Esther 10:3 Cross References - Brenton_Greek

3 Ὁ δὲ Μαρδοχαῖος διεδέχετο τὸν βασιλέα Ἀρταξέρξην, καὶ μέγας ἦν ἐν τῇ βασιλείᾳ, καὶ δεδοξασμένος ὑπὸ τῶν Ιουδαίων· καὶ φιλούμενος διηγεῖτο τὴν ἀγωγὴν παντὶ τῷ ἔθνει αὐτοῦ.
“Καὶ εἶπεν Μαρδοχαῖος, Παρὰ τοῦ θεοῦ ἐγένετο ταῦτα. Ἐμνήσθην γὰρ περὶ τοῦ ἐνυπνίου οὗ εἶδον περὶ τῶν λόγων τούτων· οὐδὲ γὰρ παρῆλθεν ἀπ’ αὐτῶν λόγος. Ἡ μικρὰ πηγή ἣ ἐγένετο ποταμὸς, καὶ ἦν φῶς καὶ ἥλιος καὶ ὕδωρ πολύ. Ἐσθηρ ἐστὶν ὁ ποταμός, ἣν ἐγάμησεν ὁ βασιλεὺς, καὶ ἐποίησεν βασίλισσαν. Οἱ δὲ δύο δράκοντες, ἐγώ εἰμι καὶ Αμάν. Τὰ δὲ ἔθνη, τὰ ἐπισυναχθέντα ἀπολέσαι τὸ ὄνομα τῶν Ιουδαίων. Τὸ δὲ ἔθνος τὸ ἐμόν, οὗτός ἐστιν Ισραὴλ, οἱ βοήσαντες πρὸς τὸν θεὸν, καὶ σωθέντες· καὶ ἔσωσεν κύριος τὸν λαὸν αὐτοῦ, καὶ ἐῥύσατο κύριος ἡμᾶς ἐκ πάντων τῶν κακῶν τούτων· καὶ ἐποίησεν ὁ θεὸς τὰ σημεῖα, καὶ τὰ τέρατα τὰ μεγάλα, ἃ οὐ γέγονεν ἐν τοῖς ἔθνεσι. Διὰ τοῦτο ἐποίησεν κλήρους δύο, ἕνα τῷ λαῷ τοῦ θεοῦ, καὶ ἕνα πᾶσι τοῖς ἔθνεσι. Καὶ ἦλθον οἱ δύο κλῆροι οὗτοι εἰς ὥραν καὶ καιρὸν, καὶ εἰς ἡμέραν κρίσεως, ἐνώπιον τοῦ θεοῦ καὶ ἐν πᾶσι τοῖς ἔθνεσιν. Καὶ ἐμνήσθη ὁ θεὸς τοῦ λαοῦ αὐτοῦ, καὶ ἐδικαίωσεν τὴν κληρονομίαν αὐτοῦ. Καὶ ἔσονται αὐτοῖς αἱ ἡμέραι αὗται, ἐν μηνὶ Αδαρ, τῇ τεσσαρεσκαιδεκάτῃ καὶ τῇ πεντεκαιδεκάτῃ τοῦ μηνὸς, μετὰ συναγωγῆς καὶ χαρᾶς καὶ εὐφροσύνης ἐνώπιον τοῦ θεοῦ, κατὰ γενεὰς εἰς τὸν αἰῶνα ἐν τῷ λαῷ αὐτοῦ Ισραήλ.
“Ἔτους τετάρτου βασιλεύοντος Πτολεμαίου καὶ Κλεοπάτρας, εἰσήνεγκεν Δωσίθεος, ὃς ἔφη εἶναι ἱερεὺς καὶ Λευίτης, καὶ Πτολεμαῖος ὁ υἱὸς αὐτοῦ, τὴν προκειμένην ἐπιστολὴν τῶν Φρουραὶ, ἣν ἔφασαν εἶναι, καὶ ἑρμηνευκέναι Λυσίμαχον Πτολεμαίου τῶν ἐν Ιερουσαλήμ.”
Τέλος τῆς Ἐσθήρ.

Genesis 41:40

40 Σὺ ἔσῃ ἐπὶ τῷ οἴκῳ μου, καὶ ἐπὶ τῷ στόματί σου ὑπακούσεται πᾶς ὁ λαός μου· πλὴν τὸν θρόνον ὑπερέξω σου ἐγώ.

