Exodus 16:3 Cross References - Brenton_Greek

3 Καὶ εἶπαν πρὸς αὐτοὺς οἱ υἱοὶ Ἰσραὴλ, ὄφελον ἀπεθάνομεν πληγέντες ὑπὸ Κυρίου ἐν γῇ Αἰγύπτῳ, ὅταν ἐκαθίσαμεν ἐπὶ τῶν λεβήτων τῶν κρεῶν, καὶ ἠσθίομεν ἄρτους εἰς πλησμονήν· ὅτι ἐξήγαγετε ἡμᾶς εἰς τὴν ἔρημον ταύτην, ἀποκτεῖναι πᾶσαν τὴν συναγωγὴν ταύτην ἐν λιμῷ.

Exodus 2:23

23 Μετὰ δὲ τὰς ἡμέρας τὰς πολλὰς ἐκείνας, ἐτελεύτησεν ὁ βασιλεὺς Αἰγύπτου, καὶ κατεστέναξαν οἱ υἱοὶ Ἰσραὴλ ἀπὸ τῶν ἔργων, καὶ ἀνεβόησαν· καὶ ἀνέβη ἡ βοὴ αὐτῶν πρὸς τὸν Θεὸν ἀπὸ τῶν ἔργων.

Exodus 5:21

21 Καὶ εἶπαν αὐτοῖς, ἴδοι ὁ Θεὸς ὑμᾶς καὶ κρίναι, ὅτι ἐβδελύξατε τὴν ὀσμὴν ἡμῶν ἐναντίον Φαραὼ, καὶ ἐναντίον τῶν θεραπόντων αὐτοῦ, δοῦναι ῥομφαίαν εἰς τὰς χεῖρας αὐτοῦ, ἀποκτεῖναι ἡμᾶς.

Exodus 17:3

3 Ἐδίψησε δὲ ἐκεῖ ὁ λαὸς ὕδατι· καὶ διεγόγγυζεν ἐκεῖ ὁ λαὸς πρὸς Μωυσῆν, λέγοντες, ἱνατί τοῦτο; ἀνεβίβασας ἡμᾶς ἐξ Αἰγύπτου ἀποκτεῖναι ἡμᾶς καὶ τὰ τέκνα ἡμῶν καὶ τὰ κτήνη τῷ δίψει;

Numbers 11:4-5

4 Καὶ ὁ ἐπίμικτος ὁ ἐν αὐτοῖς ἐπεθύμησεν ἐπιθυμίαν· καὶ καθίσαντες ἔκλαιον καὶ οἱ υἱοὶ Ἰσραὴλ, καὶ εἶπαν, τίς ἡμᾶς ψωμιεῖ κρέα; 5 Ἐμνήσθημεν τοὺς ἰχθύας, οὓς ἠσθίομεν ἐν Αἰγύπτῳ δωρεὰν, καὶ τοὺς σικύους, καὶ τοὺς πέπονας, καὶ τὰ πράσα, καὶ τὰ κρόμμυα, καὶ τὰ σκόρδα.

Numbers 11:15

15 Εἰ δʼ οὕτω σὺ ποιεῖς μοι, ἀπόκτεινόν με ἀναιρέσει, εἰ εὕρηκα ἔλεος παρὰ σοί, ἵνα μὴ ἴδω τὴν κάκωσίν μου.

Numbers 14:2

2 Καὶ διεγόγγυζον ἐπὶ Μωυσῆν καὶ Ἀαρὼν πάντες οἱ υἱοὶ Ἰσραήλ· καὶ εἶπαν πρὸς αὐτοὺς πᾶσα ἡ συναγωγή, Ὄφελον ἀπεθάνομεν ἐν γῇ Αἰγύπτῳ, ἢ ἐν γῇ ἐρήμῳ ταύτῃ, εἰ ἀπεθάνομεν·

Numbers 16:13

13 Μὴ μικρὸν τοῦτο, ὅτι ἀνήγαγες ἡμᾶς εἰς γῆν ῥέουσαν γάλα καὶ μέλι, ἀποκτεῖναι ἡμᾶς ἐν τῇ ἐρήμῳ, ὅτι κατάρχεις ἡμῶν;

Numbers 16:41

41 Καὶ ἐγόγγυσαν οἱ υἱοὶ Ἰσραὴλ τῇ ἐπαύριον ἐπὶ Μωυσῆν καὶ Ἀαρὼν, λέγοντες, ὑμεῖς ἀπεκτάγκατε τὸν λαὸν Κυρίου.

