Daniel 11 Cross References - Brenton_Greek

1 Καὶ ἐγὼ ἐν ἔτει πρώτῳ Κύρου ἔστην εἰς κράτος καὶ ἰσχύν.
2 Καὶ νῦν ἀλήθειαν ἀναγγελῶ σοι· ἰδοὺ ἔτι τρεῖς βασιλεῖς ἀναστήσονται ἐν τῇ Περσίδι, καὶ ὁ τέταρτος πλουτήσει πλοῦτον μέγαν παρὰ πάντας· καὶ μετὰ τὸ κρατῆσαι αὐτὸν τοῦ πλούτου αὐτοῦ, ἐπαναστήσεται πάσαις βασιλείαις Ἑλλήνων.
3 Καὶ ἀναστήσεται βασιλεὺς δυνατὸς, καὶ κυριεύσει κυρείας πολλῆς, καὶ ποιήσει κατὰ τό θέλημα αὐτοῦ.
4 Καὶ ὡς ἂν στῇ ἡ βασιλεία αὐτοῦ, συντριβήσεται, καὶ διαιρεθήσεται εἰς τοὺς τέσσαρας ἀνέμους τοῦ οὐρανοῦ, καὶ οὐκ εἰς τὰ ἔσχατα αὐτοῦ, οὐδὲ κατὰ τὴν κυριείαν αὐτοῦ, ἣν ἐκυρίευσεν, ὅτι ἐκτιλήσεται ἡ βασιλεία αὐτοῦ, καὶ ἑτέροις ἐκτὸς τούτων.
5 Καὶ ἐνισχύσει ὁ βασιλεὺς τοῦ Νότου· καὶ εἷς τῶν ἀρχόντων αὐτῶν ἐνισχύσει ἐπʼ αὐτὸν, καὶ κυριεύσει κυριείαν πολλὴν. 6 Καὶ μετὰ τὰ ἔτη αὐτοῦ συμμειγήσονται, καὶ θυγάτηρ βασιλέως τοῦ Νότου εἰσελεύσεται πρὸς βασιλέα τοῦ βοῤῥᾶ, τοῦ ποιῆσαι συνθήκας μετʼ αὐτοῦ, καὶ οὐ κρατήσει ἰσχύος βραχίονος, καὶ οὐ στήσεται τὸ σπέρμα αὐτοῦ, καὶ παραδοθήσεται αὐτὴ, καὶ οἱ φέροντες αὐτὴν, καὶ ἡ νεᾶνις, καὶ ὁ κατισχύων αὐτὴν ἐν τοῖς καιροῖς.
7 Ἀναστήσεται ἐκ τοῦ ἄνθους τῆς ῥίζης αὐτῆς, τῆς ἑτοιμασίας αὐτοῦ, καὶ ἥξει πρὸς τὴν δύναμιν, καὶ εἰσελεύσεται εἰς τὰ ὑποστηρίγματα τοῦ βασιλέως τοῦ βοῤῥᾶ, καὶ ποιήσει ἐν αὐτοῖς, καὶ κατισχύσει. 8 Καί γε τοὺς θεοὺς αὐτῶν μετὰ τῶν χωνευτῶν αὐτῶν, πᾶν σκεῦος ἐπιθυμητὸν αὐτῶν, ἀργυρίου καὶ χρυσίου, μετὰ αἰχμαλωσίας οἴσει εἰς Αἴγυπτον, καὶ αὐτὸς στήσεται ὑπὲρ βασιλέα τοῦ βοῤῥᾶ. 9 Καὶ εἰσελεύσεται εἰς τὴν βασιλείαν τοῦ βασιλέως τοῦ Νότου, καὶ ἀναστρέψει εἰς τὴν γῆν αὐτοῦ.
10 Καὶ οἱ υἱοὶ αὐτοῦ συνάξουσιν ὄχλον δυνάμεων πολλῶν· καὶ ἐλεύσεται ἐρχόμενος καὶ κατακλύζων, καὶ παρελεύσεται, καὶ καθίεται, καὶ συμπροσπλακήσεται ἕως τῆς ἰσχύος αὐτοῦ. 11 Καὶ ἀγριανθήσεται βασιλεὺς τοῦ Νότου, καὶ ἐξελεύσεται, καὶ πολεμήσει μετὰ τοῦ βασιλέως τοῦ βοῤῥᾶ, καὶ στήσει ὄχλον πολὺν, καὶ παραδοθήσεται ὁ ὄχλος ἐν χειρὶ αὐτοῦ, 12 καὶ λήψεται τὸν ὄχλον, καὶ ὑψωθήσεται ἡ καρδία αὐτοῦ, καὶ καταβαλεῖ μυριάδας, καὶ οὐ κατισχύσει. 13 Καί ἐπιστρέψει ὁ βασιλεὺς τοῦ βοῤῥᾶ, καὶ ἄξει ὄχλον πολὺν ὑπὲρ τὸν πρότερον· καὶ εἰς τὸ τέλος τῶν καιρῶν ἐνιαυτῶν ἐπελεύσεται εἰσόδια ἐν δυνάμει μεγάλῃ, καὶ ἐν ὑπάρξει πολλῇ.
14 Καὶ ἐν τοῖς καιροῖς ἐκείνοις πολλοὶ ἐπαναστήσονται ἐπὶ βασιλέα τοῦ Νότου, καὶ οἱ υἱοὶ τῶν λοιμῶν τοῦ λαοῦ σου ἐπαρθήσονται, τοῦ στῆσαι ὅρασιν, καὶ ἀσθενήσουσι. 15 Καὶ εἰσελεύσεται βασιλεὺς τοῦ βοῤῥᾶ, καὶ ἐκχεεῖ πρόσχωμα, καὶ συλλήψεται πόλεις ὀχυράς, καὶ οἱ βραχίονες τοῦ βασιλέως τοῦ Νότου οὐ στήσονται, καὶ ἀναστήσονται οἱ ἐκλεκτοὶ αὐτοῦ, καὶ οὐκ ἔσται ἰσχὺς τοῦ στῆναι. 16 Καὶ ποιήσει ὁ εἰσπορευόμενος πρὸς αὐτὸν κατὰ τὸ θέλημα αὐτοῦ, καὶ οὐκ ἔστιν ἑστὼς κατὰ πρόσωπον αὐτοῦ· καὶ στήσεται ἐν τῇ γῇ τοῦ Σαβεὶ, καὶ συντελεσθήσεται ἐν τῇ χειρὶ αὐτοῦ.
17 Καὶ τάξει τὸ πρόσωπον αὐτοῦ εἰσελθεῖν ἐν ἰσχύϊ πάσης τῆς βασιλείας αὐτοῦ, καὶ εὐθεῖα πάντα μετʼ αὐτοῦ ποιήσει· καὶ θυγατέρα τῶν γυναικῶν δώσει αὐτῷ τοῦ διαφθεῖραι αὐτὴν, καὶ οὐ μὴ παραμείνῃ καὶ οὐκ αὐτῷ ἔσται. 18 Καὶ ἐπιστρέψει τὸ πρόσωπον αὐτοῦ εἰς τὰς νήσους, καὶ συλλήψεται πολλὰς, καὶ καταπαύσει ἄρχοντας ὀνειδισμοῦ αὐτῶν, πλὴν ὀνειδισμὸς αὐτοῦ ἐπιστρέψει αὐτῷ. 19 Καὶ ἐπιστρέψει τὸ πρόσωπον αὐτοῦ εἰς τὴν ἰσχὺν τῆς γῆς αὐτοῦ, καί ἀσθενήσει, καὶ πεσεῖται, καὶ οὐχ εὑρεθήσεται.
20 Καὶ ἀναστήσεται ἐκ τῆς ῥίζης αὐτοῦ φυτὸν τῆς βασιλείας ἐπὶ τὴν ἑτοιμασίαν αὐτοῦ παραβιβάζων, πράσσων δόξαν βασιλείας· καὶ ἐν ταῖς ἡμέραις ἐκείναις συντριβήσεται, καὶ οὐκ ἐν ποσώποις, οὐδὲ ἐν πολέμῳ.
21 Στήσεται ἐπὶ τὴν ἑτοιμασίαν αὐτοῦ, ἐξουδενώθη, καὶ οὐκ ἔδωκαν ἐπʼ αὐτὸν δόξαν βασιλείας· καὶ ἥξει ἐν εὐθηνίᾳ, καὶ κατισχύσει βασιλείας ἐν ὀλισθήμασι, 22 καὶ βραχίονες τοῦ κατακλύζοντος κατακλυσθήσονται ἀπὸ προσώπου αὐτοῦ, καὶ συντριβήσονται, καὶ ἡγούμενος διαθήκης. 23 Καὶ ἀπὸ τῶν συναναμείξεων πρὸς αὐτὸν ποιήσει δόλον, καὶ ἀναβήσεται, καὶ ὑπερισχύσει αὐτοὺς ἐν ὀλίγῳ ἔθνει. 24 Καὶ ἐν εὐθηνίᾳ, καὶ ἐν πίοσι χώραις ἥξει, καὶ ποιήσει ἃ οὐκ ἐποίησαν οἱ πατέρες αὐτοῦ καὶ πατέρες τῶν πατέρων αὐτοῦ· προνομὴν καὶ σκῦλα καὶ ὕπαρξιν αὐτοῖς διασκορπιεῖ, καὶ ἐπʼ Αἴγυπτον λογιεῖται λογισμοὺς καὶ ἕως καιροῦ. 25 Καὶ ἐξεγερθήσεται ἡ ἰσχὺς αὐτοῦ, καὶ ἡ καρδία αὐτοῦ ἐπὶ βασιλέα τοῦ Νότου ἐν δυνάμει μεγάλῃ· καὶ ὁ βασιλεὺς τοῦ Νότου συνάψει πόλεμον ἐν δυνάμει μεγάλῃ καὶ ἰσχυρᾷ σφόδρα, καὶ οὐ στήσονται, ὅτι λογιοῦνται ἐπʼ αὐτὸν λογισμοὺς, 26 καὶ φάγονται τὰ δέοντα αὐτοῦ, καὶ συντρίψουσιν αὐτὸν, καὶ δυνάμεις κατακλύσει, καὶ πεσοῦνται τραυματίαι πολλοί.
27 Καὶ ἀμφότεροι οἱ βασιλεῖς, αἱ καρδίαι αὐτῶν εἰς πονηρίαν, καὶ ἐπὶ τραπέζῃ μιᾷ ψευδῆ λαλήσουσι, καὶ οὐ κατευθυνεῖ, ὅτι ἔτι πέρασις καιρῶν. 28 Καὶ ἐπιστρέψει εἰς τὴν γῆν αὐτοῦ ἐν ὑπάρξει πολλῇ, καὶ ἡ καρδία αὐτοῦ ἐπὶ διαθήκην ἁγίαν, καὶ ποιήσει, καὶ ἐπιστρέψει εἰς τὴν γῆν αὐτοῦ.
29 Εἰς τὸν καιρὸν ἐπιστρέψει, καὶ ἥξει ἐν τῷ Νότῳ, καὶ οὐκ ἔσται ὡς ἡ πρώτη καὶ ὡς ἡ ἐσχάτη. 30 Καὶ εἰσελεύσονται ἐν αὐτῷ οἱ ἐκπορευόμενοι Κίτιοι, καὶ ταπεινωθήσεται, καὶ ἐπιστρέψει, καὶ θυμωθήσεται ἐπὶ διαθήκην ἁγίαν· καὶ ποιήσει, καὶ ἐπιστρέψει, καὶ συνήσει ἐπὶ τοὺς καταλιπόντας διαθήκην ἁγίαν.
31 Καὶ σπέρματα ἐξ αὐτοῦ ἀναστήσονται, καὶ βεβηλώσουσι τὸ ἁγίασμα τῆς δυναστείας, καὶ μεταστήσουσι τὸν ἐνδελεχισμὸν, καὶ δώσουσι βδέλυγμα ἠφανισμένων. 32 Καὶ οἱ ἀνομοῦντες διαθήκην ἐπάξουσιν ἐν ὀλισθήμασι· καὶ λαὸς γινώσκοντες Θεὸν αὐτοῦ κατισχύσουσι, καὶ ποιήσουσι, 33 καὶ οἱ συνετοὶ τοῦ λαοῦ συνήσουσιν εἰς πολλὰ, καὶ ἀσθενήσουσιν ἐν ῥομφαίᾳ, καὶ ἐν φλογὶ, καὶ ἐν αἰχμαλωσίᾳ, καὶ ἐν διαρπαγῇ ἡμερῶν. 34 Καὶ ἐν τῷ ἀσθενῆσαι αὐτοὺς, βοηθηθήσονται βοήθειαν μικρὰν, καὶ προστεθήσονται πρὸς αὐτοὺς πολλοὶ ἐν ὀλισθήμασι.
35 Καὶ ἀπὸ τῶν συνιέντων ἀσθενήσουσι, τοῦ πυρῶσαι αὐτοὺς, καὶ τοῦ ἐκλέξασθαι, καὶ τοῦ ἀποκαλυφθῆναι ἕως καιροῦ πέρας, ὅτι ἔτι εἰς καιρόν.
36 Καὶ ποιήσει κατὰ τὸ θέλημα αὐτοῦ· καὶ ὁ βασιλεὺς ὑψωθήσεται καὶ μεγαλυνθήσεται ἐπὶ πάντα θεὸν, καὶ λαλήσει ὑπέρογκα, καὶ κατευθυνεῖ μέχρις οὗ συντελεσθῇ ἡ ὀργὴ, εἰς γὰρ συντέλειαν γίνεται. 37 Καὶ ἐπὶ πάντας θεοὺς τῶν πατέρων αὐτοῦ οὐ συνήσει, καὶ ἐπιθυμίαν γυναικῶν, καὶ ἐπὶ πᾶν θεὸν οὐ συνήσει, ὅτι ἐπὶ πάντας μεγαλυνθήσεται. 38 Καὶ θεὸν Μαωζεὶμ ἐπὶ τόπου αὐτοῦ δοξάσει, καὶ θεὸν ὃν οὐκ ἔγνωσαν οἱ πατέρες αὐτοῦ, δοξάσει ἐν χρυσῷ καὶ ἀργύρῳ καὶ λίθῳ τιμίῳ, καὶ ἐν ἐπιθυμήμασι. 39 Καὶ ποιήσει τοῖς ὀχυρώμασι τῶν καταφυγῶν μετὰ θεοῦ ἀλλοτρίου, καὶ πληθυνεῖ δόξαν, καὶ ὑποτάξει αὐτοῖς πολλοὺς, καὶ γῆν διελεῖ ἐν δώροις.
40 Καὶ ἐν καιροῦ πέρατι συγκερατισθήσεται μετὰ τοῦ βασιλέως τοῦ Νότου· καὶ συναχθήσεται ἐπʼ αὐτὸν βασιλεὺς τοῦ βοῤῥᾶ ἐν ἅρμασι καὶ ἐν ἱππεῦσι καὶ ἐν ναυσὶ πολλαῖς, καὶ εἰσελεύσονται εἰς τὴν γῆν, καὶ συντρίψει, καὶ παρελεύσεται, 41 καὶ εἰσελεύσεται εἰς τὴν γῆν τοῦ Σαβαεὶμ, καὶ πολλοὶ ἀσθενήσουσι· καὶ οὗτοι διασωθήσονται ἐκ χειρὸς αὐτοῦ, Ἐδὼμ, καὶ Μωὰβ, καὶ ἀρχὴ υἱῶν Ἀμμών. 42 Καὶ ἐκτενεῖ τὴν χεῖρα ἐπὶ τὴν γῆν, καὶ γῆ Αἰγύπτου οὐκ ἔσται εἰς σωτηρίαν. 43 Καὶ κυριεύσει ἐν τοῖς ἀποκρύφοις τοῦ χρυσοῦ καὶ τοῦ ἀργύρου, καὶ ἐν πᾶσιν ἐπιθυμητοῖς Αἰγύπτου, καὶ Λιβύων, καὶ Αἰθιόπων, ἐν τοῖς ὀχυρώμασιν αὐτῶν. 44 Καὶ ἀκοαὶ καὶ σπουδαὶ ταράξουσιν αὐτὸν ἐξ ἀνατολῶν καὶ ἀπὸ βοῤῥᾶ, καὶ ἥξει ἐν θυμῷ πολλῷ, τοῦ ἀφανίσαι πολλούς. 45 Καὶ πήξει τὴν σκηνὴν αὐτοῦ ἐφαδανῶ, ἀναμέσον τῶν θαλασσῶν εἰς ὄρος Σαβαεὶν ἅγιον, ἥξει ἕως μέρους αὐτοῦ, καὶ οὐκ ἔστιν ὁ ῥυόμενος αὐτόν.

Daniel 5:31

31 Καὶ Δαρεῖος ὁ Μῆδος παρέλαβε τὴν βασιλείαν, ὢν ἐτῶν ἑξήκοντα δύο.

Daniel 9:1

1 Ἐν τῷ πρώτῳ ἔτει Δαρείου τοῦ υἱοῦ Ἀσουήρου, ἀπὸ τοῦ σπέρματος τῶν Μήδων, ὃς ἐβασίλευσεν ἐπὶ βασιλείαν Χαλδαίων,

Daniel 10:18

18 Καὶ προσέθετο, καὶ ἥψατό μου ὡς ὅρασις ἀνθρώπου, καὶ ἐνίσχυσέ με,

Ezra 4:5-6

5 καὶ μισθούμενοι ἐπʼ αὐτοὺς βουλευόμενοι τοῦ διασκεδάσαι βουλὴν αὐτῶν πάσας τὰς ἡμέρας Κύρου βασιλέως Περσῶν, καὶ ἕως βασιλείας Δαρείου βασιλέως Περσῶν.
6 Καὶ ἐν βασιλείᾳ Ἀσσουήρου, καὶ ἐν ἀρχῆ βασιλείας αὐτοῦ ἔγραψαν ἐπιστολὴν ἐπὶ οἰκοῦντας Ἰούδα καὶ Ἱερουσαλήμ.

