῶν ὀνομάτων τῶν υἱῶν Ἰσραὴλ δώδεκα, ἐκ τῶν ὀνομάτων αὐτῶν ἐγγεγλυμμένα εἰς σφραγῖδας, ἕκαστος ἐκ τοῦ ἑαυτοῦ ὀνόματος εἰς τὰς δώδεκα φυλάς. 15 36:22(39:15) Καὶ ἐποίησαν ἐπὶ τὸ λογεῖον κρωσσοὺς συμπεπλεγμένους, ἔργον ἐμπλοκίου, ἐκ χρυσίου καθαροῦ. 16 36:23(39:16a) Καὶ ἐποίησαν δύο ἀσπιδίσκας χρυσᾶς, καὶ δύο δακτυλίους χρυσοῦς· 36:24(39:16b) καὶ ἐπέθηκαν τοὺς δύο δακτυλίους τοὺς χρυσοῦς ἐπʼ ἀμφοτέρας τὰς ἀρχάς τοῦ λογείου. 17 36:25(39:17) Καὶ ἐπέθηκαν τὰ ἐμπλόκια ἐκ χρυσίου ἐπὶ τοὺς δακτυλίους ἐπʼ ἀμφοτέρων τῶν μερῶν τοῦ λογείου· καὶ εἰς τὰς δύο συμβολάς τὰ δύο ἐμπλόκια. 18 36:26(39:18) Καὶ ἐπέθηκαν ἐπὶ τὰς δύο ἀσπιδίσκας· καὶ ἐπέθηκαν ἐπὶ τοὺς ὤμους τῆς ἐπωμίδος ἐξεναντίας κατὰ πρόσωπον. 19 36:27(39:19) Καὶ ἐποίησαν δύο δακτυλίους χρυσοῦς, καὶ ἐπέθηκαν ἐπὶ τὰ δύο πτερύγια ἐπʼ ἄκρου τοῦ λογείου, καὶ ἐπὶ τὸ ἄκρον τοῦ ὀπισθίου τῆς ἐπωμίδος ἔσωθεν· 20 36:28(39:20) Καὶ ἐποίησαν δύο δακτυλίους χρυσοῦς, καὶ ἐπέθηκαν ἐπʼ ἀμφοτέρους τοὺς ὤμους τῆς ἐπωμίδος κάτωθεν αὐτοῦ, κατὰ πρόσωπον κατὰ τὴν συμβολὴν ἄνωθεν τῆς συνυφῆς τῆς ἐπωμίδος· 21 36:29(39:21) καὶ συνέσφιγξε τὸ λογεῖον ἀπὸ τῶν δακτυλίων τῶν ἐπʼ αὐτοῦ εἰς τοὺς δακτυλίους τῆς ἐπωμίδος, συνεχομένους ἐκ τῆς ὑακίνθου, συμπεπλεγμένους εἰς τὸ ὕφασμα τῆς ἐπωμίδος, ἵνα μὴ χαλᾶται τὸ λογεῖον ἀπὸ τῆς ἐπωμίδος, καθὰ συνέταξε Κύριος τῷ Μωυσῇ. 22 36:30(39:22) Καὶ ἐποίησαν τὸν ὑποδύτην ὑπὸ τὴν ἐπωμίδα, ἔργον ὑφαντόν, ὅλον ὑακίνθινον·

Exodus 39:25-26

25 36:33(39:25) Καὶ ἐποίησαν κώδωνας χρυσοῦς, καὶ ἐπέθηκαν τοὺς κώδωνας ἐπὶ τὸ λῶμα τοῦ ὑποδύτου κύκλῳ ἀνὰ μέσον τῶν ῥοΐσκων· 26 36:34(39:26) κώδων χρυσοῦς καὶ ῥοΐσκος ἐπὶ τοῦ λώματος τοῦ ὑποδύτου κύκλῳ, εἰς τὸ λειτουργεῖν, καθὰ συνέταξε Κύριος τῷ Μωυσῇ.

Exodus 39:28

28 36:36(39:28) καὶ τὰς κιδάρεις ἐκ βύσσου, καὶ τὴν μίτραν ἐκ βύσσου, καὶ τὰ περισκελῆ ἐκ βύσσου κεκλωσμένης,

1 Samuel 2:18

18 Καὶ Σαμουὴλ ἦν λειτουργῶν ἐνώπιον Κυρίου, παιδάριον περιεζωσμένον ἐφοὺδ βάρ.

1 Samuel 22:18

18 Καὶ εἶπεν ὁ βασιλεὺς τῷ Δωὴκ, ἐπιστρέφου σὺ, καὶ ἀπάντα εἰς τοὺς ἱερεῖς· καὶ ἐπεστράφη Δωὴκ ὁ Σύρος, καὶ ἐθανάτωσε τοὺς ἱερεῖς τοῦ Κυρίου ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, τριακοσίους καὶ πέντε ἄνδρας, πάντας αἴροντας ἐφούδ.

1 Samuel 23:6

6 Καὶ ἐγένετο ἐν τῷ φεύγειν Ἀβιάθαρ υἱὸν Ἀβιμέλεχ πρὸς Δαυὶδ, καὶ αὐτὸς μετὰ Δαυὶδ εἰς Κεϊλὰ κατέβη ἔχων ἐφοὺδ ἐν τῇ χειρὶ αὐτοῦ.

1 Samuel 30:7

7 Καὶ εἶπε Δαυὶδ πρὸς Ἀβιάθαρ τὸν ἱερέα υἱὸν Ἀβιμέλεχ, προσάγαγε τὸ ἐφούδ.

2 Samuel 6:14

14 Καὶ Δαυὶδ ἀνεκρούετο ἐν ὀργάνοις ἡρμοσμένοις ἐνώπιον Κυρίου, καὶ ὁ Δαυὶδ ἐνδεδυκὼς στολὴν ἔξαλλον.

Isaiah 11:5

5 Καὶ ἔσται δικαιοσύνῃ ἐζωσμένος τὴν ὀσφὺν αὐτοῦ, καὶ ἀληθείᾳ εἰλημένος τὰς πλευράς.

Isaiah 59:17

17 Καὶ ἐνεδύσατο δικαιοσύνην ὡς θώρακα, καὶ περιέθετο περικεφαλαίαν σωτηρίου ἐπὶ τῆς κεφαλῆς, καὶ περιεβάλετο ἱμάτιον ἐκδικήσεως, καὶ τὸ περιβόλαιον αὐτοῦ,

Exodus 25:3-4

3 Καὶ αὕτη ἐστὶν ἡ ἀπαρχή, ἣν λήψεσθε παρʼ αὐτῶν· χρυσίον, καὶ ἀργύριον, καὶ χαλκὸν, 4 καὶ ὑάκινθον, καὶ πορφύραν, καὶ κόκκινον διπλοῦν, καὶ βύσσον κεκλωσμένην, καὶ τρίχας αἰγείας,

Exodus 39:2-3

2 36:9(39:2) Καὶ ἐποίησε τὴν ἐπωμίδα ἐκ χρυσίου, καὶ ὑακίνθου, καὶ πορφύρας, καὶ κοκκίνου νενησμένου, καὶ βύσσου κεκλωσμένης· 3 36:10(39:3) καὶ ἐτμήθη τὰ πέταλα τοῦ χρυσίου τρίχες, ὥστε συνυφᾶναι σὺν τῇ ὑακίνθῳ, καὶ τῇ πορφύρᾳ, καὶ σὺν τῷ κοκκίνῳ τῷ διανενησμένῳ, καὶ τῇ βύσσῳ τῇ κεκλωσμένῃ· ἔργον ὑφαντὸν ἐποίησαν αὐτό·

Exodus 26:1

1 Καὶ τὴν σκηνὴν ποιήσεις, δέκα αὐλαίας ἐκ βύσσου κεκλωσμένης, καὶ ὑακίνθου, καὶ πορφύρας, καὶ κοκκίνου κεκλωσμένου χερουβίμ· ἐργασίᾳ ὑφάντου ποιήσεις αὐτάς.

Exodus 39:2-7

2 36:9(39:2) Καὶ ἐποίησε τὴν ἐπωμίδα ἐκ χρυσίου, καὶ ὑακίνθου, καὶ πορφύρας, καὶ κοκκίνου νενησμένου, καὶ βύσσου κεκλωσμένης· 3 36:10(39:3) καὶ ἐτμήθη τὰ πέταλα τοῦ χρυσίου τρίχες, ὥστε συνυφᾶναι σὺν τῇ ὑακίνθῳ, καὶ τῇ πορφύρᾳ, καὶ σὺν τῷ κοκκίνῳ τῷ διανενησμένῳ, καὶ τῇ βύσσῳ τῇ κεκλωσμένῃ· ἔργον ὑφαντὸν ἐποίησαν αὐτό· 4 36:1(39:4)1 ἐπωμίδας συνεχούσας ἐξ ἀμφοτέρων τῶν μερῶν, ἔργον ὑφαντὸν εἰς ἄλληλα συμπεπλεγμένον καθʼ ἑαυτό. 5 36:12(39:5) Ἐξ αὐτοῦ ἐποίησαν κατὰ τὴν αὐτοῦ ποίησιν, ἐκ χρυσίου, καὶ ὑακίνθου, καὶ πορφύρας, καὶ κοκκίνου διανενησμένου, καὶ βύσσου κεκλωσμένης, καθὰ συνέταξε Κύριος τῷ Μωυσῇ· 6 36:13(39:6) καὶ ἐποίησαν ἀμφοτέρους τοὺς λίθους τῆς σμαράγδου συμπεπορπημένους καὶ περισεσιαλωμένους χρυσίῳ, γεγλυμμένους καὶ ἐκκεκολαμμένους ἐγκόλαμμα σφραγῖδος ἐκ τῶν ὀνομάτων τῶν υἱῶν Ἰσραήλ· 7 36:14(39:7) καὶ ἐπέθηκεν αὐτοὺς ἐπὶ τοὺς ὤμους τῆς ἐπωμίδος, λίθους μνημοσύνου τῶν υἱῶν Ἰσραήλ, καθὰ συνέταξε Κύριος τῷ Μωυσῇ.

Exodus 39:4

4 36:1(39:4)1 ἐπωμίδας συνεχούσας ἐξ ἀμφοτέρων τῶν μερῶν, ἔργον ὑφαντὸν εἰς ἄλληλα συμπεπλεγμένον καθʼ ἑαυτό.

Exodus 28:27-28

Exodus 29:5

5 Καὶ λαβὼν τὰς στολάς, ἐνδύσεις Ἀαρὼν τὸν ἀδελφόν σου καὶ τὸν χιτῶνα τὸν ποδήρη, καὶ τὴν ἐπωμίδα, καὶ τὸ λογεῖον· καὶ συνάψεις αὐτῷ τὸ λογεῖον πρὸς τὴν ἐπωμίδα.

Exodus 39:20-21

20 36:28(39:20) Καὶ ἐποίησαν δύο δακτυλίους χρυσοῦς, καὶ ἐπέθηκαν ἐπʼ ἀμφοτέρους τοὺς ὤμους τῆς ἐπωμίδος κάτωθεν αὐτοῦ, κατὰ πρόσωπον κατὰ τὴν συμβολὴν ἄνωθεν τῆς συνυφῆς τῆς ἐπωμίδος· 21 36:29(39:21) καὶ συνέσφιγξε τὸ λογεῖον ἀπὸ τῶν δακτυλίων τῶν ἐπʼ αὐτοῦ εἰς τοὺς δακτυλίους τῆς ἐπωμίδος, συνεχομένους ἐκ τῆς ὑακίνθου, συμπεπλεγμένους εἰς τὸ ὕφασμα τῆς ἐπωμίδος, ἵνα μὴ χαλᾶται τὸ λογεῖον ἀπὸ τῆς ἐπωμίδος, καθὰ συνέταξε Κύριος τῷ Μωυσῇ.

Leviticus 8:7

7 Καὶ ἐνέδυσεν αὐτὸν τὸν χιτῶνα, καὶ ἔζωσεν αὐτὸν τὴν ζώνην, καὶ ἐνέδυσεν αὐτὸν τὸν ὑποδύτην, καὶ ἐπέθηκεν ἐπʼ αὐτὸν τὴν ἐπωμίδα Καὶ συνέζωσεν αὐτὸν κατὰ τὴν ποίησιν τῆς ἐπωμίδος, καὶ συνέσφιγξεν αὐτὸν ἐν αὐτῇ·

Genesis 2:12

12 Τὸ δὲ χρυσίον τῆς γῆς ἐκείνης καλόν· καὶ ἐκεῖ ἐστιν ὁ ἄνθραξ, καὶ ὁ λίθος ὁ πράσινος.

