Deuteronomy 32:12 Cross References - Brenton_Greek

12 Κύριος μόνος ἦγεν αὐτοὺς, οὐκ ἦν μετʼ αὐτῶν θεὸς ἀλλότριος.

Deuteronomy 1:31

31 καὶ ἐν τῇ ἐρήμῳ ταύτῃ, ἣν εἴδετε, ὁδὸν ὄρους τοῦ Ἀμοῤῥαίου· ὡς ἐτροφοφόρησέ σε Κύριος ὁ Θεός σου, ὡς εἴτις τροφοφορήσαι ἄνθρωπος τὸν υἱὸν αὐτοῦ, κατὰ πᾶσαν τὴν ὁδὸν εἰς ἣν ἐπορεύθητε ἕως ἤλθετε εἰς τὸν τόπον τοῦτον.

Deuteronomy 32:39

39 Ἴδετε ἴδετε ὅτι ἐγώ εἰμι, καὶ οὐκ ἔστι Θεὸς πλὴν ἐμοῦ· ἐγὼ ἀποκτενῶ, καὶ ζῆν ποιήσω· πατάξω, κἀγὼ ἰάσομαι· καὶ οὐκ ἔστιν ὃς ἐξελεῖται ἐκ τῶν χειρῶν μου.

Nehemiah 9:12

12 Καὶ ἐν στύλῳ νεφέλης ὡδήγησας αὐτοὺς ἡμέρας, καὶ ἐν στύλῳ πυρὸς τὴν νύκτα, τοῦ φωτίσαι αὐτοῖς τὴν ὁδὸν ἐν ᾗ πορεύσονται ἐν αὐτῇ.

Psalms 27:11

11 Νομοθέτησόν με, Κύριε, ἐν τῇ ὁδῷ σου, καὶ ὁδήγησόν με ἐν τρίβῳ εὐθείᾳ ἕνεκα τῶν ἐχθρῶν μου.

Psalms 78:14

14 Καὶ ὡδήγησεν αὐτοὺς ἐν νεφέλῃ ἡμέρας, καὶ ὅλην τὴν νύκτα ἐν φωτισμῷ πυρός.

Psalms 78:52-53

52 Καὶ ἀπῇρεν ὡς πρόβατα τὸν λαὸν αὐτοῦ, ἤγαγεν αὐτοὺς ὡσεὶ ποίμνιον ἐν ἐρήμῳ. 53 Καὶ ὡδήγησεν αὐτοὺς ἐν ἐλπίδι, καὶ οὐκ ἐδειλίασον, καὶ τοὺς ἐχθροὺς αὐτῶν ἐκάλυψε θάλασσα.

Psalms 80:1

1 Εἰς τὸ τέλος, ὑπὲρ τῶν ἀλλοιωθησομένων, μαρτύριον τῷ Ἀσὰφ, ψαλμὸς ὑπὲρ τοῦ Ἀσσυρίου.
Ὁ Ποιμαίνων τὸν Ἰσραὴλ, πρόσχες, ὁ ὁδηγῶν ὡσεὶ πρόβατα τὸν Ἰωσήφ· ὁ καθήμενος ἐπὶ τῶν Χερουβὶμ ἐμφάνηθι,

Psalms 136:16

16 Τῷ διαγαγόντι τὸν λαὸν αὐτοῦ ἐν τῇ ἐρήμῳ, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.

Isaiah 43:11-12

11 Ἐγὼ ὁ Θεὸς, καὶ οὐκ ἔστι πάρεξ ἐμοῦ σῴζων. 12 Ἐγὼ ἀνήγγειλα καὶ ἔσωσα, ὠνείδισα καὶ οὐκ ἦν ἐν ὑμῖν ἀλλότριος· ὑμεῖς ἐμοὶ μάρτυρες, καὶ ἐγὼ Κύριος ὁ Θεὸς

Isaiah 44:7-8

7 Τίς ὥσπερ ἐγώ; στήτω, καὶ καλεσάτω, καὶ ἀναγγειλάτω, καὶ ἑτοιμασάτω μοι ἀφʼ οὗ ἐποίησα ἄνθρωπον εἰς τὸν αἰῶνα, καὶ τὰ ἐπερχόμενα πρὸ τοῦ ἐλθεῖν ἀναγγειλάτωσαν ὑμῖν. 8 Μὴ παρακαλύπτεσθε, μηδὲ πλανᾶσθε· οὐκ ἀπʼ ἀρχῆς ἠνωτίσασθε, καὶ ἀπήγγειλα ὑμῖν; μάρτυρες ὑμεῖς ἐστε, εἰ ἔτσι Θεὸς πλὴν ἐμοῦ·

Isaiah 46:4

4 ἕως γήρους· ἐγώ εἰμι, καὶ ἕως ἂν καταγηράσητε, ἐγώ εἰμι, ἐγὼ ἀνέχομαι ὑμῶν, ἐγὼ ἐποίησα, καὶ ἐγὼ ἀνήσω, ἐγὼ ἀναλήψομαι, καὶ σώσω ὑμᾶς.

Isaiah 63:9-13

9 ἐκ πάσης θλίψεως αὐτῶν· οὐ πρέσβυς, οὐδὲ ἄγγελος, ἀλλʼ αὐτὸς ἔσωσεν αὐτοὺς, διὰ τὸ ἀγαπᾶν αὐτοὺς καὶ φείδεσθαι αὐτῶν· αὐτὸς ἐλυτρώσατο αὐτοὺς, καὶ ἀνέλαβεν αὐτοὺς, καὶ ὕψωσεν αὐτοὺς πάσας τὰς ἡμέρας τοῦ αἰῶνος.
10 Αὐτοὶ δὲ ἠπείθησαν, καὶ παρώξυναν τὸ πνεῦμα τὸ ἅγιον αὐτοῦ· καὶ ἐστράφη αὐτοῖς εἰς ἔχθραν, αὐτὸς ἐπολέμησεν αὐτούς. 11 Καὶ ἐμνήσθη ἡμερῶν αἰωνίων· ποῦ ὁ ἀναβιβάσας ἐκ τῆς θαλάσσης τὸν ποιμένα τῶν προβάτων; ποῦ ἔστιν ὁ θεὶς ἐν αὐτοῖς τὸ πνεῦμα τὸ ἅγιον; 12 ὁ ἀγαγὼν τῇ δεξιᾷ Μωυσῆν, ὁ βραχίων τῆς δόξης αὐτοῦ; κατίσχυσεν ὕδωρ ἀπὸ προσώπου αὐτοῦ, ποιῆσαι ἑαυτῷ ὄνομα αἰώνιον. 13 Ἤγαγεν αὐτοὺς δι’τῆς ἀβύσσου, ὡς ἵππον διʼ ἐρήμου, καὶ οὐκ ἐκοπίασαν,

Cross Reference data is from OpenBible.info, retrieved June 28, 2010, and licensed under a Creative Commons Attribution License.