Psalms 73:6-7

6 Διὰ τοῦτο ἐκράτησεν αὐτοὺς ἡ ὑπερηφανία, περιεβάλοντο ἀδικίαν καὶ ἀσέβειαν αὐτῶν. 7 Ἐξελεύσεται ὡς ἐκ στέατος ἡ ἀδικία αὐτῶν· διῆλθον εἰς διάθεσιν καρδίας.

Proverbs 22:21

21 Διδάσκω οὖν σε ἀληθῆ λόγον, καὶ γνῶσιν ἀγαθὴν ὑπακούειν, τοῦ ἀποκρίνεσθαί σε λόγους ἀληθείας τοῖς προβαλλομένοις σοι.

Daniel 7:5

5 Καὶ ἰδοὺ θηρίον δεύτερον ὅμοιον ἄρκῳ, καὶ εἰς μέρος ἓν ἐστάθη, καὶ τρεῖς πλευραὶ ἐν τῷ στόματι αὐτῆς, ἀναμέσον τῶν ὀδόντων αὐτῆς· καὶ οὕτως ἔλεγον αὐτῇ, ἀνάστηθι, φάγε σάρκας πολλάς.

Daniel 8:4

4 Καὶ ἴδον τὸν κριὸν κερατίζοντα κατὰ θάλασσαν, καὶ βοῤῥᾶν, καὶ Νότον· καὶ πάντα τὰ θηρία οὐ στήσεται ἐνώπιον αὐτοῦ· καὶ οὐκ ἦν ὁ ἐξαιρούμενος ἐκ χειρὸς αὐτοῦ, καὶ ἐποίησε κατὰ τὸ θέλημα αὐτοῦ, καὶ ἐμεγαλύνθη.

Daniel 8:26

26 Καὶ ἡ ὅρασις τῆς ἑσπέρας καὶ τῆς πρωΐας τῆς ῥηθείσης ἀληθής ἐστι· καὶ σὺ σφράγισον τὴν ὅρασιν, ὅτι εἰς ἡμέρας πολλάς.

Daniel 10:1

1 Εν ἔτει τρίτῳ Κύρου βασιλέως Περσῶν λόγος ἀπεκαλύφθη τῷ Δανιὴλ, οὗ τὸ ὄνομα ἐπεκλήθη Βαλτάσαρ· καὶ ἀληθινὸς ὁ λόγος, καὶ δύναμις μεγάλη καὶ σύνεσις ἐδόθη αὐτῷ ἐν τῇ ὀπτασίᾳ.

Daniel 10:20-21

20 Καὶ εἶπεν, εἰ οἶδας, ἱνατί ἦλθον πρὸς σὲ; καὶ νῦν ἐπιστρέψω τοῦ πολεμῆσαι μετὰ τοῦ ἄρχοντος Περσῶν· καὶ ἐγὼ εἰσπορευόμην, καὶ ὁ ἄρχων τῶν Ἑλλήνων ἤρχετο. 21 Ἀλλʼ ἢ ἀναγγελῶ σοι τὸ ἐντεταγμένον ἐν γραφῇ ἀληθείας, καὶ οὐκ ἔστιν εἷς ἀντεχόμενος μετʼ ἐμοῦ περὶ τούτων, ἀλλʼ ἢ Μιχαὴλ ὁ ἄρχων ὑμῶν.

Daniel 11:25

25 Καὶ ἐξεγερθήσεται ἡ ἰσχὺς αὐτοῦ, καὶ ἡ καρδία αὐτοῦ ἐπὶ βασιλέα τοῦ Νότου ἐν δυνάμει μεγάλῃ· καὶ ὁ βασιλεὺς τοῦ Νότου συνάψει πόλεμον ἐν δυνάμει μεγάλῃ καὶ ἰσχυρᾷ σφόδρα, καὶ οὐ στήσονται, ὅτι λογιοῦνται ἐπʼ αὐτὸν λογισμοὺς,

Amos 3:7

7 Διότι οὐ μὴ ποιήσῃ Κύριος ὁ Θεὸς πρᾶγμα ἐὰν μὴ ἀποικαλύψῃ παιδείαν αὐτοῦ πρὸς τοὺς δούλους αὐτοῦ τοὺς προφήτας.

Daniel 4:35

35 32 καὶ πάντες οἱ κατοικοῦντες τὴν γῆν ὡς οὐδὲν ἐλογίσθησαν· καὶ κατὰ τὸ θέλημα αὐτοῦ ποιεῖ ἐν τῇ δυνάμει τοῦ οὐρανοῦ, καὶ ἐν τῇ κατοικίᾳ τῆς γῆς· καὶ οὐκ ἔστιν ὃς ἀντιποιήσεται τῇ χειρὶ αὐτοῦ, καὶ ἐρεῖ αὐτῷ, τί ἐποίησας;

Daniel 5:19

19 Καὶ ἀπὸ τῆς μεγαλωσύνης ἧς ἔδωκεν αὐτῷ πάντες οἱ λαοὶ, φυλαί, γλῶσσαι ἦσαν τρέμοντες καὶ φοβούμενοι ἀπὸ προσώπου αὐτοῦ· οὓς ἠβούλετο αὐτὸς ἀνῄρει, καὶ οὓς ἠβούλετο αὐτὸς ἔτυπτε, καὶ οὓς ἠβούλετο αὐτὸς ὕψου, καὶ οὓς ἠβούλετο αὐτὸς ἐταπείνου.

Daniel 7:6

6 Ὀπίσω τούτου ἐθεώρουν, καὶ ἰδοὺ θηρίον ἕτερον ὡσεὶ πάρδαλις· καὶ αὐτῇ πτερὰ τέσσαρα πετεινοῦ ὑπεράνω αὐτῆς, καὶ τέσσαρες κεφαλαὶ τῷ θηρίῳ, καὶ ἐξουσία ἐδόθη αὐτῇ.

Daniel 8:4-14

4 Καὶ ἴδον τὸν κριὸν κερατίζοντα κατὰ θάλασσαν, καὶ βοῤῥᾶν, καὶ Νότον· καὶ πάντα τὰ θηρία οὐ στήσεται ἐνώπιον αὐτοῦ· καὶ οὐκ ἦν ὁ ἐξαιρούμενος ἐκ χειρὸς αὐτοῦ, καὶ ἐποίησε κατὰ τὸ θέλημα αὐτοῦ, καὶ ἐμεγαλύνθη.
5 Καὶ ἐγὼ ἤμην συνιῶν, καὶ ἰδοὺ τράγος αἰγῶν ἤρχετο ἀπὸ λιβὸς ἐπὶ πρόσωπον πάσης τῆς γῆς, καὶ οὐκ ἦν ἁπτόμενος τῆς γῆς· καὶ τῷ τράγῳ κέρας μέσον τῶν ὀφθαλμῶν αὐτοῦ. 6 Καὶ ἦλθεν ἕως τοῦ κριοῦ τοῦ τά κέρατα ἔχοντος, οὗ ἴδον ἑστὼς ἐνώπιον τοῦ Οὐβὰλ, καὶ ἔδραμε πρὸς αὐτὸν ἐν ὁρμῇ τῆς ἰσχύος αὐτοῦ. 7 Καὶ ἴδον αὐτὸν φθάνοντα ἕως τοῦ κριοῦ, καὶ ἐξηγριάνθη πρὸς αὐτὸν, καὶ ἔπαισε τὸν κριὸν, καὶ συνέτριψεν ἀμφότερα τὰ κέρατα αὐτοῦ· καὶ οὐκ ἦν ἰσχὺς τῷ κριῷ, τοῦ στῆναι ἐνώπιον αὐτοῦ· καὶ ἔῤῥιψεν αὐτὸν ἐπὶ τὴν γῆν, καὶ συνεπάτησεν αὐτὸν, καὶ οὐκ ἦν ὁ ἐξαιρούμενος τὸν κριὸν ἐκ χειρὸς αὐτοῦ.
8 Καὶ ὁ τράγος τῶν αἰγῶν ἐμεγαλύνθη ἕως σφόδρα· καὶ ἐν τῷ ἰσχῦσαι αὐτὸν, συνετρίβη τὸ κέρας αὐτοῦ τὸ μέγα· καὶ ἀνέβη ἕτερα τέσσαρα ὑποκάτω αὐτοῦ εἰς τοὺς τέσσαρας ἀνέμους τοῦ οὐρανοῦ. 9 Καὶ ἐκ τοῦ ἑνὸς αὐτῶν ἐξῆλθε κέρας ἓν ἰσχυρὸν, καὶ ἐμεγαλύνθη περισσῶς πρὸς τὸν Νότον, καὶ πρὸς τὴν δύναμιν, 10 καὶ ἐμεγαλύνθη ἕως τῆς δυνάμεως τοῦ οὐρανοῦ· καὶ ἔπεσεν ἐπὶ τὴν γῆν ἀπὸ τῆς δυνάμεως τοῦ οὐρανοῦ καὶ ἀπὸ τῶν ἄστρων, καὶ συνεπάτησαν αὐτά. 11 Καὶ ἕως οὗ ὁ ἀρχιστράτηγος ῥύσεται τὴν αἰχμαλωσίαν, καὶ διʼ αὐτὸν θυσία ἐταράχθη, καὶ κατευοδώθη αὐτῷ· καὶ τὸ ἅγιον ἐρημωθήσεται· 12 Καὶ ἐδόθη ἐπὶ τὴν θυσίαν ἁμαρτία, καὶ ἐῤῥίφη χαμαὶ ἡ δικαιοσύνη· καὶ ἐποίησε, καὶ εὐοδώθη. 13 Καὶ ἤκουσα ἑνὸς ἁγίου λαλοῦντος· καὶ εἶπεν εἷς ἅγιος τῷ φελμουνὶ τῷ λαλοῦντι, ἕως πότε ἡ ὅρασις στήσεται, ἡ θυσία ἡ ἀρθεῖσα, καὶ ἡ ἁμαρτία ἐρημώσεως ἡ δοθεῖσα, καὶ τὸ ἅγιον καὶ ἡ δύναμις συμπατηθήσεται; 14 Καὶ εἶπεν αὐτῷ, ἕως ἐσπέρας καὶ πρωῒ ἡμέραι δισχίλιαι καὶ τριακόσιαι, καὶ καθαρισθήσεται τὸ ἅγιον.

Daniel 8:21

21 Ὁ τράγος τῶν αἰγῶν, βασιλεὺς Ἑλλήνων· καὶ τὸ κέρας τὸ μέγα ὃ ἦν ἀναμέσον τῶν ὀφθαλμῶν αὐτοῦ, αὐτός ἐστιν ὁ βασιλεὺς ὁ πρῶτος.

Daniel 11:16

16 Καὶ ποιήσει ὁ εἰσπορευόμενος πρὸς αὐτὸν κατὰ τὸ θέλημα αὐτοῦ, καὶ οὐκ ἔστιν ἑστὼς κατὰ πρόσωπον αὐτοῦ· καὶ στήσεται ἐν τῇ γῇ τοῦ Σαβεὶ, καὶ συντελεσθήσεται ἐν τῇ χειρὶ αὐτοῦ.

Daniel 11:36

36 Καὶ ποιήσει κατὰ τὸ θέλημα αὐτοῦ· καὶ ὁ βασιλεὺς ὑψωθήσεται καὶ μεγαλυνθήσεται ἐπὶ πάντα θεὸν, καὶ λαλήσει ὑπέρογκα, καὶ κατευθυνεῖ μέχρις οὗ συντελεσθῇ ἡ ὀργὴ, εἰς γὰρ συντέλειαν γίνεται.

Job 20:5-7

5 Εὐφροσύνη δὲ ἀσεβῶν πτῶμα ἐξαίσιον, χαρμονὴ δὲ παρανόμων ἀπώλεια· 6 ἐὰν ἀναβῇ εἰς οὐρανὸν αὐτοῦ τὰ δῶρα, ἡ δὲ θυσία αὐτοῦ νεφῶν ἅψητα.· 7 Ὅταν γὰρ δοκῇ ἤδη κατεστηρίχθαι, τότε εἰς τέλος ἀπολεῖται· οἱ δὲ εἰδότες αὐτὸν ἐροῦσι, ποῦ ἐστιν;

Psalms 37:35-36

35 Εἶδον τὸν ἀσεβῆ ὑπερυψούμενον, καὶ ἐπαιρόμενον ὡς τὰς κέδρους τοῦ Λιβάνου. 36 Καὶ παρῆλθον, καὶ ἰδοὺ οὐκ ἦν, καὶ ἐζήτησα αὐτὸν, καὶ οὐχ εὑρέθη ὁ τόπος αὐτοῦ.

Psalms 39:6

6 Μέντοιγε ἐν εἰκόνι διαπορεύεται ἄνθρωπος, πλὴν μάτην ταράσσεται· θησαυρίζει, καὶ οὐ γινώσκει τίνι συνάξει αὐτά.

Psalms 49:6-12

6 Οἱ πεποιθότες ἐπὶ τῇ δυνάμει αὐτῶν, καὶ ἐπὶ τῷ πλήθει τοῦ πλούτου αὐτῶν καυχώμενοι. 7 Ἀδελφὸς οὐ λυτροῦται, λυτρώσεται ἄνθρωπος; οὐ δώσει τῷ Θεῷ ἐξίλασμα ἑαυτοῦ, 8 καὶ τὴν τιμὴν τῆς λυτρώσεως τῆς ψυχῆς αὐτοῦ· καὶ ἐκοπίασεν εἰς τὸν αἰῶνα, 9 καὶ ζήσεται εἰς τέλος· οὐκ ὄψεται καταφθοράν,
10 Ὅταν ἴδῃ σοφοὺς ἀποθνήσκοντας, ἐπιτοαυτὸ ἄφρων καὶ ἄνους ἀπολοῦνται, καὶ καταλείψουσιν ἀλλοτρίοις τὸν πλοῦτον αὐτῶν. 11 Καὶ οἱ τάφοι αὐτῶν οἰκίαι αὐτῶν εἰς τὸν αἰῶνα, σκηνώματα αὐτῶν εἰς γενεὰν καὶ γενεάν, ἐπεκαλέσαντο τὰ ὀνόματα αὐτῶν ἐπὶ τῶν γαιῶν αὐτῶν. 12 Καὶ ἄνθρωπος ἐν τιμῇ ὢν, οὐ συνῆκε, παρασυνεβλήθη τοῖς κτήνεσι τοῖς ἀνοήτοις, καὶ ὡμοιώθη αὐτοῖς.

Psalms 73:17-20

17 ἕως εἰσέλθω εἰς τὸ ἁγιαστήριον τοῦ Θεοῦ, συνῶ εἰς τὰ ἔσχατα.
18 Πλὴν διὰ τὰς δολιότητας ἔθου αὐτοῖς, κατέβαλες αὐτοὺς ἐν τῷ ἐπαρθῆναι. 19 Πῶς ἐγένοντο εἰς ἐρήμωσιν; ἐξάπινα ἐξέλιπον, ἀπώλοντο διὰ τὴν ἀνομίαν αὐτῶν. 20 Ὡσεὶ ἐνύπνιον ἐξεγειρομένου, Κύριε ἐν τῇ πόλει σου τὴν εἰκόνα αὐτῶν ἐξουδενώσεις.

Ecclesiastes 2:18-19

18 Καὶ ἐμίσησα ἐγὼ σὺν πάντα μόχθον μου ὃν ἐγὼ κοπιῶ ὑπὸ τὸν ἥλιον, ὅτι ἀφίω αὐτὸν τῷ ἀνθρώπῳ τῷ γινομένῳ μετʼ ἐμέ. 19 Καὶ τίς οἶδεν εἰ σοφὸς ἔσται ἢ ἄφρων; καὶ εἰ ἐξουσιάζεται ἐν παντὶ μόχθῳ μου, ᾧ ἐμόχθησα καὶ ᾧ ἐσοφισάμην ὑπὸ τὸν ἥλιον; καί γε τοῦτο ματαιότης.

Ecclesiastes 4:8

8 Ἔστιν εἷς, καὶ οὐκ ἔστι δεύτερος· καί γε υἱὸς καί γε ἀδελφὸς οὐκ ἔστιν αὐτῷ· καὶ οὐκ ἔστι πειρασμὸς τῷ παντὶ μόχθῳ αὐτοῦ· καί γε ὀφθαλμὸς αὐτοῦ οὐκ ἐμπίπλαται πλούτου· καί τίνι ἐγὼ μοχθῶ, καὶ στερίσκω τὴν ψυχήν μου ἀπὸ ἀγαθωσύνης; καί γε τοῦτο ματαιότης καὶ περισπασμὸς πονηρός ἐστιν.

Jeremiah 12:15

15 Καὶ ἔσται μετὰ τὸ ἐκβαλεῖν με αὐτοὺς, ἐπιστρέψω καὶ ἐλεήσω αὐτοὺς, καὶ κατοικιῶ αὐτούς, ἕκαστον εἰς τὴν κληρονομίαν αὐτοῦ, καὶ ἕκαστον εἰς τὴν γῆν αὐτοῦ.

Jeremiah 12:17

17 Ἐὰν δὲ μὴ ἐπιστρέψωσι, καὶ ἐξαρῶ τὸ ἔθνος ἐκεῖνο ἐξάρσει καὶ ἀπωλείᾳ.

Jeremiah 18:7

7 Πέρας λαλήσω ἐπὶ ἔθνος, ἢ ἐπὶ βασιλείαν τοῦ ἐξᾶραι αὐτοὺς, καὶ τοῦ ἀπολλύειν,

Jeremiah 31:40

40 καὶ πάντες Ἀσαρημὼθ ἕως Ναχὰλ Κέδρων, ἕως γωνίας πύλης ἵππων ἀνατολῆς, ἁγίασμα τῷ Κυρίῳ, καὶ οὐκέτι οὐ μὴ ἐκλίπῃ, καὶ οὐ μὴ καθαιρεθῇ ἕως τοῦ αἰῶνος.

Jeremiah 45:4

4 εἰπὸν αὐτῷ, οὕτως εἶπε Κύριος, ἰδοὺ οὓς ἐγὼ ᾠκοδόμησα, ἐγὼ καθαιρῷ· καὶ οὓς ἐγὼ ἐφύτευσα, ἐγὼ ἐκτίλλω.

