7 Σοὶ Κύριε ἡ δικαιοσύνη καὶ ἡμῖν ἡ αἰσχύνη τοῦ προσώπου, ὡς ἡ ἡμέρα αὕτη, ἀνδρὶ Ἰούδα, καὶ τοῖς ἐνοικοῦσιν ἐν Ἱερουσαλὴμ, καὶ παντὶ Ἰσραὴλ, τοῖς ἐγγὺς καὶ τοῖς μακρὰν ἐν πάσῃ τῇ γῇ, οὗ διέσπειρας αὐτοὺς ἐκεῖ, ἐν ἀθεσίᾳ αὐτῶν ᾗ ἠθέτησαν.
Daniel 9:7 Cross References - Brenton_Greek
Leviticus 26:33-34
33 Καὶ διασπερῶ ὑμᾶς εἰς τὰ ἔθνη, καὶ ἐξαναλώσει ὑμᾶς ἐπιπορευομένη ἡ μάχαιρα, καὶ ἔσται ἡ γῆ ὑμῶν ἔρημος, καὶ αἱ πόλεις ὑμῶν ἔσονται ἔρημοι. 34 Τότε εὐδοκήσει ἡ γῆ τὰ σάββατα αὐτῆς πάσας τὰς ἡμέρας τῆς ἐρημώσεως αὐτῆς, καὶ ὑμεῖς ἔσεσθε ἐν τῇ γῇ τῶν ἐχθρῶν ὑμῶν· τότε σαββατιεῖ ἡ γῆ, καὶ εὐδοκήσει ἡ γῆ τὰ σάββατα αὐτῆς
Deuteronomy 4:27
27 Καὶ διασπερεῖ Κύριος ὑμᾶς ἐν πᾶσι τοῖς ἔθνεσι, καὶ καταλειφθήσεσθε ὀλίγοι ἀριθμῷ ἐν πᾶσι τοῖς ἔθνεσιν, εἰς οὓς εἰσάξει Κύριος ὑμᾶς ἐκεῖ.
Deuteronomy 32:4
4 Θεὸς, ἀληθινὰ τὰ ἔργα αὐτοῦ, καὶ πᾶσαι αἱ ὁδοὶ αὐτοῦ κρίσεις· Θεὸς πιστὸς, καὶ οὐκ ἔστιν ἀδικία· δίκαιος καὶ ὅσιος Κύριος.
2 Kings 17:6-7
6 Ἐν ἔτει ἐννάτῳ Ὡσηὲ συνέλαβε βασιλεὺς Ἀσσυρίων τὴν Σαμάρειαν, καὶ ἀπῴκισεν Ἰσραὴλ εἰς Ἀσσυρίους, καὶ κατῴκισεν αὐτοὺς ἐν Ἀλαὲ καὶ ἐν Ἀβὼρ ποταμοῖς Γωζὰν, καὶ ὄρη Μήδων. 7 Καὶ ἐγένετο ὅτι ἥμαρτον οἱ υἱοὶ Ἰσραὴλ τῷ Κυρίῳ Θεῷ αὐτῶν τῷ ἀναγαγόντι αὐτοὺς ἐκ γῆς Αἰγύπτου ὑποκάτωθεν χειρὸς Φαραὼ βασιλέως Αἰγύπτου, καὶ ἐφοβήθησαν θεοὺς ἑτέρους,
Ezra 9:6-7
6 Καὶ εἶπα, Κύριε, ᾐσχύνθην καὶ ἐνετράπην τοῦ ὑψῶσαι, Θεέ μου, τὸ πρόσωπόν μου πρὸς σὲ, ὅτι αἱ ἀνομίαι ἡμῶν ἐπληθύνθησαν ὑπὲρ κεφαλῆς ἡμῶν, καὶ αἱ πλημμέλειαι ἡμῶν ἐμεγαλύνθησαν ἕως εἰς τὸν οὐρανόν. 7 Ἀπὸ ἡμερῶν πατέρων ἡμῶν ἐσμὲν ἐν πλημμελείᾳ μεγάλῃ ἕως τῆς ἡμέρας ταύτης· καὶ ἐν ταῖς ἀνομίαις ἡμῶν παρεδόθημεν ἡμεῖς καὶ οἱ βασιλεῖς ἡμῶν καὶ οἱ υἱοὶ ἡμῶν ἐν χειρὶ βασιλέων τῶν ἐθνῶν ἐν ῥομφαίᾳ, καὶ ἐν αἰχμαλωσίᾳ, καὶ ἐν διαρπαγῇ, καὶ ἐν αἰσχύνῃ προσώπου ἡμῶν, ὡς ἡ ἡμέρα αὕτη.