Genesis 41:43-44

43 Καὶ ἀνεβίβασεν αὐτὸν ἐπὶ τὸ ἅρμα τὸ δεύτερον τῶν αὐτοῦ· καὶ ἐκήρυξεν ἔμπροσθεν αὐτοῦ κήρυξ· καὶ κατέστησεν αὐτὸν ἐφʼ ὅλης γῆς Αἰγύπτου. 44 Εἶπε δὲ Φαραὼ τῷ Ἰωσὴφ, ἐγὼ Φαραώ· ἄνευ σοῦ οὐκ ἐξαρεῖ οὐδεὶς τὴν χεῖρα αὐτοῦ ἐπὶ πάσης γῆς Αἰγύπτου.

1 Samuel 23:17

17 καὶ εἶπε πρὸς αὐτὸν, μὴ φοβοῦ, ὅτι οὐ μὴ εὕρῃ σε ἡ χεὶρ Σαοὺλ τοῦ πατρός μου, καὶ σὺ βασιλεύσεις ἐπὶ Ἰσραὴλ, καὶ ἐγὼ ἔσομαί σοι εἰς δεύτερον, καὶ Σαοὺλ ὁ πατήρ μου οἶδεν οὕτως.

2 Chronicles 28:7

7 Καὶ ἀπέκτεινε Ζεχρὶ ὁ δυνατὸς τοῦ Ἐφραὶμ τὸν Μαασίαν τὸν υἱὸν τοῦ βασιλέως, καὶ τὸν Ἐζρικὰν ἡγούμενον τοῦ οἴκου αὐτοῦ, καὶ τὸν Ἑλκανὰ τὸν διάδοχον τοῦ βασιλέως.

Nehemiah 2:10

10 Καὶ ἤκουσε Σαναβαλλὰτ ὁ Ἀρωνὶ, καὶ Τωβία ὁ δοῦλος Ἀμμωνὶ, καὶ πονηρὸν αὐτοῖς ἐγένετο, ὅτι ἥκει ὁ ἄνθρωπος ζητῆσαι ἀγαθὸν τοῖς υἱοῖς Ἰσραήλ.

Esther 3:2

2 καὶ πάντες οἱ ἐν τῇ αὐλῇ προσεκύνουν αὐτῷ· οὕτως γὰρ προσέταξεν ὁ βασιλεὺς ποιῆσαι· ὁ δὲ Μαρδοχαῖος οὐ προσεκύνει αὐτῷ.

Psalms 122:6-9

6 Ἐρωτήσατε δὴ τὰ εἰς εἰρήνην τὴν Ἱερουσαλὴμ, καὶ εὐθηνία τοῖς ἀγαπῶσί σε. 7 Γενέσθω δὴ εἰρήνη ἐν τῇ δυνάμει σου, καὶ εὐθηνία ἐν ταῖς πυργοβάρεσί σου. 8 Ἕνεκα τῶν ἀδελφῶν μου καὶ τῶν πλησίον μου, ἐλάλουν δὴ εἰρήνην περὶ σοῦ. 9 Ἕνεκα τοῦ οἴκου Κυρίου τοῦ Θεοῦ ἡμῶν ἐξεζήτησα ἀγαθά σοι.

Daniel 5:16

16 Καὶ ἐγὼ ἤκουσα περὶ σοῦ, ὅτι δύνασαι κρίματα συγκρῖναι· νῦν οὖν ἐὰν δυνηθῇς τὴν γραφὴν ἀναγνῶναι, καὶ τὴν σύγκρισιν αὐτῆς γνωρίσαι μοι, πορφύραν ἐνδύσῃ, καὶ ὁ μανιάκης ὁ χρυσοῦς ἔσται ἐπὶ τὸν τράχηλόν σου, καὶ τρίτος ἐν τῇ βασιλείᾳ μου ἄρξεις.

Daniel 5:29

29 Καὶ εἶπε Βαλτάσαρ, καὶ ἐνέδυσαν τὸν Δανιὴλ πορφύραν, καὶ τὸν μανιάκην τὸν χρυσοῦν περιέθηκαν περὶ τὸν τράχηλον αὐτοῦ, καὶ ἐκήρυξε περὶ αὐτοῦ, εἶναι αὐτὸν ἄρχοντα τρίτον ἐν τῇ βασιλείᾳ.

Cross Reference data is from OpenBible.info, retrieved June 28, 2010, and licensed under a Creative Commons Attribution License.