Daniel 7:2

2 Ἐγὼ Δανιὴλ ἐθεώρουν· καὶ ἰδοὺ οἱ τέσσαρες ἄνεμοι τοῦ οὐρανοῦ προσέβαλον εἰς τὴν θάλασσαν τὴν μεγάλην.

Daniel 7:8

8 Προσενόουν τοῖς κέρασιν αὐτοῦ, καὶ ἰδοὺ κέρας ἕτερον μικρὸν ἀνέβη ἐν μέσῳ αὐτῶν, καὶ τρία κέρατα τῶν ἔμπροσθεν αὐτοῦ ἐξεῤῥιζώθη ἀπὸ προσώπου αὐτοῦ· καὶ ἰδοὺ ὀφθαλμοὶ, ὡσεὶ ὀφθαλμοὶ ἀνθρώπου ἐν τῷ κέρατι τούτῳ, καὶ στόμα λαλοῦν μεγάλα.

Daniel 8:8

8 Καὶ ὁ τράγος τῶν αἰγῶν ἐμεγαλύνθη ἕως σφόδρα· καὶ ἐν τῷ ἰσχῦσαι αὐτὸν, συνετρίβη τὸ κέρας αὐτοῦ τὸ μέγα· καὶ ἀνέβη ἕτερα τέσσαρα ὑποκάτω αὐτοῦ εἰς τοὺς τέσσαρας ἀνέμους τοῦ οὐρανοῦ.

Daniel 8:22

22 Καὶ τοῦ συντριβέντος οὗ ἔστησαν τέσσαρα κέρατα ὑποκάτω, τέσσαρες βασιλεῖς ἐκ τοῦ ἔθνους αὐτοῦ ἀναστήσονται, καὶ οὐκ ἐν τῇ ἰσχύϊ αὐτῶν.

Daniel 11:3-4

3 Καὶ ἀναστήσεται βασιλεὺς δυνατὸς, καὶ κυριεύσει κυρείας πολλῆς, καὶ ποιήσει κατὰ τό θέλημα αὐτοῦ.
4 Καὶ ὡς ἂν στῇ ἡ βασιλεία αὐτοῦ, συντριβήσεται, καὶ διαιρεθήσεται εἰς τοὺς τέσσαρας ἀνέμους τοῦ οὐρανοῦ, καὶ οὐκ εἰς τὰ ἔσχατα αὐτοῦ, οὐδὲ κατὰ τὴν κυριείαν αὐτοῦ, ἣν ἐκυρίευσεν, ὅτι ἐκτιλήσεται ἡ βασιλεία αὐτοῦ, καὶ ἑτέροις ἐκτὸς τούτων.

Daniel 11:8-9

8 Καί γε τοὺς θεοὺς αὐτῶν μετὰ τῶν χωνευτῶν αὐτῶν, πᾶν σκεῦος ἐπιθυμητὸν αὐτῶν, ἀργυρίου καὶ χρυσίου, μετὰ αἰχμαλωσίας οἴσει εἰς Αἴγυπτον, καὶ αὐτὸς στήσεται ὑπὲρ βασιλέα τοῦ βοῤῥᾶ. 9 Καὶ εἰσελεύσεται εἰς τὴν βασιλείαν τοῦ βασιλέως τοῦ Νότου, καὶ ἀναστρέψει εἰς τὴν γῆν αὐτοῦ.

Daniel 11:11

11 Καὶ ἀγριανθήσεται βασιλεὺς τοῦ Νότου, καὶ ἐξελεύσεται, καὶ πολεμήσει μετὰ τοῦ βασιλέως τοῦ βοῤῥᾶ, καὶ στήσει ὄχλον πολὺν, καὶ παραδοθήσεται ὁ ὄχλος ἐν χειρὶ αὐτοῦ,

Daniel 11:14

14 Καὶ ἐν τοῖς καιροῖς ἐκείνοις πολλοὶ ἐπαναστήσονται ἐπὶ βασιλέα τοῦ Νότου, καὶ οἱ υἱοὶ τῶν λοιμῶν τοῦ λαοῦ σου ἐπαρθήσονται, τοῦ στῆσαι ὅρασιν, καὶ ἀσθενήσουσι.

Daniel 11:40

40 Καὶ ἐν καιροῦ πέρατι συγκερατισθήσεται μετὰ τοῦ βασιλέως τοῦ Νότου· καὶ συναχθήσεται ἐπʼ αὐτὸν βασιλεὺς τοῦ βοῤῥᾶ ἐν ἅρμασι καὶ ἐν ἱππεῦσι καὶ ἐν ναυσὶ πολλαῖς, καὶ εἰσελεύσονται εἰς τὴν γῆν, καὶ συντρίψει, καὶ παρελεύσεται,

Job 38:15

15 Ἀφεῖλες δὲ ἀπὸ ἀσεβῶν τὸ φῶς, βραχίονα δὲ ὑπερηφάνων συνέτριψας;

Psalms 10:5

5 Βεβηλοῦνται αἱ ὁδοὶ αὐτοῦ ἐν παντὶ καιρῷ· ἀνταναιρεῖται τὰ κρίματά σου ἀπὸ προσώπου αὐτοῦ, πάντων τῶν ἐχθρῶν αὐτοῦ κατακυριεύσει.

Ezekiel 30:21

21 υἱὲ ἀνθρώπου, τοὺς βραχίονας Φαραὼ βασιλέως Αἰγύπτου συνέτριψα, καὶ ἰδοὺ οὐ κατεδέθη τοῦ δοθῆναι ἴασιν, τοῦ δοθῆναι ἐπʼ αὐτὸν μάλαγμα, τοῦ δοθῆναι ἰσχὺν ἐπιλαβέσθαι μαχαίρας.

Ezekiel 38:8-9

8 Ἀφʼ ἡμερῶν πλειόνων ἑτοιμασθήσεται, καὶ ἐπʼ ἐσχάτου ἐτῶν ἐλεύσεται, καὶ ἥξει εἰς τὴν γῆν τὴν ἀπεστραμμένην ἀπὸ μαχαίρας, συνηγμένων ἀπὸ ἐθνῶν πολλῶν ἐπὶ γῆν Ἰσραὴλ, ἣ ἐγενήθη ἔρημος διʼ ὅλου· καὶ οὗτος ἐξ ἐθνῶν ἐξελήλυθε, καὶ κατοικήσουσιν ἐπʼ εἰρήνης ἅπαντες. 9 Καὶ ἀναβήσῃ ὡς ὑετὸς, καὶ ἥξεις ὡς νεφέλη κατακαλύψαι γῆν, καὶ ἔσῃ σὺ καὶ πάντες οἱ περὶ σὲ, καὶ ἔθνη πολλὰ μετὰ σοῦ.

Daniel 11:7

7 Ἀναστήσεται ἐκ τοῦ ἄνθους τῆς ῥίζης αὐτῆς, τῆς ἑτοιμασίας αὐτοῦ, καὶ ἥξει πρὸς τὴν δύναμιν, καὶ εἰσελεύσεται εἰς τὰ ὑποστηρίγματα τοῦ βασιλέως τοῦ βοῤῥᾶ, καὶ ποιήσει ἐν αὐτοῖς, καὶ κατισχύσει.

Daniel 11:13

13 Καί ἐπιστρέψει ὁ βασιλεὺς τοῦ βοῤῥᾶ, καὶ ἄξει ὄχλον πολὺν ὑπὲρ τὸν πρότερον· καὶ εἰς τὸ τέλος τῶν καιρῶν ἐνιαυτῶν ἐπελεύσεται εἰσόδια ἐν δυνάμει μεγάλῃ, καὶ ἐν ὑπάρξει πολλῇ.

Daniel 11:15

15 Καὶ εἰσελεύσεται βασιλεὺς τοῦ βοῤῥᾶ, καὶ ἐκχεεῖ πρόσχωμα, καὶ συλλήψεται πόλεις ὀχυράς, καὶ οἱ βραχίονες τοῦ βασιλέως τοῦ Νότου οὐ στήσονται, καὶ ἀναστήσονται οἱ ἐκλεκτοὶ αὐτοῦ, καὶ οὐκ ἔσται ἰσχὺς τοῦ στῆναι. 16 διότι ἰδοὺ ἐγὼ ἐξεγείρω ποιμένα ἐπὶ τὴν γῆν, τὸ ἐκλιμπάνον οὐ μὴ ἐπισκέψηται, καὶ τὸ ἐσκορπισμένον οὐ μὴ ζητήσῃ, καὶ τὸ συντετριμμένον οὐ μὴ ἰάσηται, καὶ τὸ ὁλόκληρον οὐ μὴ κατευθύνῃ, καὶ τὰ κρέα τῶν ἐκλεκτῶν καταφάγεται, καὶ τούς ἀστραγάλους αὐτῶν ἐκστρέψει.

Job 14:7

7 Ἔστι γὰρ δένδρῳ ἐλπὶς, ἐὰν γὰρ ἐκκοπῇ, ἔτι ἐπανθήσει, καὶ ὁ ῥάδαμνος αὐτοῦ οὐ μὴ ἐκλίπῃ.

Psalms 49:10-13

10 Ὅταν ἴδῃ σοφοὺς ἀποθνήσκοντας, ἐπιτοαυτὸ ἄφρων καὶ ἄνους ἀπολοῦνται, καὶ καταλείψουσιν ἀλλοτρίοις τὸν πλοῦτον αὐτῶν. 11 Καὶ οἱ τάφοι αὐτῶν οἰκίαι αὐτῶν εἰς τὸν αἰῶνα, σκηνώματα αὐτῶν εἰς γενεὰν καὶ γενεάν, ἐπεκαλέσαντο τὰ ὀνόματα αὐτῶν ἐπὶ τῶν γαιῶν αὐτῶν. 12 Καὶ ἄνθρωπος ἐν τιμῇ ὢν, οὐ συνῆκε, παρασυνεβλήθη τοῖς κτήνεσι τοῖς ἀνοήτοις, καὶ ὡμοιώθη αὐτοῖς. 13 Αὕτη ἡ ὁδὸς αὐτῶν σκάνδαλον αὐτοῖς, καὶ μετὰ ταῦτα ἐν τῷ στόματι αὐτῶν εὐδοκήσουσι· διάψαλμα.

Psalms 55:23

23 Σὺ δέ ὁ Θεὸς κατάξεις αὐτοὺς εἰς φρέαρ διαφθορᾶς· ἄνδρες αἱμάτων καὶ δολιότητος οὐ μὴ ἡμισεύσωσι τὰς ἡμέρας αὐτῶν· ἐγὼ δέ ἐλπιῶ ἐπὶ σέ, Κύριε.

Psalms 109:8

8 Γενηθήτωσαν αἱ ἡμέραι αὐτοῦ ὀλίγαι, καὶ τὴν ἐπισκοπὴν αὐτοῦ λάβοι ἕτερος.

Isaiah 9:14

14 Καὶ ἀφεῖλε Κύριος ἀπὸ Ἰσραὴλ κεφαλὴν καὶ οὐράν, μέγαν καὶ μικρὸν, ἐν μιᾷ ἡμέρᾳ, πρεσβύτην,

Isaiah 11:1

1 Καὶ ἐξελεύσεται ῥάβδος ἐκ τῆς ῥίζης Ἰεσσαὶ, καὶ ἄνθος ἐκ τῆς ῥίζης ἀναβήσεται,

Jeremiah 12:2

2 Ἐφύτευσας αὐτοὺς, καὶ ἐῤῥιζώθησαν· ἐτεκνοποιήσαντο, καὶ ἐποίησαν καρπὸν· ἐγγὺς εἶ σὺ τοῦ στόματος αὐτῶν, καὶ πόῤῥω ἀπὸ τῶν νεφρῶν αὐτῶν.

Ezekiel 17:18

18 Καὶ ἠτίμωσεν ὁρκωμοσίαν τοῦ παραβῆναι διαθήκην· καὶ ἰδοὺ δέδωκε τὴν χεῖρα αὐτοῦ, καὶ πάντα ταῦτα ἐποίησεν αὐτῷ, μὴ σωθήσεται.

Daniel 11:19-20

19 Καὶ ἐπιστρέψει τὸ πρόσωπον αὐτοῦ εἰς τὴν ἰσχὺν τῆς γῆς αὐτοῦ, καί ἀσθενήσει, καὶ πεσεῖται, καὶ οὐχ εὑρεθήσεται.
20 Καὶ ἀναστήσεται ἐκ τῆς ῥίζης αὐτοῦ φυτὸν τῆς βασιλείας ἐπὶ τὴν ἑτοιμασίαν αὐτοῦ παραβιβάζων, πράσσων δόξαν βασιλείας· καὶ ἐν ταῖς ἡμέραις ἐκείναις συντριβήσεται, καὶ οὐκ ἐν ποσώποις, οὐδὲ ἐν πολέμῳ.

Daniel 11:38-39

38 Καὶ θεὸν Μαωζεὶμ ἐπὶ τόπου αὐτοῦ δοξάσει, καὶ θεὸν ὃν οὐκ ἔγνωσαν οἱ πατέρες αὐτοῦ, δοξάσει ἐν χρυσῷ καὶ ἀργύρῳ καὶ λίθῳ τιμίῳ, καὶ ἐν ἐπιθυμήμασι. 39 Καὶ ποιήσει τοῖς ὀχυρώμασι τῶν καταφυγῶν μετὰ θεοῦ ἀλλοτρίου, καὶ πληθυνεῖ δόξαν, καὶ ὑποτάξει αὐτοῖς πολλοὺς, καὶ γῆν διελεῖ ἐν δώροις.

Malachi 4:1

1 ΔΙΟΤΙ ἰδοὺ ἡμέρα Κυρίου ἔρχεται καιομένη ὡς κλίβανος καὶ φλέξει αὐτοὺς, καὶ ἔσονται πάντες οἱ ἀλλογενεῖς, καὶ πάντες οἱ ποιοῦντες ἄνομα, καλάμη, καὶ ἀνάψει αὐτοὺς ἡ ἡμέρα ἡ ἐρχομένη, λέγει Κύριος παντοκράτωρ, καὶ οὐ μὴ ὑπολειφθῇ ἐξ αὐτῶν ῥίζα οὐδὲ κλῆμα.

Genesis 31:30

30 Νῦν οὖν πεπόρευσαι· ἐπιθυμίᾳ γὰρ ἐπεθύμησας ἀπελθεῖν εἰς τὸν οἶκον τοῦ πατρός σου· ἱνατί ἔκλεψας τοὺς θεούς μου;

Exodus 12:12

12 Καί διελεύσομαι ἐν γῇ Αἰγύπτῳ ἐν τῇ νυκτὶ ταύτῃ, καὶ πατάξω πᾶν πρωτότοκον ἐν γῇ Αἰγύπτῳ ἀπὸ ἀνθρώπου ἕως κτήνους· καὶ ἐν πᾶσι τοῖς θεοῖς τῶν Αἰγυπτίων ποιήσω τὴν ἐκδίκησιν· ἐγὼ Κύριος.

Numbers 33:4

4 Καὶ οἱ Αἰγύπτιοι ἔθαπτον ἐξ αὐτῶν τοὺς τεθνηκότας πάντας οὓς ἐπάταξε Κύριος, πᾶν πρωτότοκον ἐν γῇ Αἰγύπτῳ· καὶ ἐν τοῖς θεοῖς αὐτῶν ἐποίησε τὴν ἐκδίκησιν Κύριος.

Deuteronomy 12:3

3 Καὶ κατασκάψετε τοὺς βωμοὺς αὐτῶν, καὶ συντρίψετε τὰς στήλας αὐτῶν, καὶ τὰ ἄλση αὐτῶν ἐκκόψετε, καὶ τὰ γλυπτὰ τῶν θεῶν αὐτῶν κατακαύσετε πυρὶ, καὶ ἀπολεῖτε τὸ ὄνομα αὐτῶν ἐκ τοῦ τόπου ἐκείνου.

Judges 18:24

24 Καὶ εἶπε Μιχαίας, ὅτι τὸ γλυπτόν μου, ὃ ἐποίησα, ἐλάβετε, καὶ τὸν ἱερέα, καὶ ἐπορεύθητε· καὶ τί μοι ἔτι; καὶ τί τοῦτο λέγετε πρὸς μὲ, τί κράζεις;

Isaiah 2:16

16 καὶ ἐπὶ πᾶν πλοῖον θαλάσσης, καὶ ἐπὶ πᾶσαν θέαν πλοίων κάλλους.

Isaiah 37:19

19 καὶ ἐνέβαλον τὰ εἴδωλα αὐτῶν εἰς τὸ πῦρ· οὐ γὰρ θεοὶ ἦσαν, ἀλλὰ ἔργα χειρῶν ἀνθρώπων, ξύλα καὶ λίθοι· καὶ ἀπώλεσεν αὐτούς.

Isaiah 46:1-2

1 Ἔπεσε Βὴλ, συνετρίβη Ναβὼ, ἐγένετο τὰ γλυπτὰ αὐτῶν εἰς θηρία, καὶ κτήνη· αἴρετε αὐτὰ καταδεδεμένα ὡς φορτίον κοπιῶντι 2 ἐκλελυμένῳ, καὶ πεινῶντι, οὐκ ἰσχύοντι ἅμα, οἳ οὐ δυνήσονται σωθῆναι ἀπὸ πολέμου, αὐτοὶ δὲ αἰχμάλωτοι ἤχθησαν.

Jeremiah 43:12-13

12 Καὶ καύσει πῦρ ἐν οἰκίαις τῶν θεῶν αὐτῶν, καὶ ἐμπυριεῖ αὐτὰς, καὶ ἀποικιεῖ αὐτοὺς, καὶ φθειριεῖ γῆν Αἰγύπτου, ὥσπερ φθειρίζει ποιμὴν τὸ ἱμάτιον αὐτοῦ· καὶ ἐξελεύσεται ἐν εἰρήνῃ, 13 καὶ συντρίψει τοὺς στύλους Ἡλιουπόλεως τοὺς ἐν Ὤν, καὶ τὰς οἰκίας αὐτῶν κατακαύσει ἐν πυρί.

Jeremiah 46:25

25 Ἰδοὺ ἐγὼ ἐκδικῶ τὸν Ἀμμὼν τὸν υἱὸν αὐτῆς ἐπὶ Φαραὼ, καὶ ἐπὶ τοὺς πεποιθότας ἐπʼ αὐτῷ.