Ezra 9:13
13 Καὶ μετὰ πᾶν τὸ ἐρχόμενον ἐφʼ ἡμᾶς ἐν ποιήμασιν ἡμῶν τοῖς πονηροῖς καὶ ἐν πλημμελείᾳ ἡμῶν τῇ μεγάλῃ, ὅτι οὐκ ἔστιν ὡς ὁ Θεὸς ἡμῶν, ὅτι ἐκούφισας ἡμῶν τὰς ἀνομίας, καὶ ἔδωκας ἡμῖν σωτηρίαν.
Nehemiah 9:33
33 Καὶ σὺ δίκαιος ἐπὶ πᾶσι τοῖς ἐρχομένοις ἐφʼ ἡμᾶς, ὅτι ἀλήθειαν ἐποίησας· καὶ ἡμεῖς ἐξημάρτομεν,
Psalms 44:15
15 Ὅλην τὴν ἡμέραν ἡ ἐντροπή μου κατεναντίον μού ἐστι, καὶ ἡ αἰσχύνη τοῦ προσώπου μου ἐκάλυψέ με,
Psalms 51:4
4 Σοὶ μόνῳ ἥμαρτον, καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα· ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε.
Psalms 51:14
14 Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς, ὁ Θεὸς τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου.
Psalms 119:137
137 Δίκαιος εἶ Κύριε, καὶ εὐθεῖαι αἱ κρίσεις σου.
Isaiah 11:11
11 Καὶ ἔσται τῇ ἡμέρᾳ ἐκείνη, προσθήσει Κύριος τοῦ δεῖξαι τὴν χεῖρα αὐτοῦ, τοῦ ζηλῶσαι τὸ καταλειφθὲν ὑπόλοιπον τοῦ λαοῦ, ὃ ἂν καταλειφθῇ ἀπὸ τῶν Ἀσσυρίων, καὶ ἀπὸ Αἰγύπτου, καὶ ἀπὸ Βαβυλωνίας, καὶ ἀπὸ Αἰθιοπίας, καὶ ἀπὸ Ἐλαμιτῶν, καὶ ἀπὸ ἡλίου ἀνατολῶν, καὶ ἐξ Ἀραβίας.
Isaiah 45:16
16 Αἰσχυνθήσονται καὶ ἐντραπήσονται πάντες οἱ ἀντικείμενοι αὐτῷ, καὶ πορεύσονται ἐν αἰσχύνῃ· ἐγκαινίζεσθε πρὸς μὲ νῆσοι.
Jeremiah 2:26-27
26 Ὡς αἰσχύνη κλέπτου ὅταν ἁλῷ, οὕτως αἰσχυνθήσονται οἱ υἱοὶ Ἰσραὴλ, αὐτοὶ καὶ οἱ βασιλεῖς αὐτῶν, καὶ οἱ ἄρχοντες αὐτῶν, καὶ οἱ ἱερεῖς αὐτῶν, καὶ οἱ προφῆται αὐτῶν. 27 Τῷ ξύλῳ εἶπαν, ὅτι πατήρ μου εἶ σύ, καὶ τῷ λίθῳ, σὺ ἐγέννησάς με· καὶ ἔστρεψαν ἐπʼ ἐμὲ νῶτα, καὶ οὐ πρόσωπα αὐτῶν· καὶ ἐν τῷ καιρῷ τῶν κακῶν αὐτῶν ἐροῦσιν, ἀνάστα καὶ σῶσον ἡμᾶς.