Exodus 28:20

20 Καὶ ὁ στίχος ὁ τέταρτος, χρυσόλιθος καὶ βηρύλλιον, καὶ ὀνύχιον, περικεκαλυμμένα χρυσίῳ, συνδεδεμένα ἐν χρυσίῳ· ἔστωσαν κατὰ στίχον αὐτῶν.

Exodus 28:36

36 32 Καὶ ποιήσεις πέταλον χρυσοῦν καθαρὸν· καὶ ἐκτυπώσεις ἐν αὐτῷ ἐκτύπωμα σφραγῖδος, Ἁγίασμα Κυρίου.

Exodus 39:6

6 36:13(39:6) καὶ ἐποίησαν ἀμφοτέρους τοὺς λίθους τῆς σμαράγδου συμπεπορπημένους καὶ περισεσιαλωμένους χρυσίῳ, γεγλυμμένους καὶ ἐκκεκολαμμένους ἐγκόλαμμα σφραγῖδος ἐκ τῶν ὀνομάτων τῶν υἱῶν Ἰσραήλ·

Exodus 39:13

13 36:20(39:13) καὶ ὁ στίχος ὁ τέταρτος, χρυσόλιθος καὶ βηρύλλιον καὶ ὀνύχιον περικεκυκλωμένα χρυσίῳ, καὶ συνδεδεμένα χρυσίῳ.

2 Chronicles 2:7

7 Καὶ νῦν ἀπόστειλόν μοι ἄνδρα σοφὸν καὶ εἰδότα τοῦ ποιῆσαι ἐν τῷ χρυσίῳ, καὶ ἐν τῷ ἀργυρίῳ, καὶ ἐν τῷ χαλκῷ, καὶ ἐν τῷ σιδήρῳ, καὶ ἐν τῇ πορφύρᾳ, καὶ ἐν τῷ κοκκίνῳ, καὶ ἐν τῇ ὑακίνθῳ, καὶ ἐπιστάμενον γλύψαι γλυφὴν μετὰ τῶν σοφῶν τῶν μετʼ ἐμοῦ ἐν Ἰούδᾳ καὶ ἐν Ἱερουσαλὴμ, ἃ ἡτοίμασε Δαυὶδ ὁ πατήρ μου.

Job 28:16

16 Καὶ οὐ συμβασταχθήσεται χρυσίῳ Σωφίρ, ἐν ὄνυχι τιμίῳ καὶ σαπφείρῳ.

Song of Songs 8:6

6 Θές με ὡς σφραγῖδα ἐπὶ τὴν καρδίαν σου, ὡς σφραγῖδα ἐπὶ τὸν βραχίονά σου· ὅτι κραταιὰ ὡς θάνατος ἀγάπη, σκληρὸς ὡς ᾅδης ζῆλος· περίπτερα αὐτῆς περίπτερα πυρός, φλόγες αὐτῆς.

Isaiah 49:16

16 Ἰδοὺ ἐπὶ τῶν χειρῶν μου ἐζωγράφηκά σου τὰ τείχη, καὶ ἐνώπιόν μου εἶ διαπαντός,

Ezekiel 28:13

13 ἐν τῇ τρυφῇ τοῦ παραδείσου τοῦ Θεοῦ ἐγενήθης· πάντα λίθον χρηστὸν ἐνδέδεσαι, σάρδιον καὶ τοπάζιον, καὶ σμάραγδον καὶ ἄνθρακα, καὶ σάπφειρον καὶ ἴασπιν, καὶ ἀργύριον καὶ χρυσίον, καὶ λιγύριον καί ἀχάτην, καὶ ἀμέθυστον καὶ χρυσόλιθον, καὶ βηρύλλιον καὶ ὀνύχιον, καὶ χρυσίου ἐνέπλησας τοὺς θησαυρούς σου καὶ τὰς ἀποθήκας σου ἐν σοί.

Genesis 43:33

33 Ἐκάθισαν δὲ ἐναντίον αὐτοῦ, ὁ πρωτότοκος κατὰ τὰ πρεσβεῖα αὐτοῦ, καὶ ὁ νεώτερος κατὰ τὴν νεότητα αὐτοῦ· ἐξίσταντο δὲ οἱ ἄνθρωποι ἕκαστος πρὸς τὸν ἀδελφὸν αὐτοῦ.

Exodus 1:1-4

1 ΤΑΥΤΑ τὰ ὀνόματα τῶν υἱῶν Ἰσραὴλ τῶν εἰσπεπορευμένων εἰς Αἴγυπτον ἅμα Ἰακὼβ τῷ πατρὶ αὐτῶν, ἕκαστος πανοικὶ αὐτῶν εἰσήλθοσαν. 2 Ρουβήν, Συμεὼν, Λευὶ, Ἰούδας, 3 Ἰσσάχαρ, Ζαβουλὼν, Βενιαμίν, 4 Δὰν, καὶ Νεφθαλὶ, Γὰδ, καὶ Ἀσήρ.

Exodus 28:13-14

13 Καὶ ποιήσεις ἀσπιδίσκας ἐκ χρυσίου καθαροῦ. 14 Καὶ ποιήσεις δύο κροσσωτὰ ἐκ χρυσίου καθαροῦ, καταμεμιγμένα ἐν ἄνθεσιν, ἔργον πλοκῆς· καὶ ἐπιθήσεις τὰ κροσσωτὰ τὰ πεπλεγμένα ἐπὶ τὰς ἀσπιδίσκας, κατὰ τὰς παρωμίδας αὐτῶν ἐκ τῶν ἐμπροσθίων.

Exodus 28:21

21 Καὶ οἱ λίθοι ἔστωσαν ἐκ τῶν ὀνομάτων τῶν υἱῶν Ἰσραὴλ δεκαδύο κατὰ τὰ ὀνόματα αὐτῶν· γλυφαὶ σφραγίδων, ἕκαστος κατὰ τὸ ὄνομα ἔστωσαν εἰς δεκαδύο φυλάς.

Exodus 28:25

Exodus 39:18

18 36:26(39:18) Καὶ ἐπέθηκαν ἐπὶ τὰς δύο ἀσπιδίσκας· καὶ ἐπέθηκαν ἐπὶ τοὺς ὤμους τῆς ἐπωμίδος ἐξεναντίας κατὰ πρόσωπον.

Jeremiah 22:24

24 Ζῶ ἐγώ, λέγει Κύριος, ἐὰν γενόμενος γένηται Ἰεχονίας υἱὸς Ἰωακεὶμ βασιλεὺς Ἰούδα ἀποσφράγισμα ἐπὶ τῆς χειρὸς τῆς δεξιᾶς μου, ἐκεῖθεν ἐκσπάσω σε,

Zechariah 3:9

9 10 Διότι ὁ λίθος, ὃν ἔδωκα πρὸ προσώπου τοῦ Ἰησοῦ, ἐπὶ τὸν λίθον τὸν ἕνα ἑπτὰ ὀφθαλμοί εἰσιν. ἰδοὺ ἐγὼ ὀρύσσω βόθρον, λέγει Κύριος παντοκράτωρ, καὶ ψηλαφήσω πᾶσαν τὴν ἀδικίαν τῆς γῆς ἐκείνης ἐν ἡμέρᾳ μιᾷ.

Genesis 9:12-17

12 Καὶ εἶπε Κύριος ὁ Θεὸς πρὸς Νῶε· τοῦτο τὸ σημεῖον τῆς διαθήκης, ὃ ἐγὼ δίδωμι ἀνὰ μέσον ἐμοῦ καὶ ὑμῶν, καὶ ἀνὰ μέσον πάσης ψυχῆς ζώσης, ἥ ἐστι μεθʼ ὑμῶν εἰς γενεὰς αἰωνίους. 13 Τὸ τόξον μου τίθημι ἐν τῇ νεφέλῃ, καὶ ἔσται εἰς σημεῖον διαθήκης ἀνὰ μέσον ἐμοῦ καὶ τῆς γῆς. 14 Καὶ ἔσται ἐν τῷ συννεφεῖν με νεφέλας ἐπὶ τὴν γῆν, ὀφθήσεται τὸ τόξον ἐν τῇ νεφέλῃ. 15 Καὶ μνησθήσομαι τῆς διαθήκης μου, ἥ ἐστιν ἀνὰ μέσον ἐμοῦ καὶ ὑμῶν, καὶ ἀνὰ μέσον πάσης ψυχῆς ζώσης ἐν πάσῃ σαρκί· καὶ οὐκ ἔσται ἔτι τὸ ὕδωρ εἰς κατακλυσμὸν, ὥστε ἐξαλεῖψαι πᾶσαν σάρκα. 16 Καὶ ἔσται τὸ τόξον μου ἐν τῇ νεφέλῃ· καὶ ὄψομαι τοῦ μνησθῆναι διαθήκην αἰώνιον ἀνὰ μέσον ἐμοῦ καὶ τῆς γῆς, καὶ ἀνὰ μέσον ψυχῆς ζώσης ἐν πᾶσῃ σαρκί, ἥ ἐστιν ἐπὶ τῆς γῆς. 17 Καὶ εἶπεν ὁ Θεὸς τῷ Νῶε, τοῦτο τὸ σημεῖον τῆς διαθήκης, ἧς διεθέμην ἀνὰ μέσον ἐμοῦ, καὶ ἀνὰ μέσον πάσης σαρκὸς, ἥ ἐστιν ἐπὶ τῆς γῆς.

Exodus 12:14

14 Καὶ ἔσται ἡ ἡμέρα ὑμῖν αὕτη μνημόσυνον, καὶ ἑορτάσετε αὐτὴν ἑορτὴν Κυρίῳ εἰς πάσας τὰς γενεὰς ὑμῶν· νόμιμον αἰώνιον ἑορτάσετε αὐτήν.

Exodus 13:9

9 Καὶ ἔσται σοι σημεῖον ἐπὶ τῆς χειρός σου, καὶ μνημόσυνον πρὸ ὀφθαλμῶν σου, ὅπως ἂν γένηται ὁ νόμος Κυρίου ἐν τῷ στόματί σου· ἐν γὰρ χειρὶ κραταιᾷ ἐξήγαγέ σε Κύριος ὁ Θεὸς ἐξ Αἰγύπτου.

Exodus 28:7

7 Δύο ἐπωμίδες συνέχουσαι ἔσονται αὐτῷ ἑτέρα τὴν ἑτέραν, ἐπὶ τοῖς δυσὶ μέρεσιν ἐξηρτημέναι.

Exodus 28:29

29 23 Καὶ λήψεται Ἀαρὼν τὰ ὀνόματα τῶν υἱῶν Ἰσραὴλ ἐπὶ τοῦ λογείου τῆς κρίσεως ἐπὶ τοῦ στήθους, εἰσιόντι εἰς τὸ ἅγιον μνημόσυνον ἐναντίον τοῦ Θεοῦ. 24 Καὶ θήσεις ἐπὶ τὸ λογεῖον τῆς κρίσεως τοὺς κρωσσούς· τὰ ἁλυσιδωτὰ ἐπʼ ἀμφοτέρων τῶν κλιτῶν τοῦ λογείου ἐπιθήσεις. 25 Καὶ τὰς δύο ἀσπιδίσκας ἐπιθήσεις ἐπʼ ἀμφοτέρους τοὺς ὤμους τῆς ἐπωμίδος κατὰ πρόσωπον.

Leviticus 24:7

7 Καὶ ἐπιθήσετε ἐπὶ τὸ θέμα λίβανον καθαρὸν καὶ ἅλα, καὶ ἔσονται εἰς ἄρτους εἰς ἀνάμνησιν προκείμενα τῷ Κυρίῳ.

Numbers 16:40

40 μνημόσυνον τοῖς υἱοῖς Ἰσραὴλ, ὅπως ἂν μὴ προσέλθῃ μηδεὶς ἀλλογενὴς, ὃς οὐκ ἔστιν ἐκ τοῦ σπέρματος Ἀαρὼν, ἐπιθεῖναι θυμίαμα ἔναντι Κυρίου· καὶ οὐκ ἔσται ὥσπερ Κορὲ, καὶ ἡ ἐπισύστασις αὐτοῦ, καθὰ ἐλάλησε Κύριος ἐν χειρὶ Μωυσῆ αὐτῷ.

