Deuteronomy 8:7 Cross References - Brenton_Greek

7 Ὁ γὰρ Κύριος ὁ Θεός σου εἰσάξει σε εἰς γῆν ἀγαθὴν καὶ πολλὴν, οὗ χείμαῤῥοι ὑδάτων, καὶ πηγαὶ ἀβύσσων ἐκπορευόμεναι διὰ τῶν πεδίων καὶ διὰ τῶν ὀρέων·

Exodus 3:8

8 καὶ κατέβην ἐξελέσθαι αὐτοὺς ἐκ χειρὸς τῶν Αἰγυπτίων, καὶ ἐξαγαγεῖν αὐτοὺς ἐκ τῆς γῆς ἐκείνης, καὶ εἰσαγαγεῖν αὐτοὺς εἰς γῆν ἀγαθὴν καὶ πολλήν, εἰς γῆν ῥέουσαν γάλα καὶ μέλι, εἰς τὸν τόπον τῶν Χαναναίων, καὶ Χετταίων, καὶ Ἀμοῤῥαίων, καὶ Φερεζαίων, καὶ Γεργεσαίων, καὶ Εὐαίων, καὶ Ἰεβουσαίων.

Deuteronomy 6:10-11

10 Καὶ ἔσται ὅταν εἰσαγάγῃ σε Κύριος ὁ Θεὸς σου εἰς τὴν γῆν ἣν ὤμοσε τοῖς πατράσι σου, τῷ Ἁβραὰμ, καὶ τῷ Ἰσαακ, καὶ τῷ Ἰακὼβ, δοῦναί σοι πόλεις μεγάλας καὶ καλάς, ἃς οὐκ ᾠκοδόμησας, 11 οἰκίας πλήρεις πάντων ἀγαθῶν ἃς οὐκ ἐνέπλησας, λάκκους λελατομημένους οὓς οὐκ ἐξελατόμησας, ἀμπελῶνας καὶ ἐλαιῶνας οὓς οὐ κατεφύτευσας, καὶ φαγὼν καὶ ἐμπλησθεὶς,

Deuteronomy 11:9-12

9 Ἵνα μακροημερεύσητε ἐπὶ τῆς γῆς, ἧς ὤμοσε Κύριος τοῖς πατράσιν ὑμῶν δοῦναι αὐτοῖς καὶ τῷ σπέρματι αὐτῶν μετʼ αὐτοὺς, γῆν ῥέουσαν γάλα καὶ μέλι. 10 Ἔστι γὰρ ἡ γῆ εἰς ἣν εἰσπορεύῃ ἐκεῖ κληρονομῆσαι αὐτὴν, οὐχ ὥσπερ γῆ Αἰγύπτου ἐστὶν, ὅθεν ἐκπεπόρευσθε ἐκεῖθεν, ὅταν σπείρωσι τὸν σπόρον, καὶ ποτίζωσι τοῖς ποσὶν αὐτῶν, ὡσεὶ κῆπον λαχανείας. 11 Ἡ δὲ γῆ εἰς ἣν εἰσπορεύῃ ἐκεῖ κληρονομῆσαι αὐτὴν, γῆ ὀρεινὴ καὶ πεδεινὴ· ἐκ τοῦ ὑετοῦ τοῦ οὐρανοῦ πίεται ὕδωρ. 12 Γῆ, ἣν Κύριος ὁ Θεός σου ἐπισκοπεῖται αὐτὴν διαπαντὸς, οἱ ὀφθαλμοὶ Κυρίου τοῦ Θεοῦ σου ἐπʼ αὐτῆς ἀπʼ ἀρχῆς τοῦ ἐνιαυτοῦ καὶ ἕως συντελείας τοῦ ἐνιαυτοῦ.

Nehemiah 9:24-25

24 καὶ ἐξέτριψας ἐνώπιον αὐτῶν τοὺς κατοικοῦντας τὴν γῆν τῶν Χαναναίων, καὶ ἔδωκας αὐτοὺς εἰς τὰς χεῖρας αὐτῶν καὶ τοὺς βασιλεῖς αὐτῶν καὶ τοὺς λαοὺς τῆς γῆς, ποιῆσαι αὐτοῖς ὡς ἀρεστὸν ἐνώπιον αὐτῶν. 25 Καὶ κατελάβοσαν πόλεις ὑψηλὰς, καὶ ἐκληρονόμησαν οἰκίας πλήρεις πάντων ἀγαθῶν, λάκκους λελατομημένους, ἀμπελῶνας καὶ ἐλαιῶνας, καὶ πᾶν ξύλον βρώσιμον εἰς πλῆθος· καὶ ἐφάγοσαν καὶ ἐνεπλήσθησαν καὶ ἐλιπάνθησαν, καὶ ἐτρύφησαν ἐν ἀγαθωσύνῃ σου τῇ μεγάλῃ.

Psalms 65:9-13

9 Ἐπεσκέψω τὴν γῆν καὶ ἐμέθυσας αὐτήν, ἐπλήθυνας τοῦ πλουτίσαι αὐτὴν· ὁ ποταμὸς τοῦ Θεοῦ ἐπληρώθη ὑδάτων· ἡτοίμασας τὴν τροφὴν αὐτῶν, ὅτι οὕτως ἡ ἑτοιμασία. 10 Τοὺς αὔλακας αὐτῆς μέθυσον, πλήθυνον τὰ γεννήματα αὐτῆς, ἐν ταῖς σταγόσιν αὐτῆς εὐφρανθήσεται ἀνατέλλουσα. 11 Εὐλογήσεις τὸν στέφανον τοῦ ἐνιαυτοῦ τῆς χρηστότητός σου, καὶ τὰ πεδία σου πλησθήσονται πιότητος. 12 Πιανθήσεται τὰ ὄρη τῆς ἐρήμου, καὶ ἀγαλλίασιν οἱ βουνοὶ περιζώσονται. 13 Ἐνεδύσαντο οἱ κριοὶ τῶν προβάτων, καὶ αἱ κοιλάδες πληθυνοῦσι σῖτον, κεκράξονται, καὶ γὰρ ὑμνήσουσιν.

Ezekiel 20:6

6 ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ἀντελαβόμην τῇ χειρί μου αὐτῶν, τοῦ ἐξαγαγεῖν αὐτοὺς ἐκ γῆς Αἰγύπτου εἰς τὴν γῆν ἣν ἡτοίμασα αὐτοῖς, γῆν ῥέουσαν γάλα καὶ μέλι, κηρίον ἐστὶ παρὰ πᾶσαν τὴν γῆν.

Cross Reference data is from OpenBible.info, retrieved June 28, 2010, and licensed under a Creative Commons Attribution License.