Numbers 20:3-5

3 Καὶ ἐλοιδορεῖτο ὁ λαὸς πρὸς Μωυσῆν, λέγοντες, ὄφελον ἀπεθάνομεν ἐν τῇ ἀπωλείᾳ τῶν ἀδελφῶν ἡμῶν ἔναντι Κυρίου. 4 Καὶ ἱνατί ἀνηγάγετε τὴν συναγωγὴν Κυρίου εἰς τὴν ἔρημον ταύτην ἀποκτεῖναι ἡμᾶς, καὶ τὰ κτήνη ἡμῶν; 5 Καὶ ἱνατί τοῦτο; ἀνηγάγετε ἡμᾶς ἐξ Αἰγύπτου, παραγενέσθαι εἰς τὸν τόπον τὸν πονηρὸν τοῦτον· τόπος οὗ οὐ σπείρεται, οὐδὲ συκαῖ, οὐδὲ ἄμπελοι, οὔτε ῥοαί, οὔτε ὕδωρ ἐστὶ πιεῖν.

Deuteronomy 8:3

3 Καὶ ἐκάκωσέ σε, καὶ ἐλιμαγχόνησέ σε, καὶ ἐψώμισέ σε τὸ μάννα, ὃ οὐκ ᾔδεισαν οἱ πατέρες σου· ἵνα ἀναγγείλῃ σοι, ὅτι οὐκ ἐπʼ ἄρτῳ μόνῳ ζήσεται ὁ ἄνθρωπος, ἀλλʼ ἐπὶ παντὶ ῥήματι τῷ ἐκπορευομένῳ διὰ στόματος Θεοῦ ζήσεται ὁ ἄνθρωπος.

Deuteronomy 28:67

67 Τὸ πρωῒ ἐρεῖς, πῶς ἂν γένοιτο ἑσπέρα· καὶ τὸ ἑσπέρας ἐρεῖς, πῶς ἂν γένοιτο πρωΐ· ἀπὸ τοῦ φόβου τῆς καρδίας σου ἃ φοβηθήση, καὶ ἀπὸ τῶν ὁραμάτων τῶν ὀφθαλμῶν σου ὧν ὄψῃ.

Joshua 7:7

7 Καὶ εἶπεν Ἰησοῦς, δέομαι Κύριε· ἱνατί διεβίβασεν ὁ παῖς σου τὸν λαὸν τοῦτον τὸν Ἰορδάνην παραδοῦναι αὐτὸν τῷ Ἀμοῤῥαίῳ, ἀπολέσαι ἡμᾶς; καὶ εἰ κατεμείναμεν καὶ κατῳκίσθημεν παρὰ τὸν Ἰορδάνην.

2 Samuel 18:33

33 Καὶ ἐταράχθη ὁ βασιλεὺς, καὶ ἀνέβη εἰς τὸ ὑπερῷον τῆς πύλης, καὶ ἔκλαυσε· καὶ οὕτως εἶπεν ἐν τῷ πορεύεσθαι αὐτὸν, υἱέ μου Ἀβεσσαλὼμ, υἱέ μου, υἱέ μου Ἀβεσσαλώμ· τίς δῴη τὸν θάνατόν μου ἀντὶ σοῦ; ἐγὼ ἀντὶ σοῦ Ἀβεσσαλὼμ, υἱέ μου υἱέ μου.