Daniel 1:2-3

2 Καὶ ἔδωκε Κύριος ἐν χειρὶ αὐτοῦ τὸν Ἰωακεὶμ βασιλέα Ἰούδα, καὶ ἀπὸ μέρους τῶν σκευῶν οἴκου τοῦ Θεοῦ· καὶ ἤνεγκεν αὐτὰ εἰς γῆν Σενναὰρ οἴκου τοῦ Θεοῦ αὐτοῦ, καὶ τὰ σκεύη εἰσήνεγκεν εἰς τὸν οἶκον θησαυροῦ τοῦ Θεοῦ αὐτοῦ. 3 Καὶ εἶπεν ὁ βασιλεὺς τῷ Ἀσφανὲζ τῷ ἀρχιευνούχῳ αὐτοῦ, εἰσαγαγεῖν ἀπὸ τῶν υἱῶν τῆς αἰχμαλωσίας Ἰσραὴλ, καὶ ἀπὸ τοῦ σπέρματος τῆς βασιλείας, καὶ ἀπὸ τῶν φορθομμὶν,

Daniel 10:3

3 ἄρτον ἐπιθυμιῶν οὐκ ἔφαγον, καὶ κρέας καὶ οἶνος οὐκ εἰσῆλθεν εἰς τὸ στόμα μου, καὶ ἄλειμμα οὐκ ἠλειψάμην, ἕως πληρώσεως τριῶν ἑβδομάδων ἡμερῶν.

Hosea 8:6

6 καὶ αὐτὸ τέκτων ἐποίησε, καὶ οὐ θεός ἐστι· διότι πλανῶν ἦν ὁ μόσχος σου, Σαμάρεια.

Hosea 10:5-6

5 Τῷ μόσχῳ τοῦ οἴκου Ὦν παροικήσουσιν οἱ κατοικοῦντες Σαμάρειαν, ὅτι ἐπένθησε λαὸς αὐτοῦ ἐπʼ αὐτὸν· καὶ καθὼς παρεπίκραναν αὐτόν, ἐπιχαροῦνται ἐπὶ τὴν δόξαν αὐτοῦ, ὅτι μετῳκίσθη ἀπʼ αὐτοῦ. 6 Καὶ αὐτὸν εἰς Ἀσσυρίους δήσαντες, ἀπήνεγκαν ξένια τῷ βασιλεῖ Ἰαρείμ· ἐν δόματι Ἐφραὶμ δέξεται, καὶ αἰσχυνθήσεται Ἰσραὴλ ἐν τῇ βουλῇ αὐτοῦ.

Hosea 13:15

15 Διότι οὗτος ἀναμέσον ἀδελφῶν διαστελεῖ, ἐπάξει καύσωνα ἄνεμον Κύριος ἐκ τῆς ἐρήμου ἐπʼ αὐτὸν, καὶ ἀναξηρανεῖ τὰς φλέβας αὐτοῦ, ἐξερημώσει τὰς πηγὰς αὐτοῦ· αὐτὸς καταξηρανεῖ τὴν γῆν αὐτοῦ, καὶ πάντα τὰ σκεύη τὰ ἐπιθυμητὰ αὐτοῦ.

Isaiah 8:7-8

7 διaτοῦτο ἰδοὺ Κύριος ἀνάγει ἐφʼ ὑμᾶς τὸ ὕδωρ τοῦ ποταμοῦ, τὸ ἰσχυρὸν καὶ τὸ πολύ, τὸν βασιλέα τῶν Ἀσσυρίων, καὶ τὴν δόξαν αὐτοῦ· καὶ ἀναβήσεται ἐπὶ πᾶσαν φάραγγα ὑμῶν, καὶ περιπατήσει ἐπὶ πᾶν τεῖχος ὑμῶν, 8 καὶ ἀφελεῖ ἀπὸ τῆς Ἰουδαίας ἄνθρωπον, ὃς δυνήσεται κεφαλὴν ἆραι, ἢ δυνατὸν συντελέσασθαί τι· καὶ ἔσται ἡ παρεμβολὴ αὐτοῦ ὥστε πληρῶσαι τὸ πλάτος τῆς χώρας σου, μεθʼ ἡμῶν ὁ Θεός.

Isaiah 25:12

12 Καὶ τὸ ὕψος τῆς καταφυγῆς τοῦ τοίχου ταπεινώσει, καὶ καταβήσεται ἕως τοῦ ἐδάφους.

Jeremiah 46:7-8

7 Τίς οὗτος ὡς ποταμὸς ἀναβήσεται, καὶ ὡς ποταμοὶ κυμαίνουσιν ὕδωρ; 8 Ὕδατα Αἰγύπτου ὡσ ποταμὸς ἀναβήσεται· καὶ εἶπεν, ἀναβήσομαι, καὶ κατακαλύψω τὴν γῆν, καὶ ἀπολῶ τοὺς κατοικοῦντας ἐν αὐτῇ.

Jeremiah 51:42

42 Ἀνέβη ἐπὶ Βαβυλῶνα ἡ θάλασσα ἐν ἤχῳ κυμάτων αὐτῆς, καὶ κατεκαλύφθη,

Daniel 9:26

26 Καὶ μετὰ τὰς ἑβδομάδας τὰς ἑξηκονταδύο, ἐξολοθρευθήσεται χρῖσμα, καὶ κρίμα οὐκ ἔστιν ἐν αὐτῷ· καὶ τὴν πόλιν, καὶ τὸ ἅγιον διαφθερεῖ σὺν τῷ ἡγουμένῳ τῷ ἐρχομένῳ, ἐκκοπήσονται ἐν κατακλυσμῷ, καὶ ἕως τέλους πολέμου συντετμημένου τάξει ἀφανισμοῖς.

Daniel 11:22

22 καὶ βραχίονες τοῦ κατακλύζοντος κατακλυσθήσονται ἀπὸ προσώπου αὐτοῦ, καὶ συντριβήσονται, καὶ ἡγούμενος διαθήκης.

Daniel 11:26

26 καὶ φάγονται τὰ δέοντα αὐτοῦ, καὶ συντρίψουσιν αὐτὸν, καὶ δυνάμεις κατακλύσει, καὶ πεσοῦνται τραυματίαι πολλοί.

Daniel 11:39-40

39 Καὶ ποιήσει τοῖς ὀχυρώμασι τῶν καταφυγῶν μετὰ θεοῦ ἀλλοτρίου, καὶ πληθυνεῖ δόξαν, καὶ ὑποτάξει αὐτοῖς πολλοὺς, καὶ γῆν διελεῖ ἐν δώροις.
40 Καὶ ἐν καιροῦ πέρατι συγκερατισθήσεται μετὰ τοῦ βασιλέως τοῦ Νότου· καὶ συναχθήσεται ἐπʼ αὐτὸν βασιλεὺς τοῦ βοῤῥᾶ ἐν ἅρμασι καὶ ἐν ἱππεῦσι καὶ ἐν ναυσὶ πολλαῖς, καὶ εἰσελεύσονται εἰς τὴν γῆν, καὶ συντρίψει, καὶ παρελεύσεται,

1 Kings 20:13

13 Καὶ ἰδοὺ προφήτης εἷς προσῆλθε τῷ Ἀχαὰβ βασιλεῖ Ἰσραὴλ, καὶ εἶπε, τάδε λέγει Κύριος, εἰ ἑώρακας τὸν ὄχλον τὸν μέγαν τοῦτον; ἰδοὺ ἐγὼ δίδωμι αὐτὸν σήμερον εἰς χεῖράς σας, καὶ γνώσῃ ὅτι ἐγὼ Κύριος.

1 Kings 20:28

28 Καὶ προσῆλθεν ὁ ἄνθρωπος τοῦ Θεοῦ, καὶ εἶπε τῷ βασιλεῖ Ἰσραὴλ, τάδε λέγει Κύριος, ἀνθʼ ὧν εἶπε Συρία, Θεὸς ὀρέων Κύριος ὁ Θεὸς Ἰσραὴλ καὶ οὐ Θεὸς κοιλάδων αὐτός, καὶ δώσω τὴν δύναμιν τὴν μεγάλην ταύτην εἰς χεῖρα σήν, καὶ γνώσῃ ὅτι ἐγὼ Κύριος.

Psalms 33:16-17

16 Οὐ σῴζεται βασιλεὺς διὰ πολλὴν δύναμιν, καὶ γίγας οὐ σωθήσεται ἐν πλήθει ἰσχύος αὐτοῦ. 17 Ψευδὴς ἵππος εἰς σωτηρίαν, ἐν δὲ πλήθει δυνάμεως αὐτοῦ οὐ σωθήσεται.

Psalms 76:10

10 Ὅτι ἐνθύμιον ἀνθρώπου ἐξομολογήσεταί σοι, καὶ ἐγκατάλειμμα ἐνθυμίου ἑορτάσει σοι.

Ecclesiastes 9:11-12

11 Ἐπέστρεψα καὶ εἶδον ὑπὸ τὸν ἥλιον, ὅτι οὐ τοῖς κούφοις ὁ δρόμος, καὶ οὐ τοῖς δυνατοῖς ὁ πόλεμος, καί γε οὐ τῷ σοφῷ ἄρτος, καί γε οὐ τοῖς συνετοῖς πλοῦτος, καί γε οὐ τοῖς γινώσκουσι χάρις, ὅτι καιρὸς καὶ ἀπάντημα συναντήσεται σύμπασιν αὐτοῖς. 12 Ὅτι καί γε οὐκ ἔγνω ὁ ἄνθρωπος τὸν καιρὸν αὐτοῦ, ὡς οἱ ἰχθύες οἱ θηρευόμενοι ἐν ἀμφιβλήστρῳ κακῷ, καὶ ὡς ὄρνεα τὰ θηρευόμενα ἐν παγίδι· ὡς αὐτὰ παγιδεύονται οἱ υἱοὶ τοῦ ἀνθρώπου εἰς καιρὸν πονηρόν, ὅταν ἐπιπέσῃ ἐπʼ αὐτοὺς ἄφνω.

Jeremiah 27:6

6 Ἔδωκα τὴν γῆν τῷ Ναβουχοδονόσορ βασιλεῖ Βαβυλῶνος δουλεύειν αὐτῷ, καὶ τὰ θηρία τοῦ ἀγροῦ ἐργάζεσθαι αὐτῷ.

Daniel 2:38

38 ἐν παντὶ τόπῳ, ὅπου κατοικοῦσιν οἱ υἱοὶ τῶν ἀνθρώπων· θηρία τε ἁγροῦ, καὶ πετεινὰ οὐρανοῦ, καὶ ἰχθύας τῆς θαλάσσης ἔδωκεν ἐν τῇ χειρί σου, καὶ κατέστησέ σε κύριον πάντων· σὺ εἶ ἡ κεφαλὴ ἡ χρυσῆ.

Daniel 8:7

7 Καὶ ἴδον αὐτὸν φθάνοντα ἕως τοῦ κριοῦ, καὶ ἐξηγριάνθη πρὸς αὐτὸν, καὶ ἔπαισε τὸν κριὸν, καὶ συνέτριψεν ἀμφότερα τὰ κέρατα αὐτοῦ· καὶ οὐκ ἦν ἰσχὺς τῷ κριῷ, τοῦ στῆναι ἐνώπιον αὐτοῦ· καὶ ἔῤῥιψεν αὐτὸν ἐπὶ τὴν γῆν, καὶ συνεπάτησεν αὐτὸν, καὶ οὐκ ἦν ὁ ἐξαιρούμενος τὸν κριὸν ἐκ χειρὸς αὐτοῦ.

Daniel 11:5

5 Καὶ ἐνισχύσει ὁ βασιλεὺς τοῦ Νότου· καὶ εἷς τῶν ἀρχόντων αὐτῶν ἐνισχύσει ἐπʼ αὐτὸν, καὶ κυριεύσει κυριείαν πολλὴν.

Daniel 11:9-10

9 Καὶ εἰσελεύσεται εἰς τὴν βασιλείαν τοῦ βασιλέως τοῦ Νότου, καὶ ἀναστρέψει εἰς τὴν γῆν αὐτοῦ.
10 Καὶ οἱ υἱοὶ αὐτοῦ συνάξουσιν ὄχλον δυνάμεων πολλῶν· καὶ ἐλεύσεται ἐρχόμενος καὶ κατακλύζων, καὶ παρελεύσεται, καὶ καθίεται, καὶ συμπροσπλακήσεται ἕως τῆς ἰσχύος αὐτοῦ.

Daniel 11:44

44 Καὶ ἀκοαὶ καὶ σπουδαὶ ταράξουσιν αὐτὸν ἐξ ἀνατολῶν καὶ ἀπὸ βοῤῥᾶ, καὶ ἥξει ἐν θυμῷ πολλῷ, τοῦ ἀφανίσαι πολλούς.

Deuteronomy 8:14

14 ὑψωθῇς τῇ καρδίᾳ, καὶ ἐπιλάθῃ Κυρίου τοῦ Θεοῦ σου, τοῦ ἐξαγαγόντος σε ἐκ γῆς Αἰγύπτου, ἐξ οἴκου δουλείας·

2 Kings 14:10

10 Τύπτων ἐπάταξας τὴν Ἰδουμαίαν, καὶ ἐπῇρέ σε καρδία σου· ἐνδοξάσθητι καθήμενος ἐν τῷ οἴκῳ σου, καὶ ἱνατί ἐρίζεις ἐν κακίᾳ σου; καὶ πεσῇ σὺ καὶ Ἰούδας μετὰ σοῦ.

2 Chronicles 25:19

19 Εἶπας, ἰδοὺ ἐπάταξα τὴν Ἰδουμαίαν, καὶ ἐπαίρει σε ἡ καρδία σου ἡ βαρεῖα· νῦν κάθισον ἐν οἴκῳ σου, καὶ ἱνατί συμβάλλεις ἐν κακίᾳ, καὶ πεσῇ σὺ καὶ Ἰούδας μετὰ σοῦ;

2 Chronicles 26:16

16 Καὶ ὡς κατίσχυσεν, ὑψώθη ἡ καρδία αὐτοῦ τοῦ καταφθεῖραι· καὶ ἠδίκησεν ἐν Κυρίῳ Θεῷ αὐτοῦ, καὶ εἰσῆλθεν εἰς τὸν ναὸν Κυρίου θυμιάσαι ἐπὶ τὸ θυσιαστήριον τῶν θυμιαμάτων.

2 Chronicles 32:25

25 Καὶ οὐ κατὰ τὸ ἀνταπόδομα, ὃ ἔδωκεν αὐτῷ ἀνταπέδωκεν Ἐζεκίας, ἀλλὰ ὑψώθη ἡ καρδία αὐτοῦ, καὶ ἐγένετο ἐπʼ αὐτὸν ὀργὴ καὶ ἐπὶ Ἰούδαν καὶ Ἱερουσαλήμ.

Proverbs 16:18

18 Πρὸ συντριβῆς ἡγεῖται ὕβρις, πρὸ δὲ πτώματος κακοφροσύνη.

Isaiah 10:7-12

7 Αὐτὸς δὲ οὐχ οὕτως ἐνεθυμήθη, καὶ τῇ ψυχῇ οὐχ οὕτως λελόγισται, ἀλλὰ ἀπαλλάξει ὁ νοῦς αὐτοῦ, καὶ τοῦ ἔθνη ἐξολοθρεῦσαι οὐκ ὀλίγα. 8 Καὶ ἐὰν εἴπωσιν αὐτῷ, σὺ μόνος εἶ ἄρχων· 9 καὶ ἐρεῖ, οὐκ ἔλαβον τὴν χώραν τὴν ἐπάνω Βαβυλῶνος καὶ Χαλάνης, οὗ ὁ πύργος ᾠκοδομήθη, καὶ ἔλαβον Ἀραβίαν καὶ Δαμασκὸν καὶ Σαμάρειαν; 10 Ὃν τρόπον ταύτας ἔλαβον, καὶ πάσας τὰς ἀρχὰς λήψομαι· ὀλολύξατε τὰ γλυπτὰ ἐν Ἱερουσαλὴμ, καὶ ἐν Σαμαρείᾳ. 11 Ὃν τρόπον γὰρ ἐποίησα Σαμαρείᾳ, καὶ τοῖς χειροποιήτοις αὐτῆς, οὕτω ποιήσω καὶ Ἱερουσαλὴμ, καὶ τοῖς εἰδώλοις αὐτῆς. 12 Καὶ ἔσται ὅταν συντελέσῃ Κύριος πάντα ποιῶν ἐν τῷ ὄρει Σιὼν καὶ ἐν Ἱερουσαλὴμ, ἐπισκέψομαι ἐπὶ τὸν νοῦν τὸν μέγαν ἐπι τὸν ἄρχοντα τῶν Ἀσσυρίων, καὶ ἐπὶ τὸ ὕψος τῆς δόξης τῶν ὀφθαλμῶν αὐτοῦ.

Ezekiel 28:2

2 Καὶ σὺ υἱὲ ἀνθρώπου εἰπὸν τῷ ἄρχοντι Τύρου, τάδε λέγει Κύριος, ἀνθʼ ὧν ὑψώθη σου ἡ καρδία, καὶ εἶπας, θεός εἰμι ἐγὼ, κατοικίαν θεοῦ κατῴκησα ἐν καρδίᾳ θαλάσσης, σὺ δὲ εἶ ἄνθρωπος καὶ οὐ Θεὸς, καὶ ἔδωκας τὴν καρδίαν σου ὡς καρδίαν Θεοῦ.

Ezekiel 28:5

5 Ἐν τῇ πολλῇ ἐπιστήμῃ σου καὶ ἐμπορίᾳ σου ἐπλήθυνας δύναμίν σου, ὑψώθη ἡ καρδία σου ἐν τῇ δυνάμει σου.

Ezekiel 28:17

17 Ὑψώθη ἡ καρδία σου ἐπὶ τῷ κάλλει σου, διεφθάρη ἡ ἐπιστήμη σου μετὰ τοῦ κάλλους σου· διὰ πλῆθος ἁμαρτιῶν σου ἐπὶ τὴν γῆν ἔῤῥιψά σε, ἐναντίον βασιλέων ἔδωκά σε παραδειγματισθῆναι.