Jeremiah 3:25
25 Ἐκοιμήθημεν ἐν τῇ αἰσχύνῃ ἡμῶν, καὶ ἐπεκάλυψεν ἡμᾶς ἡ ἀτιμία ἡμῶν, διότι ἔναντι τοῦ Θεοῦ ἡμῶν ἡμάρτομεν ἡμεῖς, καὶ οἱ πατέρες ἡμῶν, ἀπὸ νεότητος ἡμῶν ἕως τῆς ἡμέρας ταύτης· καὶ οὐχ ὑπηκούσαμεν τῆς φωνῆς Κυρίου τοῦ Θεοῦ ἡμῶν.
Jeremiah 12:1
1 Δίκαιος εἶ, Κύριε, ὅτι ἀπολογήσομαι πρὸς σέ· πλὴν κρίματα λαλήσω πρὸς σέ· τί ὅτι ὁδὸς ἀσεβῶν εὐοδοῦται, εὐθήνησαν πάντες οἱ ἀθετοῦντες ἀθετήματα;
Jeremiah 24:9
9 Καὶ δώσω αὐτοὺς εἰς διασκορπισμὸν εἰς πάσας τὰς βασιλείας τῆς γῆς, καὶ ἔσονται εἰς ὀνειδισμὸν, καὶ εἰς παραβολὴν, καὶ εἰς μῖσος, καὶ εἰς κατάραν ἐν παντὶ τόπῳ οὗ ἔξωσα αὐτοὺς ἐκεῖ.
Ezekiel 16:63
63 ὅπως μνησθῇς καὶ αἰσχυνθῆς, καὶ μὴ ᾖ σοι ἔτι ἀνοῖξαι τὸ στόμα σου ἀπὸ προσώπου τῆς ἀτιμίας σου, ἐν τῷ ἐξιλάσκεσθαί μέ σοι κατὰ πάντα ὅσα ἐποίησας, λέγει Κύριος.
Ezekiel 36:31
31 Καὶ μνησθήσεσθε τὰς ὁδοὺς ὑμῶν τὰς πονηρὰς, καὶ τὰ ἐπιτηδεύματα ὑμῶν τὰ μὴ ἀγαθὰ, καὶ προσοχθιεῖτε κατὰ πρόσωπον αὐτῶν ἐν ταῖς ἀνομίαις ὑμῶν, καὶ ἐπὶ τοῖς βδελύγμασιν αὐτῶν.
Daniel 9:8
8 Ἐν σοὶ Κύριέ ἐστιν ἡμῶν ἡ δικαιοσύνη, καὶ ἡμῖν ἡ αἰσχύνη τοῦ προσώπου, καὶ τοῖς βασιλεῦσιν ἡμῶν, καὶ τοῖς ἄρχουσιν ἡμῶν, καὶ τοῖς πατράσιν ἡμῶν, οἵτινες ἡμάρτομέν.
Daniel 9:14
14 Καὶ ἐγρηγόρησε Κύριος, καὶ ἐπήγαγεν αὐτὰ ἐφʼ ἡμᾶς, ὅτι δίκαιος Κύριος ὁ Θεὸς ἡμῶν ἐπὶ πᾶσαν τὴν ποίησιν αὐτοῦ ἣν ἐποίησε, καὶ οὐκ εἰσηκούσαμεν τῆς φωνῆς αὐτοῦ.
Amos 9:9
9 Διότι ἐγὼ ἐντέλλομαι, καὶ λικμήσω ἐν πᾶσι τοῖς ἔθνεσι τὸν οἶκον Ἰσραὴλ, ὃν τρόπον λικμᾶται ἐν τῷ λικμῷ, καὶ οὐ μὴ πέσῃ σύντριμμα ἐπὶ τὴν γῆν.