Numbers 31:54

54 Καὶ ἔλαβε Μωυσῆς καὶ Ἐλεάζαρ ὁ ἱερεὺς τὸ χρυσίον παρὰ τῶν χιλιάρχων καὶ παρὰ τῶν ἑκατοντάρχων, καὶ εἰσήνεγκεν αὐτὰ εἰς τὴν σκηνὴν τοῦ μαρτυρίου, μνημόσυνον τῶν υἱῶν Ἰσραὴλ ἔναντι Κυρίου.

Joshua 4:7

7 Καὶ σὺ δηλώσεις τῷ υἱῷ σου, λέγων, ὅτι ἐξέλιπεν ὁ Ἰορδάνης ποταμὸς ἀπὸ προσώπου κιβωτοῦ διαθήκης Κυρίου πάσης τῆς γῆς, ὡς διέβαινεν αὐτόν· καὶ ἔσονται οἱ λίθοι οὗτοι ὑμῖν μνημόσυνον τοῖς υἱοῖς Ἰσραὴλ ἕως τοῦ αἰῶνος.

Psalms 89:19

19 Τότε ἐλάλησας ἐν ὁράσει τοῖς υἱοῖς σου, καὶ εἶπας, ἐθέμην βοήθειαν ἐπὶ δυνατὸν, ὕψωσα ἐκλεκτὸν ἐκ τοῦ λαοῦ μου.

Isaiah 9:6

6 Ὅτι παιδίον ἐγενήθη ἡμῖν, υἱὸς καὶ ἐδόθη ἡμῖν, οὗ ἡ ἀρχὴ ἐγενήθη ἐπὶ τοῦ ὤμου αὐτοῦ, καὶ καλεῖται τὸ ὄνομα αὐτοῦ, Μεγάλης βουλῆς ἄγγελός· ἄξω γὰρ εἰρήνην ἐπὶ τοὺς ἄρχοντας, καὶ ὑγίειαν αὐτῷ.

Isaiah 12:2

2 Ἰδοὺ ὁ Θεός μου σωτήρ μου, πεποιθὼς ἔσομαι ἐπʼ αὐτῷ, καὶ οὐ φοβηθήσομαι· διότι ἡ δόξα μου καὶ ἡ αἴνεσίς μου Κύριος, καὶ ἐγένετό μοι εἰς σωτηρίαν.

Isaiah 62:6

6 Καὶ ἐπὶ τῶν τειχῶν σου Ἱερουσαλὴμ, κατέστησα φύλακας ὅλην τὴν ἡμέραν καὶ ὅλην τὴν νύκτα, οἵ διὰ τέλους οὐ σιωπήσονται μιμνησκόμενοι Κυρίου.

Zechariah 6:13-14

13 καὶ αὐτὸς λήψεται ἀρετὴν, καὶ καθιεῖται, καὶ κατάρξει ἐπὶ τοῦ θρόνου αὐτοῦ, καὶ ἔσται ἱερεὺς ἐκ δεξιῶν αὐτοῦ, καὶ βουλὴ εἰρηνικὴ ἔσται ἀναμέσον ἀμφοτέρων·
14 Ὁ δὲ στέφανος ἔσται τοῖς ὑπομένουσι, καὶ τοῖς χρησίμοις αὐτῆς, καὶ τοῖς ἐπεγνωκόσιν αὐτὴν, καὶ εἰς χάριτα υἱοῦ Σοφονίου, καὶ εἰς ψαλμὸν ἐν οἴκῳ Κυρίου.

Exodus 28:22-25

22 Καὶ ποιήσεις ἐπὶ τὸ λογεῖον κρωσσοὺς συμπεπλεγμένους, ἔργον ἁλυσιδωτὸν ἐκ χρυσίου καθαροῦ. 23 24 25

Exodus 39:15

15 36:22(39:15) Καὶ ἐποίησαν ἐπὶ τὸ λογεῖον κρωσσοὺς συμπεπλεγμένους, ἔργον ἐμπλοκίου, ἐκ χρυσίου καθαροῦ.

Exodus 39:17-18

17 36:25(39:17) Καὶ ἐπέθηκαν τὰ ἐμπλόκια ἐκ χρυσίου ἐπὶ τοὺς δακτυλίους ἐπʼ ἀμφοτέρων τῶν μερῶν τοῦ λογείου· καὶ εἰς τὰς δύο συμβολάς τὰ δύο ἐμπλόκια. 18 36:26(39:18) Καὶ ἐπέθηκαν ἐπὶ τὰς δύο ἀσπιδίσκας· καὶ ἐπέθηκαν ἐπὶ τοὺς ὤμους τῆς ἐπωμίδος ἐξεναντίας κατὰ πρόσωπον.

1 Kings 7:17

17 Καὶ ἐποίησε δύο δίκτυα περικαλύψαι τὸ ἐπίθεμα τῶν στύλων· καὶ δίκτυον τῷ ἐπιθέματι τῷ ἑνί, καὶ δίκτυον τῷ ἐπιθέματι τῷ δευτέρῳ.

2 Kings 25:17

17 Ὀκτωκαίδεκα πήχεων ὕψος τοῦ στύλου τοῦ ἑνὸς, καὶ τὸ χωθὰρ ἐπʼ αὐτοῦ τὸ χαλκοῦν· καὶ τὸ ὕψος τοῦ χωθὰρ τριῶν πήχεων· σαβαχὰ, καὶ ῥοαὶ ἐπὶ τῷ χωθὰρ κύκλῳ τὰ πάντα χαλκᾶ, καὶ κατὰ ταῦτα τῷ στύλῳ τῷ δευτέρῳ ἐπὶ τῶ σαβαχά.

2 Chronicles 4:12-13

12 στύλους δύο, καὶ ἐπʼ αὐτῶν γωλὰθ τῇ χωθαρὲθ ἐπὶ τῶν κεφαλῶν τῶν στύλων δύο, καὶ δίκτυα δύο συγκαλύψαι τὰς κεφαλὰς τῶν χωθαρὲθ ἅ ἐστιν ἐπὶ τῶν κεφαλῶν τῶν στύλων, 13 καὶ κώδωνας χρυσοῦς τετρακοσίους εἰς τὰ δύο δίκτυα, καὶ δύο γένη ροΐσκων ἐν τῷ δικτύῳ τῷ ἑνὶ τοῦ συγκαλύψαι τὰς δύο γωλὰθ τῶν χωθαρέθ ἅ ἐστιν ἐπάνω τῶν στύλων·

Exodus 28:4

4 Καὶ αὗται αἱ στολαί, ἃς ποιήσουσι· τὸ περιστήθιον, καὶ τὴν ἐπωμίδα, καὶ τὸν ποδήρη, καὶ χιτῶνα κοσυμβωτὸν, καὶ κίδαριν, καὶ ζώνην· καὶ ποιήσουσι στολὰς ἁγίας Ἀαρὼν καὶ τοῖς υἱοῖς αὐτοῦ εἰς τὸ ἱερατεύειν μοι.

Exodus 28:6

6 Καὶ ποιήσουσι τὴν ἐπωμίδα ἐκ βύσσου κεκλωσμένης, ἔργον ὑφαντὸν ποικιλτοῦ.

Exodus 28:30

30 26 Καὶ ἐπιθήσεις ἐπὶ τὸ λογεῖον τῆς κρίσεως τὴν δήλωσιν καὶ τὴν ἀλήθειαν· καὶ ἔσται ἐπὶ τοῦ στήθους Ἀαρών, ὅταν εἰσπορεύηται εἰς τὸ ἅγιον ἔναντι Κυρίου· καὶ οἴσει Ἀαρὼν τὰς κρίσεις τῶν υἱῶν Ἰσραὴλ ἐπὶ τοῦ στήθους ἔναντι Κυρίου διαπαντός.

Exodus 39:8-21

8 36:15(39:8) Καὶ ἐποίησαν λογεῖον, ἔργον ὑφαντὸν ποικιλίᾳ κατὰ τὸ ἔργον τῆς ἐπωμίδος, ἐκ χρυσίου, καὶ ὑακίνθου, καὶ πορφύρας, καὶ κοκκίνου διανενησμένου, καὶ βύσσου κεκλωσμένης· 9 36:16(39:9) τετράγωνον διπλοῦν ἐποίησαν τὸ λογεῖον· σπιθαμῆς τὸ μῆκος, καὶ σπιθαμῆς τὸ εὖρος διπλοῦν. 10 36:17(39:10) Καὶ συνυφάνθη ἐν αὐτῷ ὕφασμα κατάλιθον τετράστιχον· στίχος λίθων, σάρδιον καὶ τοπάζιον καὶ σμάραγδος, ὁ στίχος ὁ εἷς· 11 36:18(39:11) καὶ ὁ στίχος ὁ δεύτερος, ἄνθραξ καὶ σάπφειρος καὶ ἴασπις· 12 36:19(39:12) καὶ ὁ στίχος ὁ τρίτος, λιγύριον καὶ ἀχάτης καὶ ἀμέθυστος· 13 36:20(39:13) καὶ ὁ στίχος ὁ τέταρτος, χρυσόλιθος καὶ βηρύλλιον καὶ ὀνύχιον περικεκυκλωμένα χρυσίῳ, καὶ συνδεδεμένα χρυσίῳ. 14 36:21(39:14) Καὶ οἱ λίθοι ἦσαν ἐκ τῶν ὀνομάτων τῶν υἱῶν Ἰσραὴλ δώδεκα, ἐκ τῶν ὀνομάτων αὐτῶν ἐγγεγλυμμένα εἰς σφραγῖδας, ἕκαστος ἐκ τοῦ ἑαυτοῦ ὀνόματος εἰς τὰς δώδεκα φυλάς. 15 36:22(39:15) Καὶ ἐποίησαν ἐπὶ τὸ λογεῖον κρωσσοὺς συμπεπλεγμένους, ἔργον ἐμπλοκίου, ἐκ χρυσίου καθαροῦ. 16 36:23(39:16a) Καὶ ἐποίησαν δύο ἀσπιδίσκας χρυσᾶς, καὶ δύο δακτυλίους χρυσοῦς· 36:24(39:16b) καὶ ἐπέθηκαν τοὺς δύο δακτυλίους τοὺς χρυσοῦς ἐπʼ ἀμφοτέρας τὰς ἀρχάς τοῦ λογείου. 17 36:25(39:17) Καὶ ἐπέθηκαν τὰ ἐμπλόκια ἐκ χρυσίου ἐπὶ τοὺς δακτυλίους ἐπʼ ἀμφοτέρων τῶν μερῶν τοῦ λογείου· καὶ εἰς τὰς δύο συμβολάς τὰ δύο ἐμπλόκια. 18 36:26(39:18) Καὶ ἐπέθηκαν ἐπὶ τὰς δύο ἀσπιδίσκας· καὶ ἐπέθηκαν ἐπὶ τοὺς ὤμους τῆς ἐπωμίδος ἐξεναντίας κατὰ πρόσωπον. 19 36:27(39:19) Καὶ ἐποίησαν δύο δακτυλίους χρυσοῦς, καὶ ἐπέθηκαν ἐπὶ τὰ δύο πτερύγια ἐπʼ ἄκρου τοῦ λογείου, καὶ ἐπὶ τὸ ἄκρον τοῦ ὀπισθίου τῆς ἐπωμίδος ἔσωθεν·

Leviticus 8:8

8  καὶ ἐπέθηκεν ἐπʼ αὐτὴν τὸ λογεῖον, καὶ ἐπέθηκεν ἐπὶ τὸ λογεῖον τὴν δήλωσιν καὶ τὴν ἀλήθειαν.

Exodus 28:9

9 Καὶ λήψῃ τοὺς δύο λίθους, λίθους σμαράγδου, καὶ γλύψεις ἐν αὐτοῖς τὰ ὀνόματα τῶν υἱῶν Ἰσραήλ.

Exodus 28:11

11 Ἔργον λιθουργικῆς τέχνης· γλύμμα σφραγῖδος διαγλύψεις τοὺς δύο λίθους ἐπὶ τοῖς ὀνόμασι τῶν υἱῶν Ἰσραήλ.