Daniel 5:19-20

19 Καὶ ἀπὸ τῆς μεγαλωσύνης ἧς ἔδωκεν αὐτῷ πάντες οἱ λαοὶ, φυλαί, γλῶσσαι ἦσαν τρέμοντες καὶ φοβούμενοι ἀπὸ προσώπου αὐτοῦ· οὓς ἠβούλετο αὐτὸς ἀνῄρει, καὶ οὓς ἠβούλετο αὐτὸς ἔτυπτε, καὶ οὓς ἠβούλετο αὐτὸς ὕψου, καὶ οὓς ἠβούλετο αὐτὸς ἐταπείνου. 20 Καὶ ὅτε ὑψώθη ἡ καρδία αὐτοῦ, καὶ τὸ πνεῦμα αὐτοῦ ἐκραταιώθη τοῦ ὑπερηφανεύσασθαι, κατηνέχθη ἀπὸ τοῦ θρόνου τῆς βασιλείας, καὶ ἡ τιμὴ ἀφῃρέθη ἀπʼ αὐτοῦ,

Daniel 5:23

23 Καὶ ἐπὶ τὸν Κύριον Θεὸν τοῦ οὐρανοῦ ὑψώθης, καὶ τὰ σκεύη τοῦ οἴκου αὐτοῦ ἤνεγκαν ἐνώπιόν σου, καὶ σὺ καὶ οἱ μεγιστᾶνές σου, καὶ αἱ παλλακαί σου, καὶ αἱ παράκοιτοί σου οἶνον ἐπίνετε ἐν αὐτοῖς· καὶ τοὺς θεοὺς τοὺς χρυσοῦς, καὶ ἀργυροῦς, καὶ χαλκοῦς, καὶ σιδηροῦς, καὶ ξυλίνους, καὶ λιθίνους, οἳ οὐ βλέπουσι, καὶ οἳ οὐκ ἀκούουσι, καὶ οὐ γινώσκουσιν, ᾔνεσας, καὶ τὸν Θεὸν οὗ ἡ πνοή σου ἐν χειρὶ αὐτοῦ καὶ πᾶσαι αἱ ὁδοί σου, αὐτὸν οὐκ ἐδόξασας.

Daniel 8:25

25 Καὶ ζυγὸς τοῦ κλοιοῦ αὐτοῦ κατευθυνεῖ, δόλος ἐν τῇ χειρὶ αὐτοῦ, καὶ ἐν καρδίᾳ αὐτοῦ μεγαλυνθήσεται, καὶ δόλῳ διαφθερεῖ πολλοὺς, καὶ ἐπὶ ἀπωλείας πολλῶν στήσεται· καὶ ὡς ὠὰ χειρὶ συντρίψει.

Habakkuk 2:4-6

4 Ἐὰν ὑποστείληται, οὐκ εὐδοκεῖ ἡ ψυχή μου ἐν αὐτῷ· ὁ δὲ δίκαιος ἐκ πίστεώς μου ζήσεται. 5 Ὁ δὲ κατοιόμενος, καὶ καταφρονητὴς, ἀνὴρ ἀλαζών, οὐθὲν μὴ περάνῃ· ὃς ἐπλάτυνε καθὼς ᾅδης τὴν ψυχὴν αὐτοῦ, καὶ οὗτος ὡς θάνατος οὐκ ἐμπιπλάμενος, καὶ ἐπισυνάξει ἐπʼ αὐτὸν πάντα τὰ ἔθνη, καὶ εἰσδέξεται πρὸς αὐτὸν πάντας τοὺς λαούς. 6 Οὐχὶ ταῦτα πάντα κατʼ αὐτοῦ παραβολὴν λήψονται, καὶ πρόβλημα εἰς διήγησιν αὐτοῦ; καὶ ἐροῦσιν, οὐαὶ ὁ πληθύνων ἑαυτῷ τὰ οὐκ ὄντα αὐτοῦ ἕως τίνος, καὶ βαρύνων τὸν κλοιὸν αὐτοῦ στιβαρῶς.

Daniel 4:16

16 13 Ἡ καρδία αὐτοῦ ἀπὸ τῶν ἀνθρώπων ἀλλοιωθήσεται, καὶ καρδία θηρίου δοθήσεται αὐτῷ, καὶ ἑπτὰ καιροὶ ἀλλαγήσονται ἐπʼ αὐτόν.

Daniel 11:6-7

6 Καὶ μετὰ τὰ ἔτη αὐτοῦ συμμειγήσονται, καὶ θυγάτηρ βασιλέως τοῦ Νότου εἰσελεύσεται πρὸς βασιλέα τοῦ βοῤῥᾶ, τοῦ ποιῆσαι συνθήκας μετʼ αὐτοῦ, καὶ οὐ κρατήσει ἰσχύος βραχίονος, καὶ οὐ στήσεται τὸ σπέρμα αὐτοῦ, καὶ παραδοθήσεται αὐτὴ, καὶ οἱ φέροντες αὐτὴν, καὶ ἡ νεᾶνις, καὶ ὁ κατισχύων αὐτὴν ἐν τοῖς καιροῖς.
7 Ἀναστήσεται ἐκ τοῦ ἄνθους τῆς ῥίζης αὐτῆς, τῆς ἑτοιμασίας αὐτοῦ, καὶ ἥξει πρὸς τὴν δύναμιν, καὶ εἰσελεύσεται εἰς τὰ ὑποστηρίγματα τοῦ βασιλέως τοῦ βοῤῥᾶ, καὶ ποιήσει ἐν αὐτοῖς, καὶ κατισχύσει.

Daniel 12:7

7 Καὶ ἤκουσα τοῦ ἀνδρὸς τοῦ ἐνδεδυμένου τὰ βαδδίν, ὃς ἦν ἐπάνω τοῦ ὕδατος τοῦ ποταμοῦ· καὶ ὕψωσε τὴν δεξιὰν αὐτοῦ καὶ τὴν ἀριστερὰν αὐτοῦ εἰς τὸν οὐρανὸν, καὶ ὤμοσεν ἐν τῷ ζῶντι εἰς τὸν αἰῶνα, ὅτι εἰς καιρὸν καιρῶν καὶ ἥμισυ καιροῦ, ἐν τῷ συντελεσθῆναι διασκορπισμὸν γνώσονται πάντα ταῦτα.

Joshua 1:5

5 Οὐκ ἀντιστήσεται ἄνθρωπος κατενώπιον ὑμῶν πάσας τὰς ἡμέρας τῆς ζωῆς σου· καὶ ὥσπερ ἤμην μετὰ Μωυσῆ, οὕτως ἔσομαι καὶ μετὰ σοῦ, καὶ οὐκ ἐγκαταλείψω σε, οὐδʼ ὑπερόψομαί σε.

Proverbs 21:30-31

30 Οὐκ ἔστι σοφία, οὐκ ἔστιν ἀνδρεία, οὐκ ἔστι βουλὴ πρὸς τὸν ἀσεβῆ. 31 Ἵππος ἑτοιμάζεται εἰς ἡμέραν πολέμου, παρὰ δὲ Κυρίου ἡ βοήθεια.

Jeremiah 5:10

10 Ἀνάβητε ἐπὶ τοὺς προμαχῶνας αὐτῆς, καὶ κατασκάψατε, συντέλειαν δὲ μὴ ποιήσητε· ὑπολίπεσθε τὰ ὑποστηρίγματα αὐτῆς, ὅτι τοῦ Κυρίου εἰσίν.

Jeremiah 6:6

6 Ὅτι τάδε λέγει Κύριος, ἔκκοψον τὰ ξύλα αὐτῆς, ἔκχεον ἐπὶ Ἱερουσαλὴμ δύναμιν· ὦ πόλις ψευδὴς, ὅλη καταδυναστεία ἐν αὐτῇ.

Jeremiah 33:4

4 Ὅτι οὕτως εἶπε Κύριος περὶ οἴκων τῆς πόλεως ταύτης, καὶ περὶ οἴκων βασιλέως Ἰούδα τῶν καθῃρημένων εἰς χάρακας καὶ προμαχῶνας,

Jeremiah 52:4

4 Καὶ ἐγένετο τῷ ἔτει τῷ ἐννάτῳ τῆς βασιλείας αὐτοῦ, ἐν μηνὶ τῷ δεκάτῳ, δεκάτῃ τοῦ μηνὸς, ἦλθε Ναβουχοδονόσορ βασιλεὺς Βαβυλῶνος, καὶ πᾶσα ἡ δύναμις αὐτοῦ ἐπὶ Ἱερουσαλὴμ, καὶ περιεχαράκωσαν αὐτὴν, καὶ περιῳκοδόμησαν αὐτὴν τετραπέδοις λίθοις κύκλῳ.

Ezekiel 4:2

2 Καὶ δώσεις ἐπʼ αὐτὴν περιοχὴν, καὶ οἰκοδομήσεις ἐπʼ αὐτὴν προμαχῶνας, καὶ περιβαλεῖς ἐπʼ αὐτὴν χάρακα, καὶ δώσεις ἐπʼ αὐτὴν παρεμβολὰς, καὶ τάξεις τὰς βελοστάσεις κύκλῳ.

Ezekiel 17:17

17 καὶ οὐκ ἐν δυνάμει μεγάλῃ οὐδὲ ἐν ὄχλῳ πολλῷ ποιήσει πρὸς αὐτὸν Φαραὼ πόλεμον, ἐν χαρακοβολίᾳ καὶ ἐν οἰκοδομῇ βελοστάσεων, τοῦ ἐξᾶραι ψυχάς.

Daniel 11:6

6 Καὶ μετὰ τὰ ἔτη αὐτοῦ συμμειγήσονται, καὶ θυγάτηρ βασιλέως τοῦ Νότου εἰσελεύσεται πρὸς βασιλέα τοῦ βοῤῥᾶ, τοῦ ποιῆσαι συνθήκας μετʼ αὐτοῦ, καὶ οὐ κρατήσει ἰσχύος βραχίονος, καὶ οὐ στήσεται τὸ σπέρμα αὐτοῦ, καὶ παραδοθήσεται αὐτὴ, καὶ οἱ φέροντες αὐτὴν, καὶ ἡ νεᾶνις, καὶ ὁ κατισχύων αὐτὴν ἐν τοῖς καιροῖς.

Isaiah 8:8

8 καὶ ἀφελεῖ ἀπὸ τῆς Ἰουδαίας ἄνθρωπον, ὃς δυνήσεται κεφαλὴν ἆραι, ἢ δυνατὸν συντελέσασθαί τι· καὶ ἔσται ἡ παρεμβολὴ αὐτοῦ ὥστε πληρῶσαι τὸ πλάτος τῆς χώρας σου, μεθʼ ἡμῶν ὁ Θεός.

Jeremiah 3:19

19 Καὶ ἐγὼ εἶπα, γένοιτο Κύριε· ὅτι τάξω σε εἰς τέκνα, καὶ δώσω σοι γῆν ἐκλεκτήν, κληρονομίαν Θεοῦ παντοκράτορος ἐθνῶν· καὶ εἶπα, πατέρα καλέσετέ με, καὶ ἀπʼ ἐμοῦ οὐκ ἀποστραφήσεσθε.

Daniel 8:9

9 Καὶ ἐκ τοῦ ἑνὸς αὐτῶν ἐξῆλθε κέρας ἓν ἰσχυρὸν, καὶ ἐμεγαλύνθη περισσῶς πρὸς τὸν Νότον, καὶ πρὸς τὴν δύναμιν,

Daniel 11:3

3 Καὶ ἀναστήσεται βασιλεὺς δυνατὸς, καὶ κυριεύσει κυρείας πολλῆς, καὶ ποιήσει κατὰ τό θέλημα αὐτοῦ.

Daniel 11:41

41 καὶ εἰσελεύσεται εἰς τὴν γῆν τοῦ Σαβαεὶμ, καὶ πολλοὶ ἀσθενήσουσι· καὶ οὗτοι διασωθήσονται ἐκ χειρὸς αὐτοῦ, Ἐδὼμ, καὶ Μωὰβ, καὶ ἀρχὴ υἱῶν Ἀμμών.

Daniel 11:45

45 Καὶ πήξει τὴν σκηνὴν αὐτοῦ ἐφαδανῶ, ἀναμέσον τῶν θαλασσῶν εἰς ὄρος Σαβαεὶν ἅγιον, ἥξει ἕως μέρους αὐτοῦ, καὶ οὐκ ἔστιν ὁ ῥυόμενος αὐτόν.

2 Kings 12:17

17 Τότε ἀνέβη Ἀζαὴλ βασιλεὺς Συρίας, καὶ ἐπολέμησεν ἐπὶ Γὲθ, καὶ προκατελάβετο αὐτήν· καὶ ἔταξεν Ἀζαὴλ τὸ πρόσωπον αὐτοῦ ἀναβῆναι ἐπὶ Ἱερουσαλήμ.

2 Chronicles 20:3

3 Καὶ ἐφοβήθη, καὶ ἔδωκεν Ἰωσαφὰτ πρόσωπον αὐτοῦ ἐκζητῆσαι τὸν Κύριον, καὶ ἐκήρυξε νηστείαν ἐν παντὶ Ἰούδᾳ.

Psalms 56:9

9 Ἐπιστρέψουσιν οἱ ἐχθροί μου εἰς τὰ ὀπίσω, ἐν ᾗ ἂν ἡμέρᾳ ἐπικαλέσωμαί σε· ἰδοὺ ἔγνων ὅτι Θεός μου εἶ σύ.

Proverbs 19:21

21 Πολλοὶ λογισμοὶ ἐν καρδίᾳ ἀνδρός, ἡ δὲ βουλὴ τοῦ Κυρίου εἰς τὸν αἰῶνα μένει.

Ezekiel 4:3

3 Καὶ σὺ λάβε σεαυτῷ τήγανον σιδηροῦν, καὶ θήσεις αὐτὸ τοῖχον σιδηροῦν ἀναμέσον σοῦ καὶ ἀναμέσον τῆς πόλεως, καὶ ἑτοιμάσεις τὸ πρόσωπόν σου ἐπʼ αὐτὴν, καὶ ἔσται ἐν συγκλεισμῷ, καὶ συγκλείσεις αὐτήν· σημεῖόν ἐστι τοῦτο τοῖς υἱοῖς Ἰσραήλ.

Ezekiel 4:7

7 Καὶ εἰς τὸν συγκλεισμὸν Ἱερουσαλὴμ ἑτοιμάσεις τὸ πρόσωπόν σου, καὶ τὸν βραχίονά σου στερεώσεις, καὶ προφητεύσεις ἐπʼ αὐτήν.

Ezekiel 25:2

2 υἱὲ ἀνθρώπου, στήρισον τὸ πρόσωπόν σου ἐπὶ τοὺς υἱοὺς Ἀμμὼν, καὶ προφήτευσον ἐπʼ αὐτοὺς,

Daniel 11:19

19 Καὶ ἐπιστρέψει τὸ πρόσωπον αὐτοῦ εἰς τὴν ἰσχὺν τῆς γῆς αὐτοῦ, καί ἀσθενήσει, καὶ πεσεῖται, καὶ οὐχ εὑρεθήσεται.

Genesis 10:4-5

4 Καὶ υἱοὶ Ἰωύαν, Ἐλισὰ, καὶ Θάρσεις, Κήτιοι, Ῥόδὶοι. 5 Ἐκ τούτων ἀφωρίσθησαν νῆσοι τῶν ἐθνῶν ἐν τῇ γῇ αὐτῶν· ἕκαστος κατὰ γλῶσσαν ἐν ταῖς φυλαῖς αὐτῶν, καὶ ἐν τοῖς ἔθνεσιν αὐτῶν.

Judges 1:7

7 Καὶ εἶπεν Ἀδωνιβεζέκ, ἑβδομήκοντα βασιλεῖς, τὰ ἄκρα τῶν χειρῶν αὐτῶν καὶ τὰ ἄκρα τῶν ποδῶν αὐτῶν ἀποκεκομμένοι, ἦσαν συλλέγοντες τὰ ὑποκάτω τῆς τραπέζης μου· καθὼς οὖν ἐποίησα, οὕτως ἀνταπέδωκέ μοι ὁ Θεός· καὶ ἄγουσιν αὐτὸν εἰς Ἱερουσαλήμ, καὶ ἀπέθανεν ἐκεῖ.

Isaiah 66:19

19 Καὶ καταλείψω ἐπʼ αὐτῶν σημεῖον, καὶ ἐξαποστελῶ ἐξ αὐτῶν σεσωσμένους εἰς τὰ ἔθνη, εἰς Θαρσὶς, καὶ Φοὺδ, καὶ Λοὺδ, καὶ Μοσὸχ, καὶ εἰς Θοβὲλ, καὶ εἰς τὴν Ἑλλάδα, καὶ εἰς τὰς νήσους τὰς πόῤῥω, οἳ οὐκ ἀκηκόασί μου τὸ ὄνομα, οὔτε ἑωράκασί μου τὴν δόξαν· καὶ ἀναγγελοῦσι τὴν δόξαν μου ἐν τοῖς ἔθνεσι,

Jeremiah 2:10

10 Διότι διέλθετε εἰς νήσους Χεττιεὶμ, καὶ ἴδετε, καὶ εἰς Κηδὰρ ἀποστείλατε, καὶ νοήσατε σφόδρα, καὶ ἴδετε εἰ γέγονε τοιαῦτα·

Jeremiah 31:10

10 Ἀκούσατε λόγους Κυρίου ἔθνη, καὶ ἀναγγείλατε εἰς νήσους τὰς μακρόθεν· εἴπατε, ὁ λικμήσας τὸν Ἰσραὴλ καὶ συνάξει αὐτὸν, καὶ φυλάξει αὐτὸν, ὡς ὁ βόσκων ποίμνιον αὐτοῦ.

Ezekiel 27:6

6 ἐκ τῆς Βασανίτιδος ἐποίησαν τὰς κώπας σου, τὰ ἱερά σου ἐποίησαν ἐξ ἐλέφαντος, οἴκους ἀλσώδεις ἀπὸ νήσων τῶν Χετιείμ.

