Exodus 25:7 Cross References - Brenton_Greek

7 καὶ λίθους Σαρδίου, καὶ λίθους εἰς τὴν γλυφὴν εἰς τὴν ἐπωμίδα, καὶ τὸν ποδήρη.

Exodus 28:4

4 Καὶ αὗται αἱ στολαί, ἃς ποιήσουσι· τὸ περιστήθιον, καὶ τὴν ἐπωμίδα, καὶ τὸν ποδήρη, καὶ χιτῶνα κοσυμβωτὸν, καὶ κίδαριν, καὶ ζώνην· καὶ ποιήσουσι στολὰς ἁγίας Ἀαρὼν καὶ τοῖς υἱοῖς αὐτοῦ εἰς τὸ ἱερατεύειν μοι.

Exodus 28:6-30

6 Καὶ ποιήσουσι τὴν ἐπωμίδα ἐκ βύσσου κεκλωσμένης, ἔργον ὑφαντὸν ποικιλτοῦ. 7 Δύο ἐπωμίδες συνέχουσαι ἔσονται αὐτῷ ἑτέρα τὴν ἑτέραν, ἐπὶ τοῖς δυσὶ μέρεσιν ἐξηρτημέναι. 8 Καὶ τὸ ὕφασμα τῶν ἐπωμίδων ὅ ἐστιν ἐπʼ αὐτῷ, κατὰ τὴν ποίησιν ἐξ αὐτοῦ ἔσται ἐκ χρυσίου καθαροῦ, καὶ ὑακίνθου, καὶ πορφύρας, καὶ κοκκίνου διανενησμένου, καὶ βύσσου κεκλωσμένης. 9 Καὶ λήψῃ τοὺς δύο λίθους, λίθους σμαράγδου, καὶ γλύψεις ἐν αὐτοῖς τὰ ὀνόματα τῶν υἱῶν Ἰσραήλ. 10 Ἓξ ὀνόματα ἐπὶ τὸν λίθον τὸν ἕνα, καὶ τὰ ἓξ ὀνόματα τὰ λοιπὰ ἐπὶ τὸν λίθον τὸν δεύτερον κατὰ τὰς γενέσεις αὐτῶν. 11 Ἔργον λιθουργικῆς τέχνης· γλύμμα σφραγῖδος διαγλύψεις τοὺς δύο λίθους ἐπὶ τοῖς ὀνόμασι τῶν υἱῶν Ἰσραήλ. 12 Καὶ θήσεις τοὺς δύο λίθους ἐπὶ τῶν ὤμων τῆς ἐπωμίδος· λίθοι μνημοσύνου εἰσὶ τοῖς υἱοῖς Ἰσραήλ· καὶ ἀναλήψεται Ἀαρὼν τὰ ὀνόματα τῶν υἱῶν Ἰσραὴλ ἔναντι Κυρίου ἐπὶ τῶν δύο ὤμων αὐτοῦ, μνημόσυνον περὶ αὐτῶν. 13 Καὶ ποιήσεις ἀσπιδίσκας ἐκ χρυσίου καθαροῦ. 14 Καὶ ποιήσεις δύο κροσσωτὰ ἐκ χρυσίου καθαροῦ, καταμεμιγμένα ἐν ἄνθεσιν, ἔργον πλοκῆς· καὶ ἐπιθήσεις τὰ κροσσωτὰ τὰ πεπλεγμένα ἐπὶ τὰς ἀσπιδίσκας, κατὰ τὰς παρωμίδας αὐτῶν ἐκ τῶν ἐμπροσθίων.
15 Καὶ ποιήσεις λογεῖον τῶν κρίσεων, ἔργον ποικιλτοῦ· κατὰ τὸν ῥυθμὸν τῆς ἐπωμίδος ποιήσεις αὐτό ἐκ χρυσίου, καὶ ὑακίνθου, καὶ πορφύρας, καὶ κοκκίνου κεκλωσμένου, καὶ βύσσου κεκλωσμένης. 16 Ποιήσεις αὐτό τετράγωνον· ἔσται διπλοῦν, σπιθαμῆς τὸ μῆκος αὐτοῦ, καὶ σπιθαμῆς τὸ εὖρος. 17 Καὶ καθυφανεῖς ἐν αὐτῷ ὕφασμα κατάλιθον τετράστιχον· στίχος λίθων ἔσται, σάρδιον, τοπάζιον, καὶ σμάραγδος, ὁ στίχος ὁ εἷς. 18 Καὶ ὁ στίχος ὁ δεύτερος, ἄνθραξ, καὶ σάπφειρος, καὶ ἴασπις· 19 Καὶ ὁ στίχος ὁ τρίτος, λιγύριον, ἀχάτης, ἀμέθυστος· 20 Καὶ ὁ στίχος ὁ τέταρτος, χρυσόλιθος καὶ βηρύλλιον, καὶ ὀνύχιον, περικεκαλυμμένα χρυσίῳ, συνδεδεμένα ἐν χρυσίῳ· ἔστωσαν κατὰ στίχον αὐτῶν. 21 Καὶ οἱ λίθοι ἔστωσαν ἐκ τῶν ὀνομάτων τῶν υἱῶν Ἰσραὴλ δεκαδύο κατὰ τὰ ὀνόματα αὐτῶν· γλυφαὶ σφραγίδων, ἕκαστος κατὰ τὸ ὄνομα ἔστωσαν εἰς δεκαδύο φυλάς. 22 Καὶ ποιήσεις ἐπὶ τὸ λογεῖον κρωσσοὺς συμπεπλεγμένους, ἔργον ἁλυσιδωτὸν ἐκ χρυσίου καθαροῦ. 23 24 25 26 27 28 29 23 Καὶ λήψεται Ἀαρὼν τὰ ὀνόματα τῶν υἱῶν Ἰσραὴλ ἐπὶ τοῦ λογείου τῆς κρίσεως ἐπὶ τοῦ στήθους, εἰσιόντι εἰς τὸ ἅγιον μνημόσυνον ἐναντίον τοῦ Θεοῦ. 24 Καὶ θήσεις ἐπὶ τὸ λογεῖον τῆς κρίσεως τοὺς κρωσσούς· τὰ ἁλυσιδωτὰ ἐπʼ ἀμφοτέρων τῶν κλιτῶν τοῦ λογείου ἐπιθήσεις. 25 Καὶ τὰς δύο ἀσπιδίσκας ἐπιθήσεις ἐπʼ ἀμφοτέρους τοὺς ὤμους τῆς ἐπωμίδος κατὰ πρόσωπον. 30 26 Καὶ ἐπιθήσεις ἐπὶ τὸ λογεῖον τῆς κρίσεως τὴν δήλωσιν καὶ τὴν ἀλήθειαν· καὶ ἔσται ἐπὶ τοῦ στήθους Ἀαρών, ὅταν εἰσπορεύηται εἰς τὸ ἅγιον ἔναντι Κυρίου· καὶ οἴσει Ἀαρὼν τὰς κρίσεις τῶν υἱῶν Ἰσραὴλ ἐπὶ τοῦ στήθους ἔναντι Κυρίου διαπαντός.

Cross Reference data is from OpenBible.info, retrieved June 28, 2010, and licensed under a Creative Commons Attribution License.