Job 28:18-19

18 Μετέωρα καὶ γαβὶς οὐ μνησθήσεται, καὶ ἕλκυσον σοφίαν ὑπὲρ τὰ ἐσώτατα. 19 Οὐκ ἰσωθήσεται αὐτῇ τοπάζιον Αἰθιοπίας, χρυσίῳ καθαρῷ οὐ συμβασταχθήσεται.

Proverbs 3:15

15 Τιμιωτέρα δέ ἐστι λίθων πολυτελῶν, οὐκ ἀντιτάξεται αὐτῇ οὐδὲν πονηρόν· εὔγνωστός ἐστι πᾶσι τοῖς ἐγγίζουσιν αὐτῇ, πᾶν δὲ τίμιον οὐκ ἄξιον αὐτῆς ἐστι.

Proverbs 8:11

11 Κρείσσων γὰρ σοφία λίθων πολυτελῶν, πᾶν δὲ τίμιον οὐκ ἄξιον αὐτῆς ἐστιν.

Proverbs 20:15

Proverbs 31:10

10 Γυναῖκα ἀνδρείαν τίς εὑρήσει; τιμιωτέρα δέ ἐστι λίθων πολυτελῶν ἡ τοιαύτη.

Isaiah 54:11-12

11 Ταπεινὴ καὶ ἀκατάστατος, οὐ παρεκλήθης· ἰδοὺ, ἐγὼ ἑτοιμάζω σοι ἄνθρακα τὸν λίθον σου, καὶ τὰ θεμέλιά σου σάπφειρον, 12 καὶ θήσω τὰς ἐπάλξεις σου ἴασπιν, καὶ τὰς πύλας σου λίθους κρυστάλλου, καὶ τὸν περίβολόν σου λίθους ἐκλεκτούς·

Lamentations 4:7

7 ΖΑΙΝ. Ἐκαθαριώθησαν Ναζιραῖοι αὐτῆς ὑπὲρ χιόνα, ἔλαμψαν ὑπὲρ γάλα, ἐπυρώθησαν, ὑπὲρ λίθου σαπφείρου τὸ ἀπόσπασμα αὐτῶν.

Malachi 3:17

17 Καὶ ἔσονταί μοι, λέγει Κύριος παντοκράτωρ, εἰς ἡμέραν, ἣν ἐγὼ ποιῶ, εἰς περιποίησιν, καὶ αἱρετιῶ αὐτοὺς, ὃν τρόπον αἱρετίζει ἄνθρωπος τὸν υἱὸν αὐτοῦ, τὸν δουλεύοντα αὐτῷ.

Exodus 24:10

10 Καὶ εἶδον τὸν τόπον οὗ εἱστήκει ὁ Θεὸς τοῦ Ἰσραήλ· καὶ τά ὑπὸ τοὺς πόδας αὐτοῦ, ὡσεὶ ἔργον πλίνθου σαπφείρου, καὶ ὥσπερ εἶδος στερεώματος τοῦ οὐρανοῦ τῇ καθαριότητι.

Exodus 39:11

11 36:18(39:11) καὶ ὁ στίχος ὁ δεύτερος, ἄνθραξ καὶ σάπφειρος καὶ ἴασπις·

Job 28:6

6 Τόπος σαπφείρου οἱ λίθοι αὐτῆς, καὶ χῶμα χρυσίον αὐτῷ.

Song of Songs 5:14

14 Χεῖρες αὐτοῦ τορευταὶ χρυσαῖ πεπληρωμέναι Θαρσίς· κοιλία αὐτοῦ πυξίον ἐλεφάντινον ἐπὶ λίθου σαπφείρου.

Jeremiah 17:1

1

Ezekiel 1:26

26 τοῦ ὄντος ὑπὲρ κεφαλῆς αὐτῶν, ὡς ὅρασις λίθου σαπφείρου, ὁμοίωμα θρόνου ἐπʼ αὐτοῦ, καὶ ἐπὶ τοῦ ὁμοιώματος τοῦ θρόνου ὁμοίωμα ὡς εἶδος ἀνθρώπου ἄνωθεν.

Ezekiel 10:1

1 Καὶ ἴδον καὶ ἰδοὺ ἐπάνω τοῦ στερεώματος τοῦ ὑπὲρ κεφαλῆς τῶν Χερουβὶμ, ὡς λίθος σαπφείρου ὁμοίωμα θρόνου ἐπʼ αὐτῶν.

Ezekiel 27:16

16 ἀνθρώπους ἐμπορίαν σου ἀπὸ πλήθους τοῦ συμμείκτου σου, στακτὴν καὶ ποικίλματα ἐκ Θαρσὶς, καὶ Ῥαμὸθ, καὶ Χορχὸρ ἔδωκαν τὴν ἀγοράν σου.

Exodus 39:12

12 36:19(39:12) καὶ ὁ στίχος ὁ τρίτος, λιγύριον καὶ ἀχάτης καὶ ἀμέθυστος·

Isaiah 54:12

12 καὶ θήσω τὰς ἐπάλξεις σου ἴασπιν, καὶ τὰς πύλας σου λίθους κρυστάλλου, καὶ τὸν περίβολόν σου λίθους ἐκλεκτούς·

Ezekiel 1:16

16 Καὶ τὸ εἶδος τῶν τροχῶν ὡς εἶδος θαρσείς· καὶ ὁμοίωμα ἐν τοῖς τέσσαρσι· καὶ τὸ ἔργον αὐτῶν ἦν καθὼς ἂν εἴη τροχὸς ἐν τροχῷ.

Ezekiel 10:9

9 Καὶ ἴδον, καὶ ἰδοὺ τροχοὶ τέσσαρες εἱστήκεισαν ἐχόμενοι τῶν Χερουβίμ· τροχὸς εἷς ἐχόμενος Χερουβὶμ ἑνός· καὶ ἡ ὄψις τῶν τροχῶν, ὡς ὄψις λίθου ἄνθρακος.

Daniel 10:6

6 καὶ τὸ σῶμα αὐτοῦ ὡσεὶ θαρσίς, καὶ τὸ πρόσωπον αὐτοῦ ὡσ ἡ ὅρασις ἀστραπῆς, καὶ οἱ ὀφθαλμοὶ αὐτοῦ ὡσεὶ λαμπάδες πυρὸς, καὶ οἱ βραχίονες αὐτοῦ καὶ τὰ σκέλη ὡς ὅρασις χαλκοῦ στίλβοντος, καὶ ἡ φωνὴ τῶν λόγων αὐτοῦ ὡς φωνὴ ὄχλου.

1 Kings 18:31

31 Καὶ ἔλαβεν Ἠλιοὺ δώδεκα λίθους κατὰ ἀριθμὸν φυλῶν τοῦ Ἰσραὴλ, ὡς ἐλάλησε Κύριος πρὸς αὐτὸν, λέγων, Ἰσραὴλ ἔσται τὸ ὄνομά σου.

Exodus 25:11-15

11 Καὶ καταχρυσώσεις αὐτὴν χρυσίῳ καθαρῷ, ἔσωθεν καὶ ἔξωθεν χρυσώσεις αὐτήν· καὶ ποιήσεις αὐτῇ κυμάτια χρυσᾶ στρεπτὰ κύκλῳ. 12 Καὶ ἐλάσεις αὐτῇ τέσσαρας δακτυλίους χρυσοῦς, καὶ ἐπιθήσεις ἐπὶ τὰ τέσσαρα κλίτη· δύο δακτυλίους ἐπὶ τὸ κλίτος τὸ ἓν, καὶ δύο δακτυλίους ἐπὶ τὸ κλίτος τὸ δεύτερον. 13 Ποιήσεις δὲ ἀναφορεῖς ξύλα ἄσηπτα, καὶ καταχρυσώσεις αὐτὰ χρυσίῳ· 14 Καὶ εἰσάξεις τοὺς ἀναφορεῖς εἰς τοὺς δακτυλίους τοὺς ἐν τοῖς κλίτεσι τῆς κιβωτοῦ, αἴρειν τὴν κιβωτὸν ἐν αὐτοῖς. 15 Ἐν τοῖς δακτυλίοις τῆς κιβωτοῦ ἔσονται οἱ ἀναφορεῖς ἀκίνητοι.

Exodus 28:14

14 Καὶ ποιήσεις δύο κροσσωτὰ ἐκ χρυσίου καθαροῦ, καταμεμιγμένα ἐν ἄνθεσιν, ἔργον πλοκῆς· καὶ ἐπιθήσεις τὰ κροσσωτὰ τὰ πεπλεγμένα ἐπὶ τὰς ἀσπιδίσκας, κατὰ τὰς παρωμίδας αὐτῶν ἐκ τῶν ἐμπροσθίων.

Exodus 28:31

31 27 Καὶ ποιήσεις ὑποδύτην ποδήρη ὅλον ὑακίνθινον.

Exodus 28:37

37 33 Καὶ ἐπιθήσεις αὐτὸ ἐπὶ ὑακίνθου κεκλωσμένης· καὶ ἔσται ἐπί τῆς μίτρας, κατά πρόσωπον τῆς μίτρας ἔσται.

Exodus 39:30-31

30 36:38(39:30a) Καὶ ἐποίησαν τὸ πέταλον τὸ χρυσοῦν, ἀφόρισμα τοῦ ἁγίου, χρυσίου καθαροῦ· 36:39(39:30b) καὶ ἔγραψεν ἐπʼ αὐτοῦ γράμματα ἐκτετυπωμένα, σφραγῖδος Ἁγίασμα Κυρίῳ. 31 36:40(39:31) Καὶ ἐπέθηκαν ἐπὶ τὸ λῶμα ὑακίνθυνον, ὥστε ἐπικεῖσθαι ἐπὶ τὴν μίτραν ἄνωθεν, ὃν τρόπον συνέταξε Κύριος τῷ Μωυσῇ.

Numbers 15:38

38 λάλησον τοῖς υἱοῖς Ἰσραὴλ, καὶ ἐρεῖς πρὸς αὐτοὺς, καὶ ποιησάτωσαν ἑαυτοῖς κράσπεδα ἐπὶ τὰ πτερύγια τῶν ἱματίων αὐτῶν εἰς τὰς γενεὰς αὐτῶν· καὶ ἐπιθήσετε ἐπὶ τὰ κράσπεδα τῶν πτερυγίων κλῶσμα ὑακίνθινον.

Exodus 28:12

12 Καὶ θήσεις τοὺς δύο λίθους ἐπὶ τῶν ὤμων τῆς ἐπωμίδος· λίθοι μνημοσύνου εἰσὶ τοῖς υἱοῖς Ἰσραήλ· καὶ ἀναλήψεται Ἀαρὼν τὰ ὀνόματα τῶν υἱῶν Ἰσραὴλ ἔναντι Κυρίου ἐπὶ τῶν δύο ὤμων αὐτοῦ, μνημόσυνον περὶ αὐτῶν.

Exodus 28:15

15 Καὶ ποιήσεις λογεῖον τῶν κρίσεων, ἔργον ποικιλτοῦ· κατὰ τὸν ῥυθμὸν τῆς ἐπωμίδος ποιήσεις αὐτό ἐκ χρυσίου, καὶ ὑακίνθου, καὶ πορφύρας, καὶ κοκκίνου κεκλωσμένου, καὶ βύσσου κεκλωσμένης.

Isaiah 49:15-16

15 Μὴ ἐπιλήσεται γυνὴ τοῦ παιδίου αὐτῆς, ἢ τοῦ μὴ ἐλεῆσαι τὰ ἔκγονα τῆς κοιλίας αὐτῆς; εἰ δὲ καὶ ταῦτα ἐπιλάθοιτο γυνή, ἀλλʼ ἐγὼ οὐκ ἐπιλήσομαί σου, εἶπε Κύριος.
16 Ἰδοὺ ἐπὶ τῶν χειρῶν μου ἐζωγράφηκά σου τὰ τείχη, καὶ ἐνώπιόν μου εἶ διαπαντός,

Jeremiah 30:21

21 Καὶ ἔσονται ἰσχυρότεροι αὐτοῦ ἐπʼ αὐτοὺς, καὶ ὁ ἄρχων αὐτοῦ ἐξ αὐτοῦ ἐξελεύσεται· καὶ συνάξω αὐτοὺς, καὶ ἀποστρέψουσι πρὸς μέ· ὅτι τίς ἐστιν οὗτος ὃς ἔδωκε τὴν καρδίαν αὐτοῦ, ἀποστρέψαι πρὸς μέ; φησὶ Κύριος·

Numbers 27:21

21 Καὶ ἔναντι Ἐλεάζαρ τοῦ ἱερέως στήσεται, καὶ ἐπερωτήσουσιν αὐτὸν τὴν κρίσιν τῶν δήλων ἔναντι Κυρίου· ἐπὶ τῷ στόματι αὐτοῦ ἐξελεύσονται, καὶ ἐπὶ τῷ στόματι αὐτοῦ εἰσελεύσονται αὐτὸς καὶ οἱ υἱοὶ Ἰσραὴλ ὁμοθυμαδὸν, καὶ πᾶσα ἡ συναγωγή.