Hosea 12:14

14 Ἐθύμωσεν Ἐφραὶμ, καὶ παρώργισε, καὶ τὸ αἷμα αὐτοῦ ἐπʼ αὐτὸν ἐκχυθήσεται, καὶ τὸν ὀνειδισμὸν αὐτοῦ ἀνταποδώσει Κύριος αὐτῷ.

Zephaniah 2:11

11 Ἐπιφανήσεται Κύριος ἐπʼ αὐτοὺς, καὶ ἐξολοθρεύσει πάντας τοὺς θεοὺς τῶν ἐθνῶν τῆς γῆς, καὶ προσκυνήσουσιν αὐτῷ ἕκαστος ἐκ τοῦ τόπου αὐτοῦ, πᾶσαι αἱ νῆσοι τῶν ἐθνῶν.

Job 20:8

8 Ὥσπερ ἐνύπνιον ἐκπετασθὲν οὐ μὴ εὑρεθῇ, ἔπτη δὲ ὥσπερ φάσμα νυκτερινόν.

Psalms 27:2

2 Ἐν τῷ ἐγγίζειν ἐπʼ ἐμὲ κακοῦντας, τοῦ φαγεῖν τὰς σάρκας μου, οἱ θλίβοντές με καὶ οἱ ἐχθροί μου, αὐτοὶ ἠσθένησαν καὶ ἔπεσαν.

Psalms 37:36

36 Καὶ παρῆλθον, καὶ ἰδοὺ οὐκ ἦν, καὶ ἐζήτησα αὐτὸν, καὶ οὐχ εὑρέθη ὁ τόπος αὐτοῦ.

Jeremiah 46:6

6 Μὴ φευγέτω ὁ κοῦφος, καὶ μὴ ἀνασωζέσθω ὁ ἰσχυρός ἐπὶ βοῤῥᾶν· τὰ παρὰ τὸν Εὐφράτην ἠσθένησαν, καὶ πεπτώκασι.

Ezekiel 26:21

21 ἀπώλειάν σε δώσω, καὶ οὐχ ὑπάρξεις ἔτι εἰς τὸν αἰῶνα, λέγει Κύριος Κύριος.

Deuteronomy 15:2-3

2 Καὶ οὕτω τὸ πρόσταγμα τῆς ἀφέσεως· ἀφήσεις πᾶν χρέος ἴδιον, ὃ ὀφείλει σοι ὁ πλησίον, καὶ τὸν ἀδελφόν σου οὐκ ἀπαιτήσεις· ἐπικέκληται γὰρ ἄφεσις Κυρίῳ τῷ Θεῷ σου. 3 Τὸν ἀλλότριον ἀπαιτήσεις ὅσα ἐὰν ᾖ σοι παρʼ αὐτῷ, τῷ δὲ ἀδελφῷ σου ἄφεσιν ποιήσεις τοῦ χρέους σου.

2 Kings 23:35

35 Καὶ τὸ ἀργύριον καὶ τὸ χρυσίον ἔδωκεν Ἰωακὶμ τῷ Φαραώ, πλὴν ἐτιμογράφησε τὴν γῆν τοῦ δοῦναι τὸ ἀργύριον ἐπὶ στόματος φαραώ· ἀνὴρ κατὰ τὴν συντίμησιν αὐτοῦ ἔδωκαν τὸ ἀργύριον καὶ τὸ χρυσίον μετὰ τοῦ λαοῦ τῆς γῆς τοῦ δοῦναι τῷ Φαραὼ Νεχαώ.

Proverbs 30:33

33 Ἄμελγε γάλα, καὶ ἔσται βούτυρον· ἐὰν δὲ ἐκπιέζῃς μυκτῆρας ἐξελεύσεται αἷμα, ἐὰν δὲ ἐξέλκῃς λόγους, ἐξελεύσονται κρίσεις καὶ μάχαι.

Isaiah 60:17

17 Καὶ ἀντὶ χαλκοῦ οἴσω σοι χρυσίον, ἀντὶ δὲ σιδήρου οἴσω σοι ἀργύριον, ἀντὶ δὲ ξύλων οἴσω σοι χαλκὸν, ἀντὶ δὲ λίθων, σίδηρον· καὶ δώσω τοὺς ἄρχοντάς σου ἐν εἰρήνῃ, καὶ τοὺς ἐπισκόπους σου ἐν δικαιοσύνῃ.

Daniel 11:21

21 Στήσεται ἐπὶ τὴν ἑτοιμασίαν αὐτοῦ, ἐξουδενώθη, καὶ οὐκ ἔδωκαν ἐπʼ αὐτὸν δόξαν βασιλείας· καὶ ἥξει ἐν εὐθηνίᾳ, καὶ κατισχύσει βασιλείας ἐν ὀλισθήμασι,

Judges 9:1-20

1 Καὶ ἐπορεύθη Ἀβιμέλεχ υἱὸς Ἱεροβάαλ εἰς Συχὲμ πρὸς ἀδελφοὺς μητρὸς αὐτοῦ· καὶ ἐλάλησε πρὸς αὐτοὺς καὶ πρὸς πᾶσαν συγγένειαν οἴκου πατρὸς μητρὸς αὐτοῦ, λέγων, 2 λαλήσατε δὴ ἐν τοῖς ὠσὶ πάντων τῶν ἀνδρῶν Συχὲμ, τί τὸ ἀγαθὸν ὑμῖν, κυριεῦσαι ὑμῶν ἑβδομήκοντα ἄνδρας, πάντας υἱοὺς Ἱεροβάαλ, ἢ κυριεύειν ὑμῶν ἄνδρα ἕνα; καὶ μνήσθητε ὅτι ὀστοῦν ὑμῶν καὶ σὰρξ ὑμῶν εἰμι. 3 Καὶ ἐλάλησαν περὶ αὐτοῦ οἱ ἀδελφοὶ τῆς μητρὸς αὐτοῦ ἐν τοῖς ὠσὶ πάντων τῶν ἀνδρῶν Συχὲμ πάντας τοὺς λόγους τούτους· καὶ ἔκλινεν ἡ καρδία αὐτῶν ὀπίσω Ἀβιμέλεχ, ὅτι εἶπαν, ἀδελφός ἡμῶν ἐστι. 4 Καὶ ἔδωκαν αὐτῷ ἑβδομήκοντα ἀργυρίου ἐξ οἴκου Βααλβερίθ· καὶ ἐμισθώσατο ἑαυτῷ Ἀβιμέλεχ ἄνδρας κενοὺς καὶ δειλοὺς, καὶ ἐπορεύθησαν ὀπίσω αὐτοῦ. 5 Καὶ εἰσῆλθεν εἰς τὸν οἶκον τοῦ πατρὸς αὐτοῦ εἰς Ἐφραθὰ, καὶ ἀπέκτεινε τοὺς ἀδελφοὺς αὐτοῦ υἱοὺς Ἱεροβάαλ, ἑβδομήκοντα ἄνδρας ἐπὶ λίθον ἕνα· καὶ κατελείφθη Ἰωάθαμ υἱὸς Ἱεροβάαλ ὁ νεώτερος, ὅτι ἐκρύβη.
6 Καὶ συνήχθησαν πάντες ἄνδρες Σικίμων, καὶ πᾶς οἶκος Βηθμααλὼ, καὶ ἐπορεύθησαν, καὶ ἐβασίλευσαν τὸν Ἀβιμέλεχ πρὸς τῇ βαλάνῳ τῇ εὑρετῇ τῆς στάσεως τῆς ἐν Σικίμοις.
7 Καὶ ἀνηγγέλη τῷ Ἰωάθαμ, καὶ ἐπορεύθη, καὶ ἔστη ἐπὶ κορυφὴν ὄρους Γαριζὶν, καὶ ἐπῇρε τὴν φωνὴν αὐτοῦ, καὶ ἔκλαυσε, καὶ εἶπεν αὐτοῖς, ἀκούσατέ μου ἄνδρες Σικίμων, καὶ ἀκούσεται ὑμῶν ὁ Θεός.
8 Πορευόμενα ἐπορεύθη τὰ ξύλα τοῦ χρῖσαι ἐφʼ ἑαυτὰ βασιλέα, καὶ εἶπον τῇ ἐλαίᾳ, βασίλευσον ἐφʼ ἡμῶν. 9 Καὶ εἶπεν αὐτοῖς ἡ ἐλαία, μὴ ἀπολείψασα τὴν ποιότητά μου, ἐν ᾗ δοξάσουσι τὸν Θεὸν ἄνδρες, πορεύσομαι κινεῖσθαι ἐπὶ τῶν ξύλων; 10 Καὶ εἶπαν τὰ ξύλα τῇ συκῇ, δεῦρο, βασίλευσον ἐφʼ ἡμῶν. 11 Καὶ εἶπεν αὐτοῖς ἡ συκῆ, μὴ ἀπολείψασα ἐγὼ τὴν γλυκύτητά μου καὶ τὰ γενήματά μου τὰ ἀγαθά, πορεύσομαι κινεῖσθαι ἐπὶ τῶν ξύλων; 12 Καὶ εἶπαν τὰ ξύλα πρὸς τὴν ἄμπελον, δεῦρο, βασίλευσον ἐφʼ ἡμῶν. 13 Καὶ εἶπεν αὐτοῖς ἡ ἄμπελος, μὴ ἀπολείψασα τὸν οἶνόν μου τὸν εὐφραίνοντα Θεὸν καὶ ἀνθρώπους, πορεύσομαι κινεῖσθαι ἐπὶ τῶν ξύλων; 14 Καὶ εἶπαν πάντα τὰ ξύλα τῇ ράμνῳ, δεῦρο σὺ, βασίλευσον ἐφʼ ἡμῶν. 15 Καὶ εἶπεν ἡ ράμνος πρὸς τὰ ξύλα, εἰ ἐν ἀληθείᾳ χρίετέ με ὑμεῖς τοῦ βασιλεύειν ἐφʼ ὑμᾶς, δεῦτε ὑπόστητε ἐν τῇ σκιᾷ μου· καὶ εἰ μή, ἐξέλθοι πῦρ ἀπʼ ἐμοῦ καὶ καταφάγοι τὰς κέδρους τοῦ Λιβάνου.
16 Καὶ νῦν εἰ ἐν ἀληθείᾳ καὶ τελειότητι ἐποιήσατε, καὶ ἐβασιλεύσατε τὸν Ἀβιμέλεχ, καὶ εἰ ἀγαθωσύνην ἐποιήσατε μετὰ Ἱεροβάαλ, καὶ μετὰ τοῦ οἴκου αὐτοῦ, καὶ εἰ ὡς ἀνταπόδοσις χειρὸς αὐτοῦ ἐποιήσατε αὐτῷ, 17 ὡς παρετάξατο ὁ πατήρ μου ὑπὲρ ὑμῶν, καὶ ἐξέῤῥιψε τὴν ψυχὴν αὐτοῦ ἐξεναντίας, καὶ ἐῤῥύσατο ὑμᾶς ἐκ χειρὸς Μαδιὰμ, 18 καὶ ὑμεῖς ἐπανέστητε ἐπὶ τὸν οἶκον τοῦ πατρός μου σήμερον, καὶ ἀπεκτείνατε τοὺς υἱοὺς αὐτοῦ ἑβδομήκοντα ἄνδρας ἐπὶ λίθον ἕνα, καὶ ἐβασιλεύσατε τὸν Ἀβιμέλεχ υἱὸν παιδίσκης αὐτοῦ ἐπὶ τοὺς ἄνδρας Σικίμων, ὅτι ἀδελφὸς ὑμῶν ἐστι· 19 Καὶ εἰ ἐν ἀληθείᾳ καὶ τελειότητι ἐποιήσατε μετὰ Ἱεροβάαλ, καὶ μετὰ τοῦ οἴκου αὐτοῦ ἐν τῇ ἡμέρᾳ ταύτῃ, εὐφρανθείη τε ἐν Ἀβιμέλεχ, καὶ εὐφρανθείη καί γε αὐτὸς ἐφʼ ὑμῖν. 20 Εἰ δὲ οὔ, ἐξέλθοι πῦρ ἀπὸ Ἀβιμέλεχ, καὶ καταφάγοι τοὺς ἄνδρας Σικίμων καὶ τὸν οἶκον Βηθμααλὼ· καὶ ἐξέλθοι πῦρ ἀπὸ ἀνδρῶν Σικίμων, καὶ ἐκ τοῦ οἴκου Βηθμααλὼν, καὶ καταφάγοι τὸν Ἀβιμέλεχ.

1 Samuel 3:13

13 Καὶ ἀνήγγελκα αὐτῷ ὅτι ἐκδικῶ ἐγὼ τὸν οἶκον αὐτοῦ ἕως αἰῶνος ἐν ἀδικίαις υἱῶν αὐτοῦ, ὅτι κακολογοῦντες Θεὸν οἱ υἱοὶ αὐτοῦ, καὶ οὐκ ἐνουθέτει αὐτος.

2 Samuel 15:2-6

2 Καὶ ὤρθρισεν Ἀβεσσαλὼμ, καὶ ἔστη ἀνὰ χεῖρα τῆς ὁδοῦ τῆς πύλης· καὶ ἐγένετο πᾶς ἀνὴρ, ᾧ ἐγένετο κρίσις, ἦλθε πρὸς τὸν βασιλέα εἰς κρίσιν, καὶ ἐβόησε πρὸς αὐτὸν Ἀβεσσαλὼμ, καὶ ἔλεγεν αὐτῷ, ἐκ ποίας πόλεως σὺ εἶ; καὶ εἶπεν, ἐκ μιᾶς φυλῶν Ἰσραὴλ ὁ δοῦλός σου. 3 Καὶ εἶπε πρὸς αὐτὸν ὁ Ἀβεσσαλὼμ, ἰδοὺ οἱ λόγοι σου ἀγαθοὶ καὶ εὔκολοι, καὶ ὁ ἀκούων οὐκ ἔστι σοι παρὰ τοῦ βασιλέως. 4 Καὶ εἶπεν Ἀβεσσαλὼμ, τίς με καταστήσει κριτὴν ἐν τῇ γῇ, καὶ ἐπʼ ἐμὲ ἐλεύσεται πᾶς ἀνὴρ ᾧ ἐὰν ᾖ ἀντιλογία καὶ κρίσις, καὶ δικαιώσω αὐτόν; 5 Καὶ ἐγένετο ἐν τῷ ἐγγίζειν ἄνδρα τοῦ προσκυνῆσαι αὐτῷ, καὶ ἐξέτεινε τὴν χεῖρα αὐτοῦ, καὶ ἐπελαμβάνετο αὐτοῦ, καὶ κατεφίλησεν αὐτόν. 6 Καὶ ἐποίησεν Ἀβεσσαλὼμ κατὰ τὸ ῥῆμα τοῦτο παντὶ Ἰσραὴλ τοῖς παραγινομένοις εἰς κρίσιν πρὸς τὸν βασιλέα, καὶ ἰδιοποιεῖτο Ἀβεσσαλὼμ τὴν καρδίαν ἀνδρῶν Ἰσραήλ.

Psalms 12:8

8 Κύκλῳ οἱ ἀσεβεῖς περιπατοῦσι, κατὰ τὸ ὕψος σου ἐπολυώρησας τοὺς υἱοὺς τῶν ἀνθρώπων.

Psalms 15:4

4 Ἐξουδένωται ἐνώπιον αὐτοῦ πονηρευόμενος, τοὺς δὲ φοβουμένους Κύριον δοξάζει· ὁ ὀμνύων τῷ πλησίον αὐτοῦ καὶ οὐκ ἐθετῶν.

Psalms 55:21

21 Διεμερίσθησαν ἀπὸ ὀργῆς τοῦ προσώπου αὐτοῦ, καὶ ἤγγισαν αἱ καρδίαι αὐτῶν· ἡπαλύνθησαν οἱ λόγοι αὐτοῦ ὑπὲρ ἔλαιον, καὶ αὐτοί εἰσι βολίδες.

Isaiah 32:5

5 Καὶ οὐκέτι μὴ εἴπωσι τῷ μωρῷ ἄρχειν, καὶ οὐκέτι μὴ εἴπωσιν οἱ ὑπηρέται σου, σίγα.

Daniel 8:23

23 Καὶ ἐπʼ ἐσχάτων τῆς βασιλείας αὐτῶν, πληρουμένων τῶν ἁμαρτιῶν αὐτῶν, ἀναστήσεται βασιλεὺς ἀναιδὴς προσώπῳ, καὶ συνίων προβλήματα·.

Daniel 11:20

20 Καὶ ἀναστήσεται ἐκ τῆς ῥίζης αὐτοῦ φυτὸν τῆς βασιλείας ἐπὶ τὴν ἑτοιμασίαν αὐτοῦ παραβιβάζων, πράσσων δόξαν βασιλείας· καὶ ἐν ταῖς ἡμέραις ἐκείναις συντριβήσεται, καὶ οὐκ ἐν ποσώποις, οὐδὲ ἐν πολέμῳ.

Daniel 11:32

32 Καὶ οἱ ἀνομοῦντες διαθήκην ἐπάξουσιν ἐν ὀλισθήμασι· καὶ λαὸς γινώσκοντες Θεὸν αὐτοῦ κατισχύσουσι, καὶ ποιήσουσι,

Daniel 11:34

34 Καὶ ἐν τῷ ἀσθενῆσαι αὐτοὺς, βοηθηθήσονται βοήθειαν μικρὰν, καὶ προστεθήσονται πρὸς αὐτοὺς πολλοὶ ἐν ὀλισθήμασι.

Nahum 1:14

14 Καὶ ἐντελεῖται περὶ σοῦ Κύριος, οὐ σπαρήσεται ἐκ τοῦ ὀνόματός σου ἔτι· ἐξ οἴκου Θεοῦ σου ἐξολοθρεύσω τὰ γλυπτὰ, καὶ χωνευτά, θήσομαι ταφήν σου, ὅτι ταχεῖς.

