33 Καὶ οὐκ ἐγκαθήσονται ἐν τῇ γῇ σου, ἵνα μὴ ἁμαρτεῖν σε ποιήσωσι πρὸς με· ἐὰν γὰρ δουλεύσῃς τοῖς θεοῖς αὐτῶν, οὗτοι ἔσονταί σοι πρόσκομμα.
Exodus 23:33 Cross References - Brenton_Greek
Exodus 34:12
12 Πρόσεχε σεαυτῷ, μή ποτε θῇς διαθήκην τοῖς ἐγκαθημένοις ἐπὶ τῆς γῆς, εἰς ἣν εἰσπορεύῃ εἰς αὐτήν, μή σοι γένηται πρόσκομμα ἐν ὑμῖν.
Deuteronomy 7:2-3
Deuteronomy 7:16
16 Καὶ φαγῇ πάντα τὰ σκῦλα τῶν ἐθνῶν, ἃ Κύριος ὁ Θεός σου δίδωσί σοι· οὐ φείσεται ὁ ὀφθαλμός σου ἐπʼ αὐτοῖς, καὶ οὐ μὴ λατρεύσῃς τοῖς θεοῖς αὐτῶν· ὅτι σκῶλον τοῦτό ἐστί σοί.
Deuteronomy 12:30
30 πρόσεχε σεαυτῷ μὴ ἐκζητήσῃς ἐπακολουθῆσαι αὐτοῖς μετὰ τὸ ἐξολοθρευθῆναι αὐτοὺς ἀπὸ προσώπου σου, λέγων, πῶς ποιοῦσι τὰ ἔθνη ταῦτα τοῖς θεοῖς αὐτῶν; ποιήσω κἀγώ.
Joshua 23:13
13 γινώσκετε ὅτι οὐ μὴ προσθῇ Κύριος τοῦ ἐξολοθρεῦσαι τὰ ἔθνη ταῦτα ἀπὸ προσώπου ὑμῶν· καὶ ἔσονται ὑμῖν εἰς παγίδας, καὶ εἰς σκάνδαλα, καὶ εἰς ἥλους ἐν ταῖς πτέρναις ὑμῶν, καὶ εἰς βολίδας ἐν τοῖς ὀφθαλμοῖς ὑμῶν, ἕως ἂν ἀπόλησθε ἀπὸ τῆς γῆς τῆς ἀγαθῆς ταύτης, ἣν ἔδωκεν ὑμῖν Κύριος ὁ Θεὸς ὑμῶν.
Judges 2:3
3 Κἀγὼ εἶπον, οὐ μὴ ἐξάρω αὐτοὺς ἐκ προσώπου ὑμῶν, καὶ ἔσονται ὑμῖν εἰς συνοχάς, καὶ οἱ θεοὶ αὐτῶν ἔσονται ὑμῖν εἰς σκάνδαλον.
1 Samuel 18:21
21 Καὶ εἶπε Σαοὺλ, δώσω αὐτὴν αὐτῷ, καὶ ἔσται αὐτῷ εἰς σκάνδαλον· καὶ ἦν ἐπὶ Σαοὺλ χεὶρ ἀλλοφύλων.
1 Kings 14:16
2 Chronicles 33:9
9 Καὶ ἐπλάνησε Μανασσῆς τὸν Ἰούδαν καὶ τοὺς κατοικοῦντας ἐν Ἱερουσαλὴμ, τοῦ ποιῆσαι τὸ πονηρὸν ὑπὲρ πάντα τὰ ἔθνη ἃ ἐξῇρε Κύριος ἀπὸ προσώπου υἱῶν Ἰσραήλ.
Psalms 106:36
36 Καὶ ἐδούλευσαν τοῖς γλυπτοῖς αὐτῶν, καὶ ἐγενήθη αὐτοῖς εἰς σκάνδαλον.