Deuteronomy 33:8

8 Καὶ τῷ Λευὶ εἶπε, δότε Λευὶ δήλους αὐτοῦ, καὶ ἀλήθειαν αὐτοῦ τῷ ἀνδρὶ τῷ ὁσίῳ, ὃν ἐπείρασαν αὐτὸν ἐν πείρᾳ· ἐλοιδόρησαν αὐτὸν ἐφ’ ὕδατος ἀντιλογίας·

Judges 1:1

1 ΚΑΙ ἐγένετο μετὰ τὴν τελευτὴν Ἰησοῦ, καὶ ἐπηρώτων οἱ υἱοὶ Ἰσραὴλ διὰ τοῦ Κυρίου, λέγοντες, τίς ἀναβήσεται ἡμῖν πρὸς τοὺς Χαναναίους ἀφηγούμενος τοῦ πολεμῆσαι πρὸς αὐτούς;

Judges 20:18

18 Καὶ ἀνέστησαν καὶ ἀνέβησαν εἰς Βαιθὴλ καὶ ἠρώτησαν ἐν τῷ Θεῷ καὶ εἶπαν οἱ υἱοὶ Ἰσραὴλ, τίς ἀναβήσεται ἡμῖν ἐν ἀρχῇ εἰς παράταξιν πρὸς υἱοὺς Βενιαμίν; καὶ εἶπε Κύριος, Ἰούδας ἐν ἀρχῇ ἀναβήσεται ἀφηγούμενος.

Judges 20:23

23 Καὶ ἀνέβησαν οἱ υἱοὶ Ἰσραὴλ, καὶ ἔκλαυσαν ἐνώπιον Κυρίου ἕως ἑσπέρας καὶ ἠρώτησαν ἐν Κυρίῳ, λέγοντες, εἰ προσθῶμεν ἐγγίσαι εἰς παράταξιν πρὸς υἱοὺς Βενιαμὶν ἀδελφοὺς ἡμῶν; καὶ εἶπε Κύριος, ἀνάβητε πρὸς αὐτούς.

Judges 20:27-28

27 ὅτι ἐκεῖ κιβωτὸς διαθήκης Κυρίου τοῦ Θεοῦ ἐν ταῖς ἡμέραις ἐκείναις, 28 καὶ Φινεὲς υἱὸς Ἐλεάζαρ υἱοῦ Ἀαρὼν παρεστηκὼς ἐνώπιον αὐτῆς ἐν ταῖς ἡμέραις ἐκείναις· καὶ ἐπηρώτησαν οἱ υἱοὶ Ἰσραὴλ ἐν Κυρίῳ, λέγοντες, εἰ προσθῶμεν ἔτι ἐξελθεῖν εἰς παράταξιν πρὸς υἱοὺς Βενιαμὶν ἀδελφοὺς ἡμῶν; καὶ εἶπε Κύριος, ἀνάβητε, αὔριον δώσω αὐτοὺς εἰς χεῖρας ὑμῶν.

1 Samuel 23:9-12

9 Καὶ ἔγνω Δαυὶδ, ὅτι οὐ παρασιωπᾷ Σαοὺλ περὶ αὐτοῦ τὴν κακίαν· καὶ εἶπε Δαυὶδ πρὸς Ἀβιάθαρ τὸν ἱερέα, προσάγαγε τὸ ἐφοὺδ Κυρίου. 10 Καὶ εἶπε Δαυὶδ, Κύριε ὁ Θεὸς Ἰσραὴλ, ἀκούων ἀκήκοεν ὁ δοῦλός σου, ὅτι ζητεῖ Σαοὺλ ἐλθεῖν ἐπὶ Κεϊλὰ διαφθεῖραι τὴν πόλιν διʼ ἐμέ. 11 Εἰ ἀποκλεισθήσεται; καὶ νῦν εἰ καταβήσεται Σαοὺλ, καθὼς ἤκουσεν ὁ δοῦλός σου; Κύριε ὁ Θεὸς Ἰσραὴλ, ἀπάγγειλον τῷ δούλῳ σου· 12 καὶ εἶπε Κύριος, ἀποκλεισθήσεται.

1 Samuel 28:6

6 Καὶ ἐπηρώτησε Σαοὺλ διὰ Κυρίου, καὶ οὐκ ἀπεκρίθη αὐτῷ Κύριος ἐν τοῖς ἐνυπνίοις καὶ ἐν τοῖς δήλοις καὶ ἐν τοῖς προφήταις.

1 Samuel 30:7-8

7 Καὶ εἶπε Δαυὶδ πρὸς Ἀβιάθαρ τὸν ἱερέα υἱὸν Ἀβιμέλεχ, προσάγαγε τὸ ἐφούδ. 8 Καὶ ἐπηρώτησε Δαυὶδ διὰ τοῦ Κυρίου, λέγων, εἰ καταδιώξω ὀπίσω τοῦ γεδδοὺρ τούτου; εἰ καταλήψομαι αὐτούς; καὶ εἶπεν αὐτῷ, καταδίωκε, ὅτι καταλαμβάνων καταλήψῃ αὐτοὺς, καὶ ἐξαιρούμενος ἐξελῇ.

Ezra 2:63

63 Καὶ εἶπεν Ἀθερσασθὰ αὐτοῖς τοῦ μὴ φαγεῖν ἀπὸ τοῦ ἁγίου τῶν ἁγίων, ἕως ἀναστῇ ἱερεὺς τοῖς φωτίζουσι καὶ τοῖς τελείοις.

Nehemiah 7:65

65 Καὶ εἶπεν ἀθερσασθά, ἵνα μὴ φάγωσιν ἀπὸ τοῦ ἁγίου τῶν ἁγίων, ἕως ἀναστῇ ἱερεὺς φωτίσων.

Zechariah 6:13

13 καὶ αὐτὸς λήψεται ἀρετὴν, καὶ καθιεῖται, καὶ κατάρξει ἐπὶ τοῦ θρόνου αὐτοῦ, καὶ ἔσται ἱερεὺς ἐκ δεξιῶν αὐτοῦ, καὶ βουλὴ εἰρηνικὴ ἔσται ἀναμέσον ἀμφοτέρων·

Exodus 28:28

Exodus 39:22-26

22 36:30(39:22) Καὶ ἐποίησαν τὸν ὑποδύτην ὑπὸ τὴν ἐπωμίδα, ἔργον ὑφαντόν, ὅλον ὑακίνθινον· 23 36:31(39:23) τὸ δὲ περιστόμιον τοῦ ὑποδύτου ἐν τῷ μέσῳ διϋφασμένον συμπλεκτὸν, ὤαν ἔχον κύκλῳ τὸ περιστόμιον ἀδιάλυτον· 24 36:32(39:24) Καὶ ἐποίησαν ἐπὶ τοῦ λώματος τοῦ ὑποδύτου κάτωθεν ὡς ἐξανθούσης ῥόας ῥοΐσκους, ἐξ ὑακίνθου, καὶ πορφύρας, καὶ κοκκίνου νενησμένου, καὶ βύσσου κεκλωσμένης.

2 Chronicles 26:14

14 Καὶ ἡτοίμασεν αὐτοῖς Ὀζίας πάσῃ τῇ δυνάμει θυρεοὺς καὶ δόρατα καὶ περικεφαλαίας καὶ θώρακας καὶ τόξα καὶ εἰς λίθους σγενδόνας.

Nehemiah 4:16

16 Καὶ ἐγένετο ἀπὸ τῆς ἡμέρας ἐκείνης ἥμισυ τῶν ἐκτετιναγμένων ἐποίουν τὸ ἔργον, καὶ ἥμισυ αὐτῶν ἀντείχοντο, καὶ λόγχαι καὶ θυρεοὶ καὶ τόξα καὶ θώρακες καὶ οἱ ἄρχοντες ὀπίσω παντὸς οἴκου Ἰούδα

Job 41:26

26 17 Ἐὰν συναντήσωσιν αὐτῷ λόγχαι, οὐδὲν μὴ ποιήσωσι δόρυ, καὶ θώρακα.

1 Kings 7:18

18 Καὶ ἔργον κρεμαστὸν, δύο στίχοι ῥοῶν χαλκῶν, δεδικτυωμένοι, ἔργον κρεμαστὸν, στίχος ἐπὶ στίχον· καὶ οὕτως ἐποίησε τῷ ἐπιθέματι τῷ δευτέρῳ.

Zechariah 14:20

20 Ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἔσται τὸ ἐπὶ τὸν χαλινὸν τοῦ ἵππου ἅγιον τῷ Κυρίῳ παντοκράτορι· καὶ ἔσονται οἱ λέβητες ἐν τῷ οἴκῳ Κυρίου ὡς φιάλαι πρὸ προσώπου τοῦ θυσιαστηρίου.

Psalms 89:15

15 Μακάριος ὁ λαὸς ὁ γινώσκων ἀλαλαγμόν· Κύριε ἐν τῷ φωτὶ τοῦ προσώπου σου πορεύσονται,

Song of Songs 2:3

3 Ὡς μῆλον ἐν τοῖς ξύλοις τοῦ δρυμοῦ, οὕτως ἀδελφιδός μου ἀναμέσον τῶν υἱῶν· ἐν τῇ σκιᾷ αὐτοῦ ἐπεθύμησα, καὶ ἐκάθισα, καὶ καρπὸς αὐτοῦ γλυκὺς ἐν λάρυγγί μου.

Song of Songs 4:3

3 Ὡς σπαρτίον τὸ κόκκινον χείλη σου, καὶ ἡ λαλιά σου ὡραία, ὡς λέπυρον ῥοᾶς μῆλόν σου ἐκτὸς τῆς σιωπήσεώς σου.

Song of Songs 4:13

13 Ἀποστολαί σου παράδεισος ῥοῶν μετὰ καρποῦ ἀκροδρύων, κύπροι μετὰ νάρδων·

Song of Songs 6:7

7 ὡς σπαρτίον τὸ κόκκινον χείλη σου, καὶ ἡ λαλιά σου ὡραία. Ὡς λέπυρον τῆς ῥοᾶς μῆλόν σου ἐκτὸς τῆς σιωπήσεώς σου.

Song of Songs 6:11

11 10 Εἰς κῆπον καρύας κατέβην ἰδεῖν ἐν γεννήμασι τοῦ χειμάῤῥου, ἰδεῖν εἰ ἤνθισεν ἡ ἄμπελος, ἐξήνθησαν αἱ ῥοαί.

Song of Songs 8:2

2 Παραλήψομαί σε, εἰσάξω σε εἰς οἶκον μητρός μου καὶ εἰς ταμιεῖον τῆς συλλαβούσης με· ποτιῶ σε ἀπὸ οἴνου τοῦ μυρεψικοῦ, ἀπὸ νάματος ῥοῶν μου.

Leviticus 16:2

2 Καὶ εἶπε Κύριος πρὸς Μωυσῆν, λάλησον πρὸς Ἀαρὼν τὸν ἀδελφόν σου, καὶ μὴ εἰσπορευέσθω πᾶσαν ὥραν εἰς τὸ ἅγιον ἐσώτερον τοῦ καταπετάσματος εἰς πρόσωπον τοῦ ἱλαστηρίου, ὅ ἐστιν ἐπὶ τῆς κιβωτοῦ τοῦ μαρτυρίου, καὶ οὐκ ἀποθανεῖται· ἐν γὰρ νεφέλῃ ὀφθήσομαι ἐπὶ τοῦ ἱλαστηρίου.

Exodus 39:30

30 36:38(39:30a) Καὶ ἐποίησαν τὸ πέταλον τὸ χρυσοῦν, ἀφόρισμα τοῦ ἁγίου, χρυσίου καθαροῦ· 36:39(39:30b) καὶ ἔγραψεν ἐπʼ αὐτοῦ γράμματα ἐκτετυπωμένα, σφραγῖδος Ἁγίασμα Κυρίῳ.