Daniel 8:10-11

10 καὶ ἐμεγαλύνθη ἕως τῆς δυνάμεως τοῦ οὐρανοῦ· καὶ ἔπεσεν ἐπὶ τὴν γῆν ἀπὸ τῆς δυνάμεως τοῦ οὐρανοῦ καὶ ἀπὸ τῶν ἄστρων, καὶ συνεπάτησαν αὐτά. 11 Καὶ ἕως οὗ ὁ ἀρχιστράτηγος ῥύσεται τὴν αἰχμαλωσίαν, καὶ διʼ αὐτὸν θυσία ἐταράχθη, καὶ κατευοδώθη αὐτῷ· καὶ τὸ ἅγιον ἐρημωθήσεται·

Daniel 11:10

10 Καὶ οἱ υἱοὶ αὐτοῦ συνάξουσιν ὄχλον δυνάμεων πολλῶν· καὶ ἐλεύσεται ἐρχόμενος καὶ κατακλύζων, καὶ παρελεύσεται, καὶ καθίεται, καὶ συμπροσπλακήσεται ἕως τῆς ἰσχύος αὐτοῦ.

Amos 8:8

8 Καὶ ἐπὶ τούτοις οὐ ταραχθήσεται ἡ γῆ, καὶ πενθήσει πᾶς ὁ κατοικῶν ἐν αὐτῇ; καὶ ἀναβήσεται ὡς ποταμὸς συντέλεια, καὶ καταβήσεται ὡς ποταμὸς Αἰγύπτου.

Amos 9:5

5 Καὶ Κύριος Κύριος ὁ Θεὸς ὁ παντοκράτωρ, ὁ ἐφαπτόμενος τῆς γῆς, καὶ σαλεύων αὐτὴν, καὶ πενθήσουσι πάντες οἱ κατοικοῦντες αὐτὴν, καὶ ἀναβήσεται ὡς ποταμὸς συντέλεια αὐτῆς, καὶ καταβήσεται ὡς ποταμὸς Αἰγύπτου.

Nahum 1:8

8 Καὶ ἐν κατακλυσμῷ πορείας συντέλειαν ποιήσεται, τοὺς ἐπεγειρομένους, καὶ τοὺς ἐχθροὺς αὐτοῦ διώξεται σκότος.

Genesis 34:13

13 Ἀπεκρίθησαν δὲ οἱ υἱοὶ Ἰακὼβ τῷ Συχὲμ, καὶ Ἐμμὼρ τῷ πατρὶ αὐτοῦ, μετὰ δόλου· καὶ ἐλάλησαν αὐτοῖς, ὅτι ἐμίαναν Δείναν τὴν ἀδελφὴν αὐτῶν.

Psalms 52:2

2 ὡσεὶ ξυρὸν ἠκονημένον ἐποίησας δόλον.

Proverbs 11:18

18 Ἀσεβεῖς ποιεῖ ἔργα ἄδικα, σπέρμα δὲ δικαίων μισθὸς ἀληθείας.

Ezekiel 17:13-19

13 Καὶ λήψεται ἐκ τοῦ σπέρματος τῆς βασιλείας, καὶ διαθήσεται πρὸς αὐτὸν διαθήκην, καὶ εἰσάξει αὐτὸν ἐν ἀρᾷ καὶ τοὺς ἡγεμόνας τῆς γῆς λήψεται, 14 τοῦ γενέσθαι εἰς βασιλείαν ἀσθενῆ, τὸ καθόλου μὴ ἐπαίρεσθαι, τοῦ φυλάσσειν τὴν διαθήκην αὐτοῦ, καὶ ἱστάνειν αὐτήν. 15 Καὶ ἀποστήσεται ἀπʼ αὐτοῦ, τοῦ ἐξαποστέλλειν ἀγγέλους ἑαυτοῦ εἰς Αἴγυπτον, τοῦ δοῦναι αὐτῷ ἵππους καὶ λαὸν πολύν· εἰ κατευθυνεῖ, εἰ διασωθήσεται ὁ ποιῶν ἐναντία; καὶ παραβαίνων διαθήκην εἰ διασωθήσεται;
16 Ζῶ ἐγὼ, λέγει Κύριος, ἐὰν μὴ ἐν τόπῳ ὁ βασιλεὺς ὁ βασιλεύσας αὐτόν, ὃς ἠτίμωσε τὴν ἀράν μου, καὶ ὃς παρέβη τὴν διαθήκην μου, μετʼ αὐτοῦ ἐν μέσῳ Βαβυλῶνος τελευτήσει, 17 καὶ οὐκ ἐν δυνάμει μεγάλῃ οὐδὲ ἐν ὄχλῳ πολλῷ ποιήσει πρὸς αὐτὸν Φαραὼ πόλεμον, ἐν χαρακοβολίᾳ καὶ ἐν οἰκοδομῇ βελοστάσεων, τοῦ ἐξᾶραι ψυχάς. 18 Καὶ ἠτίμωσεν ὁρκωμοσίαν τοῦ παραβῆναι διαθήκην· καὶ ἰδοὺ δέδωκε τὴν χεῖρα αὐτοῦ, καὶ πάντα ταῦτα ἐποίησεν αὐτῷ, μὴ σωθήσεται.
19 Διατοῦτο εἰπὸν, τάδε λέγει Κύριος, ζῶ ἐγὼ, ἐὰν μὴ τὴν ὁρκωμοσίαν μου ἣν ἠτίμωσε, καὶ τὴν διαθήκην μου ἣν παρέβη, καὶ δώσω αὐτὴν εἰς κεφαλὴν αὐτοῦ.

Judges 9:4

4 Καὶ ἔδωκαν αὐτῷ ἑβδομήκοντα ἀργυρίου ἐξ οἴκου Βααλβερίθ· καὶ ἐμισθώσατο ἑαυτῷ Ἀβιμέλεχ ἄνδρας κενοὺς καὶ δειλοὺς, καὶ ἐπορεύθησαν ὀπίσω αὐτοῦ.

Nehemiah 9:25

25 Καὶ κατελάβοσαν πόλεις ὑψηλὰς, καὶ ἐκληρονόμησαν οἰκίας πλήρεις πάντων ἀγαθῶν, λάκκους λελατομημένους, ἀμπελῶνας καὶ ἐλαιῶνας, καὶ πᾶν ξύλον βρώσιμον εἰς πλῆθος· καὶ ἐφάγοσαν καὶ ἐνεπλήσθησαν καὶ ἐλιπάνθησαν, καὶ ἐτρύφησαν ἐν ἀγαθωσύνῃ σου τῇ μεγάλῃ.

Proverbs 17:8

8 Μισθὸς χαρίτων παιδεία τοῖς χρωμένοις, οὗ δʼ ἂν ἐπιστρέψῃ εὐοδωθήσεται.

Proverbs 19:6

6 Πολλοὶ θεραπεύουσι πρόσωπα βασιλέων, πᾶς δὲ ὁ κακὸς γίνεται ὄνειδος ἀνδρί.

Proverbs 23:7

7 ὃν τρόπον γὰρ εἴ τις καταπίοι τρίχα, οὕτως ἐσθίει καὶ πίνει· μηδὲ πρὸς σὲ εἰσαγάγῃς αὐτὸν, καὶ φάγῃς τὸν ψωμόν σου μετʼ αὐτοῦ, ἐξεμέσει γὰρ αὐτὸν,

Ezekiel 38:10

10 Τάδε λέγει Κύριος Κύριος, καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, ἀναβήσεται ῥήματα ἐπὶ τὴν καρδίαν σου, καὶ λογιῇ λογισμοὺς πονηροὺς,

Daniel 7:25

25 καὶ λόγους πρὸς τὸν ὕψιστον λαλήσει, καὶ τοὺς ἁγίους ὑψίστου παλαιώσει, καὶ ὑπονοήσει τοῦ ἀλλοιῶσαι καιροὺς καὶ νόμον. Καὶ δοθήσεται ἐν χειρὶ αὐτοῦ ἕως καιροῦ καὶ καιρῶν καὶ γε ἥμισυ καιροῦ.

Proverbs 15:18

18 Ἀνὴρ θυμώδης παρασκευάζει μάχας· μακρόθυμος δὲ καὶ τὴν μέλλουσαν καταπραΰνει· μακρόθυμος ἀνὴρ κατασβέσει κρίσεις, ὁ δὲ ἀσεβὴς ἐγείρει μᾶλλον.

Proverbs 28:25

25 Ἄπιστος ἀνὴρ κρίνει εἰκῆ, ὃς δὲ πέποιθεν ἐπὶ Κύριον ἐν ἐπιμελείᾳ ἔσται.

Daniel 11:2

2 Καὶ νῦν ἀλήθειαν ἀναγγελῶ σοι· ἰδοὺ ἔτι τρεῖς βασιλεῖς ἀναστήσονται ἐν τῇ Περσίδι, καὶ ὁ τέταρτος πλουτήσει πλοῦτον μέγαν παρὰ πάντας· καὶ μετὰ τὸ κρατῆσαι αὐτὸν τοῦ πλούτου αὐτοῦ, ἐπαναστήσεται πάσαις βασιλείαις Ἑλλήνων.

2 Samuel 4:2-12

2 Καὶ δύο ἄνδρες ἡγούμενοι συστρεμμάτων τῷ Ἰεβοσθὲ υἱῷ Σαούλ· ὄνομα τῷ ἑνὶ Βαανὰ, καὶ ὄνομα τῷ δευτέρῳ Ῥηχὰβ, υἱοὶ Ῥεμμὼν τοῦ Βηρωθαίου ἐκ τῶν υἱῶν Βενιαμίν· ὅτι Βηρὼθ ἐλογίζετο τοῖς υἱοῖς Βενιαμίν· 3 Καὶ ἀπέδρασαν οἱ Βηθωραῖοι εἰς Γεθθαὶμ, καὶ ἦσαν ἐκεῖ παροικοῦντες ἕως τῆς ἡμέρας ταύτης.
4 Καὶ τῷ Ἰωνάθαν υἱῷ Σαοὺλ υἱὸς πεπληγὼς τοὺς πόδας υἱὸς ἐτῶν πέντε, οὗτος ἐν τῷ ἐλθεῖν τὴν ἀγγελίαν Σαοὺλ καὶ Ἰωνάθαν τοῦ υἱοῦ αὐτοῦ ἐξ Ἰεζραὴλ, καὶ ᾖρεν αὐτὸν ἡ τιθηνὸς αὐτοῦ, καὶ ἔφυγε· καὶ ἐγένετο ἐν τῷ σπεύδειν αὐτὸν καὶ ἀναχωρεῖν, καὶ ἔπεσε καὶ ἐχωλάνθη, καὶ ὄνομα αὐτῷ Μεμφιβοσθέ.
5 Καὶ ἐπορεύθησαν υἱοὶ Ῥεμμὼν τοῦ Βηρωθαίου Ῥηχὰβ καὶ Βαανὰ, καὶ εἰσῆλθον ἐν τῷ καύματι τῆς ἡμέρας εἰς οἶκον Ἰεβοσθὲ, καὶ αὐτὸς ἐκάθευδεν ἐν τῇ κοίτῃ τῆς μεσημβρίας. 6 Καὶ ἰδοὺ ἡ θυρωρὸς τοῦ οἴκου ἐκάθαιρε πυροὺς, καὶ ἐνύσταξε καὶ ἐκάθευδε· καὶ Ῥηχὰβ καὶ Βαανὰ οἱ ἀδελφοὶ διέλαθον, 7 καὶ εἰσῆλθον εἰς τὸν οἶκον· καὶ Ἰεβοσθὲ ἐκάθευδεν ἐπὶ τῆς κλίνης αὐτοῦ ἐν τῷ κοιτῶνι αὐτοῦ· καὶ τύπτουσιν αὐτὸν, καὶ θανατοῦσι αὐτὸν, καὶ ἀφαιροῦσι τὴν κεφαλὴν αὐτοῦ· καὶ ἔλαβον τὴν κεφαλὴν αὐτοῦ, καὶ ἀπῆλθον ὁδὸν τὴν κατὰ δυσμὰς ὅλην τὴν νύκτα.
8 Καὶ ἤνεγκαν τὴν κεφαλὴν Ἰεβοσθὲ τῷ Δαυὶδ εἰς Χεβρὼν, καὶ εἶπαν πρὸς τὸν βασιλέα, ἰδοὺ ἡ κεφαλὴ Ἰεβοσθὲ υἱοῦ Σαοὺλ τοῦ ἐχθροῦ σου, ὃς ἐζήτει τὴν ψυχήν σου, καὶ ἔδωκε Κύριος τῷ κυρίῳ βασιλεῖ ἐκδίκησιν τῶν ἐχθρῶν αὐτοῦ, ὡς ἡ ἡμέρα αὕτη, ἐκ Σαοὺλ τοῦ ἐχθροῦ σου καὶ ἐκ τοῦ σπέρματος αὐτοῦ.
9 Καὶ ἀπεκρίθη Δαυὶδ τῷ Ῥηχὰβ καὶ τῷ Βαανὰ ἀδελφῷ αὐτοῦ υἱοῖς Ῥεμμὼν τοῦ Βηρωθαίου, καὶ εἶπεν αὐτοῖς, ζῇ Κύριος, ὃς ἐλυτρώσατο τὴν ψυχήν μου ἐκ πάσης θλίψεως, 10 ὅτι ὁ ἀπαγγείλας μοι ὅτι τέθνηκε Σαοὺλ, καὶ αὐτὸς ἦν ὡς εὐαγγελιζόμενος ἐνώπιόν μου, καὶ κατέσχον αὐτὸν καὶ ἀπέκτεινα αὐτὸν ἐν Σεκελὰκ, ᾧ ἔδει με δοῦναι εὐαγγέλια. 11 Καὶ νῦν ἄνδρες πονηροὶ ἀπεκτάγκασιν ἄνδρα δίκαιον ἐν τῷ οἴκῳ αὐτοῦ ἐπὶ τῆς κοίτης αὐτοῦ· καὶ νῦν ἐκζητήσω τὸ αἷμα αὐτοῦ ἐκ χειρὸς ὑμῶν, καὶ ἐξολοθρεύσω ὑμᾶς ἐκ τῆς γῆς. 12 Καὶ ἐνετείλατο Δαυὶδ τοῖς παιδαρίοις αὐτοῦ, καὶ ἀποκτείνουσιν αὐτοὺς, καὶ κολοβοῦσι τὰς χεῖρας αὐτῶν καὶ τοὺς πόδας αὐτῶν, καὶ ἐκρέμασαν αὐτοὺς ἐπὶ τῆς κρήνης ἐν Χεβρὼν, καὶ τὴν κεφαλὴν Ἰεβοσθὲ ἔθαψαν ἐν τῷ τάφῳ Ἀβεννὴρ υἱοῦ Νήρ.

2 Kings 8:14

14 Καὶ ἀπῆλθεν ἀπὸ Ἑλισαιὲ, καὶ εἰσῆλθε πρὸς τὸν κύριον αὐτοῦ, καὶ εἶπεν αὐτῷ, τί εἶπέ σοι Ἑλισαιέ; καὶ εἶπεν, εἶπέ μοι, ζωῇ ζήσῃ.

2 Kings 10:6-9

6 Καὶ ἔγραψε πρὸς αὐτοὺς Ἰοὺ βιβλίον δεύτερον, λέγων, εἰ ἐμοὶ ὑμεῖς, καὶ τῆς φωνῆς μου ὑμεῖς εἰσακούετε, λάβετε τὴν κεφαλὴν ἀνδρῶν τῶν υἱῶν τοῦ κυρίου ὑμῶν, καὶ ἐνέγκατε πρὸς μὲ, ὡς ἡ ὥρα αὔριον ἐν Ἰεζράελ· καὶ οἱ υἱοὶ τοῦ βασιλέως ἦσαν ἑβδομήκοντα ἄνδρες, οὗτοι ἁδροὶ τῆς πόλεως ἐξέτρεφον αὐτούς. 7 Καὶ ἐγένετο ὡς ἦλθε τὸ βιβλίον πρὸς αὐτοὺς, καὶ ἔλαβον τοὺς υἱοὺς τοῦ βασιλέως, καὶ ἔσφαξαν αὐτούς ἑβδομήκοντα ἄνδρας· καὶ ἔθηκαν τὰς κεφαλὰς αὐτῶν ἐν καρτάλλοις, καὶ ἀπέστειλαν αὐτὰς πρὸς αὐτὸν εἰς Ἰεζράελ. 8 Καὶ ἦλθεν ὁ ἄγγελος καὶ ἀπήγγειλε, λέγων, ἤνεγκαν τὰς κεφαλὰς τῶν υἱῶν τοῦ βασιλέως· καὶ εἶπε, θέτε αὐτὰς βουνοὺς δύο παρὰ τὴν θύραν τῆς πύλης εἰς πρωΐ. 9 Καὶ ἐγένετο πρωΐ· καὶ ἐξῆλθε καὶ ἔστη, καὶ εἶπε πρὸς πάντα τὸν λαὸν, δίκαιοι ὑμεῖς· ἰδοὺ ἐγώ εἰμι συνεστράφην ἐπὶ τὸν κύριόν μου, καὶ ἀπέκτεινα αὐτόν· καὶ τίς ἐπάταξε πάντας τούτους;

Psalms 41:9

9 Καὶ γὰρ ὁ ἄνθρωπος τῆς εἰρήνης μου ἐφʼ ὃν ἤλπισα, ὁ ἐσθίων ἄρτους μου ἐμεγάλυνεν ἐπʼ ἐμὲ πτερνισμόν.

Micah 7:5-6

5 Μὴ καταπιστεύετε ἐν φίλοις, καὶ μὴ ἐλπίζετε ἐπὶ ἡγουμένοις· ἀπὸ τῆς συγκοίτου σου φύλαξαι, τοῦ ἀναθέσθαι τι αὐτῇ. 6 Διότι υἱὸς ἀτιμάζει πατέρα, θυγάτηρ ἐπαναστήσεται ἐπὶ τὴν μητέρα αὐτῆς, νύμφη ἐπὶ τὴν πενθερὰν αὐτῆς, ἐχθροὶ πάντες ἀνδρὸς οἱ ἐν τῷ οἴκῳ αὐτοῦ.