Job 3:1

1 Μετὰ τοῦτο ἤνοιξεν Ἰὼβ τὸ στόμα αὐτοῦ, καὶ κατηράσατο τὴν ἡμέραν αὐτοῦ,

Job 3:10

10 Ὅτι οὐ συνέκλεισε πύλας γαστρὸς μητρός μου, ἀπήλλαξε γὰρ ἂν πόνον ἀπὸ ὀφθαλμῶν μου.

Job 3:20

20 Ἱνατί γὰρ δέδοται τοῖς ἐν πικρίᾳ φῶς; ζωὴ δὲ ταῖς ἐν ὀδύναις ψυχαῖς,

Jeremiah 2:6

6 Καὶ οὐκ εἶπαν, ποῦ ἐστι Κύριος, ὁ ἀναγαγὼν ἡμᾶς ἐκ γῆς Αἰγύπτου, ὁ καθοδηγήσας ἡμᾶς ἐν τῇ ἐρήμῳ ἐν γῇ ἀπείρῳ καὶ ἀβάτῳ, ἐν γῇ ἀνύδρῳ καὶ ἀκάρπῳ, ἐν γῇ, ᾗ οὐ διώδευσεν ἐν αὐτῇ ἀνὴρ οὐθὲν, καὶ οὐ κατῴκησεν ἄνθρωπος ἐκεῖ;

Jeremiah 20:14-18

14 Ἐπικατάρατος ἡ ἡμέρα ἐν ᾗ ἐτέχθην ἐν αὐτῇ· ἡ ἡμέρα ἐν ᾗ ἔτεκέ με ἡ μήτηρ μου, μὴ ἔστω ἐπευκτή. 15 Ἐπικατάρατος ὁ ἄνθρωπος ὁ εὐαγγελισάμενος τῷ πατρί μου λέγων, ἐτέχθη σοι ἄρσην· εὐφραινόμενος 16 ἔστω ὁ ἄνθρωπος ἐκεῖνος, ὡς αἱ πόλεις ἃς κατέστρεψε Κύριος ἐν θυμῷ καὶ οὐ μετεμελήθη· ἀκουσάτω κραυγῆς τῷ πρωῒ, καὶ ἀλαλαγμοῦ μεσημβρίας, 17 ὅτι οὐκ ἀπέκτεινέ με ἐν μήτρᾳ, καὶ ἐγένετό μοι ἡ μήτηρ μου τάφος μου, καὶ ἡ μήτρα συλλήψεως αἰωνίας. 18 Ἱνατί τοῦτο ἐξῆλθον ἐκ μήτρας, τοῦ βλέπειν κόπους καὶ πόνους, καὶ διετέλεσαν ἐν αἰσχύνῃ αἱ ἡμέραι μου;

Lamentations 4:9

9 ΤΗΘ. Καλοὶ ἦσαν οἱ τραυματίαι ῥομφαίας, ἢ οἱ τραυματίαι λιμοῦ· ἐπορεύθησαν ἐκκεκεντημένοι ἀπὸ γεννημάτων ἀγρῶν.

Jonah 4:8-9

8 Καὶ ἐγένετο ἅμα τῷ ἀνατεῖλαι τὸν ἥλιον, καὶ προσέταξεν ὁ Θεὸς πνεύματι καύσωνι συγκαίοντι, καὶ ἐπάταξεν ὁ ἥλιος ἐπὶ τὴν κεφαλὴν τοῦ Ἰωνᾶ· καὶ ὠλιγοψύχησε, καὶ ἐπελέγετο τὴν ψυχὴν αὐτοῦ, καὶ εἶπε, καλόν μοι ἀποθανεῖν με ἢ ζῆν. 9 Καὶ εἶπεν ὁ Θεὸς πρὸς Ἰωνᾶν, εἰ σφόδρα λελύπησαι σὺ ἐπὶ τῇ κολοκύνθῃ; καὶ εἶπε, σφόδρα λελύπημαι ἐγὼ ἑως θανάτου.

Cross Reference data is from OpenBible.info, retrieved June 28, 2010, and licensed under a Creative Commons Attribution License.