Leviticus 8:9

9 Καὶ ἐπέθηκε τὴν μίτραν ἐπὶ τὴν κεφαλὴν αὐτοῦ, καὶ ἐπέθηκεν ἐπὶ τὴν μίτραν κατὰ πρόσωπον αὐτοῦ τὸ πέταλον τὸ χρυσοῦν τὸ καθηγιασμένον ἅγιον, ὃν τρόπον συνέταξε Κύριος τῷ Μωυσῇ.

Leviticus 10:3

3 Καὶ εἶπε Μωυσῆς πρὸς Ἀαρών, τοῦτό ἐστιν, ὃ εἶπε Κύριος, λέγων, ἐν τοῖς ἐγγίζουσί μοι ἁγιασθήσομαι, καὶ ἐν πάσῃ τῇ συναγωγῇ δοξασθήσομαι· καὶ κατενύχθη Ἀαρών.

Leviticus 19:2

2 λάλησον τῇ συναγωγῇ τῶν υἱῶν Ἰσραὴλ, καὶ ἐρεῖς πρὸς αὐτούς, ἅγιοι ἔσεσθε, ὅτι ἅγιος ἐγὼ Κύριος ὁ Θεὸς ὑμῶν.

Psalms 93:5

5 Τὰ μαρτύριά σου ἐπιστώθησαν σφόδρα· τῷ οἴκῳ σου πρέπει ἁγίασμα, Κύριε, εἰς μακρότητα ἡμερῶν.

Ezekiel 43:12

12 Καὶ τὴν διαγραφὴν τοῦ οἴκου ἐπὶ τῆς κορυφῆς τοῦ ὄρους, πάντα τὰ ὅρια αὐτοῦ κυκλόθεν ἅγια ἁγίων.

Exodus 29:6

6 Καὶ ἐπιθήσεις τὴν μίτραν ἐπὶ τὴν κεφαλὴν αὐτοῦ, καὶ ἐπιθήσεις τὸ πέταλον τὸ ἁγίασμα ἐπὶ τὴ μίτραν.

Zechariah 3:5

5 καὶ ἐπίθετε κίδαριν καθαρὰν ἐπὶ τήν κεφαλὴν αὐτοῦ· καὶ ἐπέθηκαν κίδαριν καθαρὰν ἐπὶ τὴν κεφαλὴν αὐτοῦ, καί περιέβαλον αὐτὸν ἱμάτια· καὶ ὁ ἄγγελος Κυρίου εἱστήκει.

Exodus 28:43

43 39 Καὶ ἕξει Ἀαρὼν αὐτὰ καὶ οἱ υἱοὶ αὐτοῦ, ὅταν εἰσπορεύωνται εἰς τὴν σκηνὴν τοῦ μαρτυρίου, ἢ ὅταν προσπορεύωνται λειτουργεῖν πρὸς τὸ θυσιαστήριον τοῦ ἁγίου· καὶ οὐκ ἐπάξονται πρὸς ἑαυτοὺς ἁμαρτίαν, ἵνα μὴ ἀποθάνωσι· νόμιμον αἰώνιον αὐτῷ, καὶ τῷ σπέρματι αὐτοῦ μετʼ αὐτόν.

Leviticus 1:4

4 Καὶ ἐπιθήσει τὴν χεῖρα ἐπὶ τὴν κεφαλὴν τοῦ καρπώματος δεκτὸν αὐτῷ, ἐξιλάσασθαι περὶ αὐτοῦ.

Leviticus 10:17

17 διατί οὐκ ἐφάγετε τὸ περὶ τῆς ἁμαρτίας ἐν τόπῳ ἁγίῳ; ὅτι γὰρ ἅγια ἁγίων ἐστὶ, τοῦτο ἔδωκεν ὑμῖν φαγεῖν, ἵνα ἀφέλητε τὴν ἁμαρτίαν τῆς συναγωγῆς, καὶ ἐξιλάσησθε περὶ αὐτῶν ἔναντι Κυρίου.

Leviticus 22:9

9 Καὶ φυλάξονται τὰ φυλάγματά μου, ἵνα μὴ λάβωσι διʼ αὐτὰ ἁμαρτίαν, καὶ ἀποθάνωσι διʼ αὐτά, ἐὰν βεβηλώσωσιν αὐτά· ἐγὼ Κύριος ὁ Θεὸς ὁ ἁγιάζων αὐτούς.

Leviticus 22:16

16 καὶ ἐπάξουσιν ἐφʼ ἑαυτοὺς ἀνομίαν πλημμελείας ἐν τῷ ἐσθίειν αὐτοὺς τὰ ἅγια αὐτῶν, ὅτι ἐγὼ Κύριος ὁ ἁγιάζων αὐτούς.

Leviticus 22:27

27 μόσχον ἢ πρόβατον ἢ αἶγα, ὡς ἂν τεχθῇ, καὶ ἔσται ἑπτὰ ἡμέρας ὑπὸ τὴν μητέρα, τῇ δὲ ἡμέρᾳ τῇ ὀγδόῃ καὶ ἐπέκεινα δεχθήσεται εἰς δῶρα, κάρπωμα Κυρίῳ.

Leviticus 23:11

11 Καὶ ἀνοίσει τὸ δράγμα ἔναντι Κυρίου δεκτὸν ὑμῖν· τῇ ἐπαύριον τῆς πρώτης ἀνοίσει αὐτό ὁ ἱερεὺς.

Numbers 18:1

1 Καὶ εἶπε Κύριος πρὸς Ἀαρὼν, λέγων, σὺ καὶ οἱ υἱοί σου καὶ ὁ οἶκος τοῦ πατρός σου λήψεσθε τὰς ἁμαρτίας τῶν ἁγίων, καὶ σὺ καὶ οἱ υἱοί σου λήψεσθε τὰς ἁμαρτίας τῆς ἱερατείας ὑμῶν.

Isaiah 53:6

6 Πάντες ὡς πρόβατα ἐπλανήθημεν· ἄνθρωπος τῇ ὁδῷ αὐτοῦ ἐπλανήθη· καὶ Κύριος παρέδωκεν αὐτὸν ταῖς ἁμαρτίαις ἡμῶν.

Isaiah 53:11-12

11 ἀπὸ τοῦ πόνου τῆς ψυχῆς αὐτοῦ, δεῖξαι αὐτῷ φῶς, καὶ πλάσαι τῇ συνέσει, δικαιῶσαι δίκαιον εὖ δουλεύοντα πολλοῖς, καὶ τὰς ἁμαρτίας αὐτῶν αὐτὸς ἀνοίσει. 12 Διατοῦτο αὐτὸς κληρονομήσει πολλοὺς, καὶ τῶν ἰσχυρῶν μεριεῖ σκῦλα· ἀνθʼ ὧν παρεδόθη εἰς θάνατον ἡ ψυχὴ αὐτοῦ, καὶ ἐν τοῖς ἀνόμοις ἐλογίσθη, καὶ αὐτὸς ἁμαρτίας πολλῶν ἀνήνεγκε, καὶ διὰ τὰς ἁμαρτίας αὐτῶν παρεδόθη.

Isaiah 56:7

7 εἰσάξω αὐτοὺς εἰς τὸ ὄρος τὸ ἅγιόν μου, καὶ εὐφρανῶ αὐτοὺς ἐν τῷ οἴκῳ τῆς προσευχῆς μου· τὰ ὁλοκαυτώματα αὐτῶν, καὶ αἱ θυσίαι αὐτῶν ἔσονται δεκταὶ ἐπὶ τοῦ θυσιαστηρίου μου· ὁ γὰρ οἶκός μου, οἶκος προσευχῆς κληθήσεται πᾶσι τοῖς ἔθνεσιν,

Isaiah 60:7

7 Καὶ πάντα τὰ πρόβατα Κηδὰρ συναχθήσονταί, καὶ κριοὶ Ναβαιὼθ ἥξουσί, καὶ ἀνενεχθήσεται δεκτὰ ἐπὶ τὸ θυσιαστήριόν μου, καὶ ὁ οἶκος τῆς προσευχῆς μου δοξασθήσεται.

Ezekiel 4:4-6

4 Καὶ σὺ κοιμηθήσῃ ἐπὶ τὸ πλευρόν σου τὸ ἀριστερὸν, καὶ θήσεις τὰς ἀδικίας τοῦ οἴκου Ἰσραὴλ ἐπʼ αὐτοῦ, κατὰ ἀριθμὸν τῶν ἡμερῶν πεντήκοντα καὶ ἑκατὸν ἃς κοιμηθήσῃ ἐπʼ αὐτοῦ, καὶ λήψῃ τὰς ἀδικίας αὐτῶν. 5 Καὶ ἐγὼ δέδωκά σοι τὰς ἀδικίας αὐτῶν εἰς ἀριθμὸν ἡμερῶν, ἐνεννήκοντα καὶ ἑκατὸν ἡμέρας, καὶ λήψῃ τὰς ἀδικίας τοῦ οἴκου Ἰσραήλ. 6 Καὶ συντελέσεις ταῦτα, καὶ κοιμηθήσῃ ἐπὶ τὸ πλευρόν σου τὸ δεξιὸν, καὶ λήψῃ τὰς ἀδικίας τοῦ οἴκου Ἰούδα τεσσαράκοντα ἡμέρας, ἡμέραν εἰς ἐνιαυτὸν τέθεικά σοι.

Psalms 45:14

14 ἀπενεχθήσονται τῷ βασιλεῖ παρθένοι ὀπίσω αὐτῆς, αἱ πλησίον αὐτῆς ἀπενεχθήσονταί σοι.

Exodus 28:2

2 Καὶ ποιήσεις στολὴν ἁγίαν Ἀαρὼν τῷ ἀδελφῷ σου εἰς τιμὴν καὶ δόξαν.

Exodus 39:27-29

27 36:35(39:27) Καὶ ἐποίησαν χιτῶνας βυσσίνους, ἔργον ὑφαντόν, Ἀαρὼν καὶ τοῖς υἱοῖς αὐτοῦ, 28 36:36(39:28) καὶ τὰς κιδάρεις ἐκ βύσσου, καὶ τὴν μίτραν ἐκ βύσσου, καὶ τὰ περισκελῆ ἐκ βύσσου κεκλωσμένης, 29 36:37(39:29) καὶ τὰς ζώνας αὐτῶν ἐκ βύσσου, καὶ ὑακίνθου, καὶ πορφύρας, καὶ κοκκίνου νενησμένου, ἔργον ποικιλτοῦ, ὃν τρόπον συνέταξε Κύριος τῷ Μωυσῇ.

Exodus 39:41

41 39:19(39:41) Καὶ τὰς στολὰς τοῦ ἁγίου, αἵ εἰσιν Ἀαρὼν, καὶ τὰς στολὰς τῶν υἱῶν αὐτοῦ, εἰς τὴν ἱερατείαν·

Leviticus 8:13

13 Καὶ προσήγαγε Μωυσῆς τοὺς υἱους Ἀαρὼν, καὶ ἐνέδυσεν αὐτοὺς χιτῶνας, καί ἔζωσεν αὐτοὺς ζώνας, καὶ περιέθηκεν αὐτοῖς κιδάρεις, καθάπερ συνέταξε Κύριος τῷ Μωυσῇ.

Ezekiel 44:17-18

17 Καὶ ἔσται ἐν τῷ εἰσπορεύεσθαι αὐτοὺς τὰς πύλας τῆς αὐλῆς τῆς ἐσωτέρας, στολὰς λινᾶς ἐνδύσονται, καὶ οὐκ ἐνδύσονται ἔρια ἐν τῷ λειτουργεῖν αὐτοὺς ἀπὸ τῆς πύλης τῆς ἐσωτέρας αὐλῆς. 18 Καὶ κιδάρεις λινᾶς ἕξουσιν ἐπὶ ταῖς κεφαλαῖς αὐτῶν, καὶ περισκελῆ λινᾶ ἕξουσιν ἐπὶ τὰς ὀσφύας αὐτῶν, καὶ οὐ περιζώσονται βίᾳ.

Exodus 28:1

1 Καὶ σὺ προσαγάγου πρὸς σεαυτὸν τόν τε Ἀαρὼν τὸν ἀδελφόν σου, καὶ τοὺς υἱοὺς αὐτοῦ, καὶ ἐκ τῶν υἱῶν Ἰσραὴλ, ἱερατεύειν μοι Ἀαρὼν, καὶ Ναδὰβ, καὶ Ἀβιοὺδ, καὶ Ἐλεάζαρ, καὶ Ἰθάμαρ, υἱοὺς Ἀαρών.

Exodus 29:7

7 Καὶ λήψῃ τοῦ ἐλαίου τοῦ χρίσματος· καὶ ἐπιχεεῖς αὐτὸ ἐπὶ τὴν κεφαλὴν αὐτοῦ, καὶ χρίσεις αὐτόν.

Exodus 29:24

24 καὶ ἐπιθήσεις τὰ πάντα ἐπὶ τὰς χεῖρας Ἀαρὼν, καὶ ἐπὶ τὰς χεῖρας τῶν υἱῶν αὐτοῦ· καὶ ἀφοριεῖς αὐτὰ ἀφόρισμα ἔναντι Κυρίου.

Exodus 29:35

35 Καὶ ποιήσεις Ἀαρὼν καὶ τοῖς υἱοῖς αὐτοῦ οὕτω κατὰ πάντα ὅσα ἐνετειλάμην σοι· ἑπτὰ ἡμέρας τελειώσεις τὰς χεῖρας αὐτῶν.

Exodus 30:23-30

23 καὶ σὺ λάβε ἡδύσματα, τὸ ἄνθος σμύρνης ἐκλεκτῆς πεντακοσίους σίκλους, καὶ κινναμώμου εὐώδους τὸ ἥμισυ τούτου διακοσίους πεντήκοντα, καὶ καλάμου εὐώδους διακοσίους πεντήκοντα, 24 καὶ ἴρεως πεντακοσίους σίκλους τοῦ ἁγίου, καὶ ἔλαιον ἐξ ἐλαιῶν εἲν. 25 Καὶ ποιήσεις αὐτὸ ἔλαιον χρῖσμα ἅγιον, μύρον μυρεψικὸν τέχνῃ μυρεψοῦ· ἔλαιον χρῖσμα ἅγιον ἔσται. 26 Καὶ χρίσεις ἐξ αὐτοῦ τὴν σκηνὴν τοῦ μαρτυρίου, καὶ τὴν κιβωτὸν τῆς σκηνῆς τοῦ μαρτυρίου, 27 καὶ πάντα τὰ σκεύη αὐτῆς, καὶ τὴν λυχνίαν καὶ πάντα τὰ σκεύη αὐτῆς, καὶ τὸ θυσιαστήριον τοῦ θυμιάματος, 28 καὶ τὸ θυσιαστήριον τῶν ὁλοκαυτωμάτων καὶ πάντα αὐτοῦ τὰ σκεύη καὶ τὴν τράπεζαν καὶ πάντα τὰ σκεύη αὐτῆς, καὶ τὸν λουτῆρα. 29 Καὶ ἁγιάσεις αὐτά· καὶ ἔσται ἅγια τῶν ἁγίων· πᾶς ὁ ἁπτόμενος αὐτῶν, ἁγιασθήσεται. 30 Καὶ Ἀαρὼν καὶ τοὺς υἱοὺς αὐτοῦ χρίσεις, καὶ ἁγιάσεις αὐτοὺς ἱερατεύειν μοι.

Exodus 40:15

15 καὶ ἀλείψεις αὐτούς ὃν τρόπον ἤλειψας τὸν πατέρα αὐτῶν, καὶ ἱερατεύσουσί μοι· καὶ ἔσται, ὥστε εἶναι αὐτοῖς χρῖσμα ἱερατείας εἰς τὸν αἰῶνα, εἰς τὰς γενεὰς αὐτῶν.

Leviticus 8:1-36

1 Καὶ ἐλάλησε Κύριος πρὸς Μωυσῆν, λέγων, 2 λάβε Ἀαρὼν καὶ τοὺς υἱοὺς αὐτοῦ, καὶ τὰς στολὰς αὐτοῦ, καὶ τὸ ἔλαιον τῆς χρίσεως, καὶ τὸν μόσχον τὸν περὶ τῆς ἁμαρτίας, καὶ τοὺς δύο κριοὺς, καὶ τὸ κανοῦν τῶν ἀζύμων, 3 καὶ πᾶσαν τὴν συναγωγὴν ἐκκλησίασον ἐπὶ τὴν θύραν τῆς σκηνῆς τοῦ μαρτυρίου. 4 Καὶ ἐποίησε Μωυσῆς ὃν τρόπον συνέταξεν αὐτῷ Κύριος· καὶ ἐξεκκλησίασε τὴν συναγωγὴν ἐπὶ τὴν θύραν τῆς σκηνῆς τοῦ μαρτυρίου. 5 Καὶ εἶπε Μωυσῆς τῇ συναγωγῇ, τοῦτό ἐστι τὸ ῥῆμα, ὃ ἐνετείλατο Κύριος ποιῆσαι. 6 Καὶ προσήνεγκε Μωυσῆς τὸν Ἀαρὼν, καὶ τοὺς υἱοὺς αὐτοῦ, καὶ ἔλουσεν αὐτοὺς ὕδατι. 7 Καὶ ἐνέδυσεν αὐτὸν τὸν χιτῶνα, καὶ ἔζωσεν αὐτὸν τὴν ζώνην, καὶ ἐνέδυσεν αὐτὸν τὸν ὑποδύτην, καὶ ἐπέθηκεν ἐπʼ αὐτὸν τὴν ἐπωμίδα Καὶ συνέζωσεν αὐτὸν κατὰ τὴν ποίησιν τῆς ἐπωμίδος, καὶ συνέσφιγξεν αὐτὸν ἐν αὐτῇ· 8  καὶ ἐπέθηκεν ἐπʼ αὐτὴν τὸ λογεῖον, καὶ ἐπέθηκεν ἐπὶ τὸ λογεῖον τὴν δήλωσιν καὶ τὴν ἀλήθειαν. 9 Καὶ ἐπέθηκε τὴν μίτραν ἐπὶ τὴν κεφαλὴν αὐτοῦ, καὶ ἐπέθηκεν ἐπὶ τὴν μίτραν κατὰ πρόσωπον αὐτοῦ τὸ πέταλον τὸ χρυσοῦν τὸ καθηγιασμένον ἅγιον, ὃν τρόπον συνέταξε Κύριος τῷ Μωυσῇ.
10 Καὶ ἔλαβε Μωυσῆς ἀπὸ τοῦ ἐλαίου τῆς χρίσεως, 11 καὶ ἔῤῥανεν ἀπʼ αὐτοῦ ἐπὶ τὸ θυσιαστήριον ἑπτάκις· καὶ ἔχρισε τὸ θυσιαστήριον, καὶ ἡγίασεν αὐτὸ, καὶ πάντα τὰ ἐν αὐτῷ, καὶ τὸν λουτῆρα, καὶ τὴν βάσιν αὐτοῦ, καὶ ἡγίασεν αὐτά· καὶ ἔχρισε τὴν σκηνὴν, καὶ πάντα τὰ σκεύη αὐτῆς, καὶ ἡγίασεν αὐτήν. 12 Καὶ ἐπέχεε Μωυσῆς ἀπὸ τοῦ ἐλαίου τῆς χρίσεως ἐπὶ τὴν κεφαλὴν Ἀαρών· καὶ ἔχρισεν αὐτὸν, καὶ ἡγίασεν αὐτόν. 13 Καὶ προσήγαγε Μωυσῆς τοὺς υἱους Ἀαρὼν, καὶ ἐνέδυσεν αὐτοὺς χιτῶνας, καί ἔζωσεν αὐτοὺς ζώνας, καὶ περιέθηκεν αὐτοῖς κιδάρεις, καθάπερ συνέταξε Κύριος τῷ Μωυσῇ.
14 Καὶ προσήγαγε Μωυσῆς τὸν μόσχον τὸν περὶ τῆς ἁμαρτίας· καὶ ἐπέθηκεν Ἀαρὼν καὶ οἱ υἱοὶ αὐτοῦ τὰς χεῖρας ἐπὶ τὴν κεφαλὴν τοῦ μόσχου τοῦ τῆς ἁμαρτίας. 15 Καὶ ἔσφαξεν αὐτόν· καὶ ἔλαβε Μωυσῆς ἀπὸ τοῦ αἵματος, καὶ ἐπέθηκεν ἐπὶ τὰ κέρατα τοῦ θυσιαστηρίου κύκλῳ τῷ δακτύλῳ, καὶ ἐκαθάρισε τὸ θυσιαστήριον· καὶ τὸ αἷμα ἐξέχεεν ἐπὶ τὴν βάσιν τοῦ θυσιαστηρίου, καὶ ἡγίασεν αὐτὸ, τοῦ ἐξιλάσασθαι ἐπʼ αὐτοῦ. 16 Καὶ ἔλαβε Μωυσῆς πᾶν τὸ στέαρ τὸ ἐπὶ τῶν ἐνδοσθίων, καὶ τὸν λοβὸν τὸν ἐπὶ τοῦ ἥπατος, καὶ ἀμφοτέρους τοὺς νεφροὺς, καὶ τὸ στέαρ τὸ ἐπʼ αὐτῶν, καὶ ἀνήνεγκε Μωυσῆς ἐπὶ τὸ θυσιαστήριον. 17 Καὶ τὸν μόσχον, καὶ τὴν βύρσαν αὐτοῦ, καὶ τὰ κρέα αὐτοῦ, καὶ τὴν κόπρον αὐτοῦ, κατέκαυσεν αὐτὰ πυρὶ ἔξω τῆς παρεμβολῆς, ὃν τρόπον συνέταξε Κύριος τῷ Μωυσῇ.
18 Καὶ προσήγαγε Μωυσῆς τὸν κριὸν τὸν εἰς ὁλοκαύτωμα· καὶ ἐπέθηκεν Ἀαρὼν καὶ υἱοὶ αὐτοῦ τὰς χεῖρας αὐτῶν ἐπὶ τὴν κεφαλὴν τοῦ κριοῦ. 19  Καὶ ἔσφαξε Μωυσῆς τὸν κριόν· καὶ προσέχεε Μωυσῆς τὸ αἷμα ἐπὶ τὸ θυσιαστήριον κύκλῳ. 20 19 Καὶ τὸν κριὸν ἐκρεανόμησε κατὰ μέλη· καὶ ἀνήνεγκε Μωυσῆς τὴν κεφαλὴν, καὶ τὰ μέλη καὶ τὸ στέαρ· 21 καὶ τὴν κοιλίαν, καὶ τοὺς πόδας ἔπλυνεν ὕδατι. 20 Καὶ ἀνήνεγκε Μωυσῆς ὅλον τὸν κριὸν ἐπὶ τὸ θυσιαστήριον· ὁλοκαύτωμά ἐστιν εἰς ὀσμὴν εὐωδίας· κάρπωμά ἐστι τῷ Κυρίῳ, καθάπερ ἐνετείλατο Κύριος τῷ Μωυσῇ.
22 21 Καὶ προσήγαγε Μωυσῆς τὸν κριὸν τὸν δεύτερον, κριὸν τελειώσεως· καὶ ἐπέθηκεν Ἀαρὼν καὶ οἱ υἱοὶ αὐτοῦ τὰς χεῖρας αὐτῶν ἐπὶ τὴν κεφαλὴν τοῦ κριοῦ. 23 22 Καὶ ἔσφαξεν αὐτόν· καὶ ἔλαβε Μωυσῆς ἀπὸ τοῦ αἵματος αὐτοῦ, καὶ ἐπέθηκεν ἐπὶ τὸν λοβὸν τοῦ ὠτὸς Ἀαρὼν τοῦ δεξιοῦ, καὶ ἐπὶ τὸ ἄκρον τῆς χειρὸς τῆς δεξιᾶς, καὶ ἐπὶ τὸ ἄκρον τοῦ ποδὸς τοῦ δεξιοῦ. 24 23 Καὶ προσήγαγε Μωυσῆς τοὺς υἱοὺς Ἀαρών· καὶ ἐπέθηκε Μωυσῆς ἀπὸ τοῦ αἵματος ἐπὶ τοὺς λοβοὺς τῶν ὤτων τῶν δεξιῶν, καὶ ἐπὶ τὰ ἄκρα τῶν χειρῶν αὐτῶν τῶν δεξιῶν· καὶ ἐπὶ τὰ ἄκρα τῶν ποδῶν αὐτῶν τῶν δεξιῶν· καὶ προσέχεε Μωυσῆς τὸ αἷμα ἐπὶ τὸ θυσιαστήριον κύκλῳ. 25 24 Καὶ ἔλαβε τὸ στέαρ, καὶ τὴν ὀσφὺν, καὶ τὸ στέαρ τὸ ἐπὶ τῆς κοιλίας, καὶ τὸν λοβὸν τοῦ ἥπατος, καὶ τοὺς δύο νεφροὺς, καὶ τὸ στέαρ τὸ ἐπʼ αὐτῶν, καὶ τὸν βραχίονα τὸν δεξιόν. 26 25 Καὶ ἀπὸ τοῦ κανοῦ τῆς τελειώσεως, τοῦ ὄντος ἔναντι Κυρίου, ἔλαβεν ἄρτον ἕνα ἄζυμον, καὶ ἄρτον ἐξ ἐλαίου ἕνα, καὶ λάγανον ἓν, καὶ ἐπέθηκεν ἐπὶ τὸ στέαρ, καὶ τὸν βραχίονα τὸν δεξιόν. 27 26 Καὶ ἐπέθηκεν ἅπαντα ἐπὶ τὰς χεῖρας Ἀαρὼν, καὶ ἐπὶ τὰς χεῖρας τῶν υἱῶν αὐτοῦ, καὶ ἀνήνεγκεν αὐτά ἀφαίρεμα ἔναντι Κυρίου. 28 27 Καὶ ἔλαβε Μωυσῆς ἀπὸ τῶν χειρῶν αὐτῶν, καὶ ἀνήνεγκεν αὐτὰ Μωυσῆς ἐπὶ τὸ θυσιαστήριον, ἐπὶ τὸ ὁλοκαύτωμα τῆς τελειώσεως, ὅ ἐστιν ὀσμὴ εὐωδίας· κάρπωμά ἐστι τῷ Κυρίῳ. 29 28 Καὶ λαβὼν Μωυσῆς τὸ στηθύνιον, ἀφεῖλεν αὐτὸ ἐπίθεμα ἔναντι Κυρίου, ἀπὸ τοῦ κριοῦ τῆς τελειώσεως· καὶ ἐγένετο Μωυσῇ ἐν μερίδι, καθὰ ἐνετείλατο Κύριος τῷ Μωυσῇ.
30 29 Καὶ ἔλαβε Μωυσῆς ἀπὸ τοῦ ἐλαίου τῆς χρίσεως, καὶ ἀπὸ τοῦ αἵματος τοῦ ἐπὶ τοῦ θυσιαστηρίου, καὶ προσέῤῥανεν ἐπὶ Ἀαρὼν, καὶ τὰς στολὰς αὐτοῦ, καὶ τοὺς υἱοὺς αὐτοῦ, καὶ τὰς στολὰς τῶν υἱῶν αὐτοῦ μετʼ αὐτοῦ. 30 Καὶ ἡγίασεν Ἀαρὼν, καὶ τὰς στολὰς αὐτοῦ, καὶ τούς υἱοὺς αὐτοῦ, καὶ τὰς στολὰς τῶν υἱῶν αὐτοῦ μετʼ αὐτοῦ. 31 Καὶ εἶπε Μωυσῆς πρὸς Ἀαρὼν, καὶ τοὺς υἱοὺς αὐτοῦ, ἑψήσατε τὰ κρέα ἐν τῇ αὐλῇ τῆς σκηνῆς τοῦ μαρτυρίου ἐν τόπῳ ἁγίῳ· καὶ ἐκεῖ φάγεσθε αὐτὰ, καὶ τοὺς ἄρτους τοὺς ἐν τῷ κανῷ τῆς τελειώσεως, ὃν τρόπον συντέτακταί μοι, λέγων, Ἀαρὼν καὶ οἱ υἱοὶ αὐτοῦ φάγονται αὐτά. 32 Καὶ τὸ καταλειφθὲν τῶν κρεῶν καὶ τῶν ἄρτων ἐν πυρὶ κατακαύσατε. 33 Καὶ ἀπὸ τῆς θύρας τῆς σκηνῆς τοῦ μαρτυρίου οὐκ ἐξελεύσεσθε ἑπτὰ ἡμέρας, ἕως ἡμέρα πληρωθῇ, ἡμέρα τελειώσεως ὑμῶν· ἑπτὰ γὰρ ἡμέρας τελειώσει τὰς χεῖρας ὑμῶν. 34 Καθάπερ ἐποίησεν ἐν τῇ ἡμέρᾳ ταύτῃ, ᾗ ἐνετείλατο Κύριος τοῦ ποιῆσαι, ὥστε ἐξιλάσασθαι περὶ ὑμῶν. 35 Καὶ ἐπὶ τὴν θύραν τῆς σκηνῆς τοῦ μαρτυρίου καθήσεσθε ἑπτὰ ἡμέρας, ἡμέραν καὶ νύκτα· φυλάξεσθε τὰ φυλάγματα Κυρίου, ἵνα μὴ ἀποθάνητε· οὕτω γὰρ ἐνετείλατό μοι Κύριος ὁ Θεὸς. 36 Καὶ ἐποίησεν Ἀαρὼν καὶ οἱ υἱοὶ αὐτοῦ πάντας τοὺς λόγους, οὓς συνέταξε Κύριος τῷ Μωυσῇ.

Leviticus 10:7

7 Καὶ ἀπὸ τῆς θύρας τῆς σκηνῆς τοῦ μαρτυρίου οὐκ ἐξελεύσεσθε, ἵνα μὴ ἀποθάνητε· τὸ ἔλαιον γὰρ τῆς χρίσεως, τὸ παρὰ Κυρίου, ἐφʼ ὑμῖν, καὶ ἐποίησαν κατὰ τὸ ῥῆμα Μωυσῆ.

Numbers 3:3

3 Ταῦτα τὰ ὀνόματα τῶν υἱῶν Ἀαρὼν, οἱ ἱερεῖς οἱ ἠλειμμένοι, οὓς ἐτελείωσαν τὰς χεῖρας αὐτῶν ἱερατεύειν.

Isaiah 10:27

27 Καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, ἀφαιρεθήσεται ὁ ζυγὸς αὐτοῦ ἀπὸ τοῦ ὤμου σου, καὶ ὁ φόβος αὐτοῦ ἀπὸ σοῦ, καὶ καταφθαρήσεται ὁ ζυγὸς ἀπὸ τῶν ὤμων ὑμῶν.

Isaiah 61:1

1 Πνεῦμα Κυρίου ἐπʼ ἐμὲ, οὗ εἵνεκεν ἔχρισέ με· εὐαγγελίσασθαι πτωχοῖς ἀπέσταλκέ με, ἰάσασθαι τοὺς συντετριμένους τὴν καρδίαν, κηρύξαι αἰχμαλώτοις ἄφεσιν, καὶ τυφλοῖς ἀνάβλεψιν,

Ezekiel 43:26

26 ἑπτὰ ἡμέρας· καὶ ἐξιλάσονται τὸ θυσιαστήριον, καὶ καθαριοῦσιν αὐτὸ· καὶ πλήσουσι χεῖρας αὐτῶν.

Exodus 20:26

26 Οὐκ ἀναβήσῃ ἐν ἀναβαθμίσιν ἐπὶ τὸ θυσιαστήριόν μου, ὅπως ἂν μὴ ἀποκαλύψῃς τὴν ἀσχημοσύνην σου ἐπʼ αὐτοῦ.

Leviticus 6:10

10 Καὶ ἐνδύσεται ὁ ἱερεὺς χιτῶνα λινοῦν, καὶ περισκελὲς λινοῦν ἐνδύσεται περὶ τὸ σῶμα αὐτοῦ, καὶ ἀφελεῖ τὴν κατακάρπωσιν, ἣν ἂν καταναλώσῃ τὸ πῦρ, τὴν ὁλοκαύτωσιν ἀπὸ τοῦ θυσιαστηρίου· καὶ παραθήσει αὐτὸ ἐχόμενον τοῦ θυσιαστηρίου.

Leviticus 16:4

4 Καὶ χιτῶνα λινοῦν ἡγιασμένον ἐνδύσεται, καὶ περισκελὲς λινοῦν ἔσται ἐπὶ τοῦ χρωτὸς αὐτοῦ, καὶ ζώνῃ λινῇ ζώσεται, καὶ κίδαριν λινῆν περιθήσεται, ἱμάτια ἅγιά ἐστι· καὶ λούσεται ὕδατι πᾶν τὸ σῶμα αὐτοῦ, καὶ ἐνδύσεται αὐτά.

Ezekiel 44:18

18 Καὶ κιδάρεις λινᾶς ἕξουσιν ἐπὶ ταῖς κεφαλαῖς αὐτῶν, καὶ περισκελῆ λινᾶ ἕξουσιν ἐπὶ τὰς ὀσφύας αὐτῶν, καὶ οὐ περιζώσονται βίᾳ.

Exodus 27:21

21 ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου· ἔξωθεν τοῦ καταπετάσματος τοῦ ἐπὶ τῆς διαθήκης καύσει αὐτὸ Ἀαρὼν καὶ οἱ υἱοὶ αὐτοῦ ἀφʼ ἑσπέρας ἕως πρωῒ, ἐναντίον Κυρίου, νόμιμον αἰώνιον εἰς τὰς γενεὰς ὑμῶν παρὰ τῶν υἱῶν Ἰσραήλ.

Leviticus 5:1

1 Ἐὰν δὲ ψυχὴ ἁμάρτῃ, καὶ ἀκούσῃ φωνὴν ὁρκισμοῦ, καὶ οὗτος μάρτυς ἢ ἑώρακεν ἢ σύνοιδεν, ἐὰν μὴ ἀπαγγείλῃ, λήψεται τὴν ἁμαρτίαν.

Leviticus 5:17

17 Καὶ ἡ ψυχὴ ἣ ἂν ἁμάρτῃ, καὶ ποιήσῃ μίαν ἀπὸ πασῶν τῶν ἐντολῶν Κυρίου, ὧν οὐ δεῖ ποιεῖν, καὶ οὐκ ἔγνω, καὶ πλημμελήσῃ, καὶ λάβῃ τὴν ἁμαρτίαν,

Leviticus 17:7

7 Καὶ οὐ θύσουσιν ἔτι τὰς θυσίας αὐτῶν τοῖς ματαίοις, οἷς αὐτοὶ ἐκπορνεύουσιν ὀπίσω αὐτῶν· νόμιμον αἰώνιον ἔσται ὑμῖν εἰς τὰς γενεὰς ὑμῶν.

Leviticus 20:19-20

19 Καὶ ἀσχημοσύνην ἀδελφῆς πατρός σου, καὶ ἀδελφῆς μητρός σου οὐκ ἀποκαλύψεις· τὴν γὰρ οἰκειότητα ἀπεκάλυψεν, ἁμαρτίαν ἀποίσονται. 20 Ὃς ἂν κοιμηθῇ μετὰ τῆς συγγενοῦς αὐτοῦ, ἀσχημοσύνην τῆς συγγενείας αὐτοῦ ἀπεκάλυψεν, ἄτεκνοι ἀποθανοῦνται.

Numbers 9:13

13 Καὶ ἄνθρωπος ὃς ἐὰν καθαρὸς ᾖ, καὶ ἐν ὁδῷ μακρὰν οὐκ ἔστι, καὶ ὑστερήσῃ ποιῆσαι τὸ πάσχα, ἐξολοθρευθήσεται ἡ ψυχὴ ἐκείνη ἐκ τοῦ λαοῦ αὐτῆς, ὅτι τὸ δῶρον Κυρίῳ οὐ προσήνεγκε κατὰ τὸν καιρὸν αὐτοῦ· ἁμαρτίαν αὐτοῦ λήψεται ὁ ἄνθρωπος ἐκεῖνος.

Numbers 18:22

22 Καὶ οὐ προσελεύσονται ἔτι οἱ υἱοὶ Ἰσραὴλ εἰς τὴν σκηνὴν τοῦ μαρτυρίου λαβεῖν ἁμαρτίαν θανατηφόρον.

Cross Reference data is from OpenBible.info, retrieved June 28, 2010, and licensed under a Creative Commons Attribution License.