2 Samuel 13:26

26 Καὶ εἶπεν Ἀβεσσαλὼμ πρὸς αὐτὸν, καὶ εἰ μή, πορευθήτω δὴ μεθʼ ἡμῶν Ἀμνὼν ὁ ἀδελφός μου· καὶ εἶπεν αὐτῷ ὁ βασιλεὺς, ἱνατί πορευθῇ μετὰ σοῦ;

Psalms 12:2

2 Μάταια ἐλάλησεν ἕκαστος πρὸς τὸν πλησίον αὐτοῦ, χείλη δόλια, ἐν καρδίᾳ καὶ ἐν καρδίᾳ ἐλάλησεν.

Psalms 52:1

1 Εἰς τὸ τέλος συνέσεως τῷ Δαυὶδ, ἐν τῷ ἐλθεῖν Δωὴκ τὸν Ἰδουμαῖον, καὶ ἀναγγεῖλαι τῷ Σαοὺλ, καὶ εἰπεῖν αὐτῷ, ἦλθε Δαυὶδ εἰς τὸν οἶκον Ἀβιμέλεχ.
Τί ἐγκαυχᾷ ἐν κακίᾳ, ὁ δυνατὸς ἀνομίαν; ὅλην τὴν ἡμέραν ἀδικίαν ἐλογίσατο ἡ γλῶσσά σου·

Psalms 58:2

2 Καὶ γὰρ ἐν καρδίᾳ ἀνομίαν ἐργάζεσθε ἐν τῇ γῇ, ἀδικίαν αἱ χεῖρες ὑμῶν συμπλέκουσιν.

Psalms 62:9

9 Πλὴν μάταιοι οἱ υἱοὶ τῶν ἀνθρώπων, ψευδεῖς οἱ υἱοὶ τῶν ἀνθρώπων ἐν ζυγοῖς τοῦ ἀδικῆσαι, αὐτοὶ ἐκ ματαιότητος ἐπιτοαυτό.

Psalms 64:6

6 Ἐξηρεύνησαν ἀνομίαν, ἐξέλιπον ἐξερευνῶντες ἐξερευνήσεις· προσελεύσεται ἄνθρωπος, καὶ καρδία βαθεῖα,

Proverbs 12:20

20 Δόλος ἐν καρδίᾳ τεκταινομένου κακὰ, οἱ δὲ βουλόμενοι εἰρήνην εὐφρανθήσονται.

Proverbs 23:6-8

6 Μὴ συνδείπνει ἀνδρὶ βασκάνῳ, μηδὲ ἐπιθύμει τῶν βρωμάτων αὐτοῦ, 7 ὃν τρόπον γὰρ εἴ τις καταπίοι τρίχα, οὕτως ἐσθίει καὶ πίνει· μηδὲ πρὸς σὲ εἰσαγάγῃς αὐτὸν, καὶ φάγῃς τὸν ψωμόν σου μετʼ αὐτοῦ, ἐξεμέσει γὰρ αὐτὸν, 8 καὶ λυμανεῖται τοὺς λόγους σου τοὺς καλούς.

Proverbs 26:23

23 Ἀργύριον διδόμενον μετὰ δόλου, ὥσπερ ὄστρακον ἡγητέον· Χείλη λεῖα καρδίαν καλύπτει λυπηράν.

Jeremiah 9:3-5

3 καὶ ἐνέτειναν τὴν γλῶσσαν αὐτῶν ὡς τόξον· ψεῦδος, καὶ οὐ πίστις ἐνίσχυσεν ἐπὶ τῆς γῆς, ὅτι ἐκ κακῶν εἰς κακὰ ἐξήλθοσαν, καὶ ἐμὲ οὐκ ἔγνωσαν, φησὶ Κύριος. 4 Ἕκαστος ἀπὸ τοῦ πλησίον αὐτοῦ φυλάξασθε, καὶ ἐπʼ ἀδελφοῖς αὐτῶν μὴ πεποίθατε, ὅτι πᾶς ἀδελφὸς πτέρνῃ πτερνιεῖ, καὶ πᾶς φίλος δολίως πορεύσεται. 5 Ἕκαστος κατὰ τοῦ φίλου αὐτοῦ καταπαίξεται, ἀλήθειαν οὐ μὴ λαλήσωσι· μεμάθηκεν ἡ γλῶσσα αὐτῶν λαλεῖν ψευδῆ, ἠδίκησαν, καὶ οὐ διέλιπον τοῦ ἐπιστρέψαι.

Jeremiah 41:1-3

1 Καὶ ἐγένετο τῷ μηνὶ τῷ ἑβδόμῳ, ἦλθεν Ἰσμαὴλ υἰὸς Ναθανίου υἱοῦ Ἐλεασὰ, ἀπὸ γένους τοῦ βασιλέως, καὶ δέκα ἄνδρες μετʼ αὐτοῦ πρὸς Γοδολίαν εἰς Μασσηφά, καὶ ἔφαγον ἐκεῖ ἄρτον ἅμα. 2 Καὶ ἀνέστη Ἰσμαὴλ, καὶ οἱ δέκα ἄνδρες οἳ ἦσαν μετʼ αὐτοῦ, καὶ ἐπάταξαν τὸν Γοδολίαν, ὃν κατέστησε βασιλεὺς Βαβυλῶνος ἐπὶ τῆς γῆς, 3 καὶ πάντας τοὺς Ἰουδαίους τοὺς ὄντας μετʼ αὐτοῦ ἐν Μασσηφὰ, καὶ πάντας τοὺς Χαλδαίους τοὺς εὑρεθέντας ἐκεῖ.

Ezekiel 17:9

9 Διατοῦτο εἰπὸν, τάδε λέγει Κύριος, εἰ κατευθυνεῖ; οὐχὶ αἱ ῥίζαι τῆς ἁπαλότητος αὐτῆς καὶ ὁ καρπὸς σαπήσεται; καὶ ξηρανθήσεται πάντα τὰ προανατέλλοντα αὐτῆς, καὶ οὐκ ἐν βραχίονι μεγάλῳ, οὐδὲ ἐν λαῷ πολλῷ, τοῦ ἐκσπᾶσαι αὐτὴν ἐκ ῥιζῶν αὐτῆς·

Daniel 8:19

19 καὶ εἶπεν, ἰδοὺ ἐγὼ γνωρίζω σοι τὰ ἐσόμενα ἐπʼ ἐσχάτων τῆς ὀργῆς· ἔτι γὰρ εἰς καιροῦ πέρας ἡ ὅρασις.

Daniel 11:29

29 Εἰς τὸν καιρὸν ἐπιστρέψει, καὶ ἥξει ἐν τῷ Νότῳ, καὶ οὐκ ἔσται ὡς ἡ πρώτη καὶ ὡς ἡ ἐσχάτη.

Daniel 11:35

35 Καὶ ἀπὸ τῶν συνιέντων ἀσθενήσουσι, τοῦ πυρῶσαι αὐτοὺς, καὶ τοῦ ἐκλέξασθαι, καὶ τοῦ ἀποκαλυφθῆναι ἕως καιροῦ πέρας, ὅτι ἔτι εἰς καιρόν.

Habakkuk 2:3

3 Διότι ἔτι ὅρασις εἰς καιρὸν, καὶ ἀνατελεῖ εἰς πέρας, καὶ οὐκ εἰς κενόν· ἐὰν ὑστερήσῃ, ὑπόμεινον αὐτὸν, ὅτι ἐρχόμενος ἥξει, καὶ οὐ μὴ χρονίσῃ.

Daniel 8:24

24 Καὶ κραταιὰ ἡ ἰσχὺς αὐτοῦ, καὶ θαυμαστὰ διαφθερεῖ, καὶ κατευθυνεῖ, καὶ ποιήσει, καὶ διαφθερεῖ ἰσχυροὺς, καὶ λαὸν ἅγιον.

Daniel 11:30-32

30 Καὶ εἰσελεύσονται ἐν αὐτῷ οἱ ἐκπορευόμενοι Κίτιοι, καὶ ταπεινωθήσεται, καὶ ἐπιστρέψει, καὶ θυμωθήσεται ἐπὶ διαθήκην ἁγίαν· καὶ ποιήσει, καὶ ἐπιστρέψει, καὶ συνήσει ἐπὶ τοὺς καταλιπόντας διαθήκην ἁγίαν.
31 Καὶ σπέρματα ἐξ αὐτοῦ ἀναστήσονται, καὶ βεβηλώσουσι τὸ ἁγίασμα τῆς δυναστείας, καὶ μεταστήσουσι τὸν ἐνδελεχισμὸν, καὶ δώσουσι βδέλυγμα ἠφανισμένων. 32 Καὶ οἱ ἀνομοῦντες διαθήκην ἐπάξουσιν ἐν ὀλισθήμασι· καὶ λαὸς γινώσκοντες Θεὸν αὐτοῦ κατισχύσουσι, καὶ ποιήσουσι,

Isaiah 14:31

31 Ὀλολύξατε πύλαι πόλεων, κεκραγέτωσαν πόλεις τεταραγμέναι, οἱ ἀλλόφυλοι πάντες, ὅτι ἀπὸ Βοῤῥᾶ καπνὸς ἔρχεται, καὶ οὐκ ἔστι τοῦ εἶναι.

Daniel 11:23

23 Καὶ ἀπὸ τῶν συναναμείξεων πρὸς αὐτὸν ποιήσει δόλον, καὶ ἀναβήσεται, καὶ ὑπερισχύσει αὐτοὺς ἐν ὀλίγῳ ἔθνει.

Genesis 10:4

4 Καὶ υἱοὶ Ἰωύαν, Ἐλισὰ, καὶ Θάρσεις, Κήτιοι, Ῥόδὶοι.

Numbers 24:24

24 Καὶ ἐξελεύσεται ἐκ χειρῶν Κιτιαίων, καὶ κακώσουσιν Ἀσσοὺρ, καὶ κακώσουσιν Ἑβραίους, καὶ αὐτοὶ· ὁμοθυμαδὸν ἀπολοῦνται.

1 Chronicles 1:7

7 Καὶ οἱ υἱοὶ Ἰωϋὰν, Ἑλισὰ, καὶ Θαρσὶς, Κίτιοι, καὶ Ῥόδιοι.

Nehemiah 6:12

12 καὶ ἐπέγνων, καὶ ἰδοὺ ὁ Θεὸς οὐκ ἀπέστειλεν αὐτὸν, ὅτι ἡ προφητεία λόγος κατʼ ἐμοῦ· καὶ Τωβίας καὶ Σαναβαλλὰτ ἐμισθώσαντο

Isaiah 23:1

1 ΤΟ ῬΑΜΑ ΤΥΡΟΥ.
Ὀλολυξατε πλοῖα Καρχηδόνος, ὅτι ἀπώλετο, καὶ οὐκέτι ἔρχονται ἐκ γῆς Κιτιαίων, ἦκται αἰχμάλωτος.

Isaiah 23:12

12 Καὶ ἐροῦσιν, οὐκέτι οὐ μὴ προστεθῆτε τοῦ ὑβρίζειν καὶ ἀδικεῖν τὴν θυγατέρα Σιδῶνος· καὶ ἐὰν ἀπέλθῃς εἰς Κιτιεῖς, οὐδὲ ἐκεῖ ἀνάπαυσις ἔσται σοι.

Daniel 11:28

28 Καὶ ἐπιστρέψει εἰς τὴν γῆν αὐτοῦ ἐν ὑπάρξει πολλῇ, καὶ ἡ καρδία αὐτοῦ ἐπὶ διαθήκην ἁγίαν, καὶ ποιήσει, καὶ ἐπιστρέψει εἰς τὴν γῆν αὐτοῦ.

Lamentations 1:10

10 ΙΩΔ. Χεῖρα αὐτοῦ ἐξεπέτασε θλίβων ἐπὶ πάντα τὰ ἐπιθυμήματα αὐτῆς· εἶδε γὰρ ἔθνη εἰσελθόντα εἰς τὸ ἁγίασμα αὐτῆς, ἃ ἐνετείλω μὴ εἰσελθεῖν αὐτὰ εἰς ἐκκλησίαν σου.

Lamentations 2:7

7 ΖΑΙΝ. Ἀπώσατο Κύριος θυσιαστήριον αὐτοῦ, ἀπετίναξεν ἁγίασμα αὐτοῦ, συνέτριψεν ἐν χειρὶ ἐχθροῦ τεῖχος βάρεων αὐτῆς· φωνὴν ἔδωκαν ἐν οἴκῳ Κυρίου ὡς ἐν ἡμέρᾳ ἑορτῆς·

Ezekiel 7:20-21

20 Ἐκλεκτὰ κόσμου εἰς ὑπερηφανίαν ἔθεντο αὐτὰ, καὶ εἰκόνας τῶν βδελυγμάτων αὐτῶν ἐποίησαν ἐξ αὐτῶν· ἕνεκεν τούτου δέδωκα αὐτὰ αὐτοῖς εἰς ἀκαθαρσίαν.
21 Καὶ παραδώσω αὐτὰ εἰς χεῖρας ἀλλοτρίων, τοῦ διαρπάσαι αὐτὰ, καὶ τοῖς λοιμοῖς τῆς γῆς εἰς σκῦλα, καὶ βεβηλώσουσιν αὐτά.

Ezekiel 9:7

7 Καὶ εἶπε πρὸς αὐτοὺς, μιάνατε τὸν οἶκον, καὶ πλήσατε τὰς ὁδοὺς νεκρῶν ἐκπορευόμενοι, καὶ κόπτετε.

Ezekiel 24:21-22

21 εἰπὸν πρὸς τὸν οἶκον τοῦ Ἰσραὴλ,
Τάδε λέγει Κύριος, ἰδοὺ ἐγὼ βεβηλῶ τὰ ἅγιά μου, φρύαγμα ἰσχύος ὑμῶν, ἐπιθυμήματα ὀφθαλμῶν ὑμῶν, καὶ ὑπὲρ ὧν φείδονται αἱ ψυχαὶ ὑμῶν· καὶ οἱ υἱοὶ ὑμῶν καὶ αἱ θυγατέρες ὑμῶν, οὓς ἐγκατελίπετε, ἐν ῥομφαίᾳ πεσοῦνται. 22 Καὶ ποιήσετε ὃν τρόπον πεποίηκα· ἀπὸ στόματος αὐτῶν οὐ παρακληθήσεσθε, καὶ ἄρτον ἀνδρῶν οὐ φάγεσθε,

Daniel 8:11-13

11 Καὶ ἕως οὗ ὁ ἀρχιστράτηγος ῥύσεται τὴν αἰχμαλωσίαν, καὶ διʼ αὐτὸν θυσία ἐταράχθη, καὶ κατευοδώθη αὐτῷ· καὶ τὸ ἅγιον ἐρημωθήσεται· 12 Καὶ ἐδόθη ἐπὶ τὴν θυσίαν ἁμαρτία, καὶ ἐῤῥίφη χαμαὶ ἡ δικαιοσύνη· καὶ ἐποίησε, καὶ εὐοδώθη. 13 Καὶ ἤκουσα ἑνὸς ἁγίου λαλοῦντος· καὶ εἶπεν εἷς ἅγιος τῷ φελμουνὶ τῷ λαλοῦντι, ἕως πότε ἡ ὅρασις στήσεται, ἡ θυσία ἡ ἀρθεῖσα, καὶ ἡ ἁμαρτία ἐρημώσεως ἡ δοθεῖσα, καὶ τὸ ἅγιον καὶ ἡ δύναμις συμπατηθήσεται;

Daniel 9:27

27 Καὶ δυναμώσει διαθήκην πολλοῖς, ἑβδομὰς μία· καὶ ἐν τῷ ἡμίσει τῆς ἑβδομάδος ἀρθήσεταί μου θυσία καὶ σπονδὴ, καὶ ἐπὶ τὸ ἱερὸν βδέλυγμα τῶν ἐρημώσεων, καὶ ἕως τῆς συντελείας καιροῦ συντέλεια δοθήσεται ἐπὶ τὴν ἐρήμωσιν.

Daniel 12:11

11 Καὶ ἀπὸ καιροῦ παραλλάξεως τοῦ ἐνδελεχισμοῦ, καὶ δοθήσεται τὸ βδέλυγμα ἐρημώσεως, ἡμέραι χίλιαι διακόσιαι ἐνενήκοντα.

1 Chronicles 28:9

9 Καὶ νῦν Σαλωμὼν υἱὲ, γνῶθι τὸν Θεὸν τῶν πατέρων σου, καὶ δούλευε αὐτῷ ἐν καρδίᾳ τελείᾳ καὶ ψυχῇ θελούσῃ, ὅτι πάσας καρδίας ἐτάζει Κύριος, καὶ πᾶν ἐνθύμημα γινώσκει· ἐὰν ζητήσῃς αὐτὸν, εὑρεθήσεταί σοι, καὶ ἐὰν καταλείψῃς αὐτὸν, καταλείψει σε εἰς τέλος.

Psalms 9:10

10 Καὶ ἐλπισάτωσαν ἐπὶ σὲ οἱ γινώσκοντες τὸ ὄνομά σου, ὅτι οὐκ ἐγκατέλιπες τοὺς ἐκζητοῦντάς σε, Κύριε.

Proverbs 19:5

5 Μάρτυς ψευδὴς οὐκ ἀτιμώρητος ἔσται, ὁ δὲ ἐγκαλῶν ἀδίκως οὐ διαφεύξεται.

Proverbs 26:28

28 Γλῶσσα ψευδὴς μισεῖ ἀλήθειαν, στόμα δὲ ἄστεγον ποιεῖ ἀκαταστασίας.

Jeremiah 31:34

34 Καὶ οὐ μὴ διδάξωσιν ἕκαστος τὸν πολίτην αὐτοῦ, καὶ ἕκαστος τὸν ἀδελφὸν αὐτοῦ, λέγων, γνῶθι τὸν Κύριον· ὅτι πάντες εἰδήσουσί με ἀπὸ μικροῦ αὐτῶν ἕως μεγάλου αὐτῶν, ὅτι ἵλεως ἔσομαι ταῖς ἀδικίαις αὐτῶν, καὶ τῶν ἁμαρτιῶν αὐτῶν οὐ μὴ μνησθῶ ἔτι.

Micah 5:7-9

7 Καὶ ἔσται τὸ ὑπόλειμμα τοῦ Ἰακὼβ ἐν τοῖς ἔθνεσιν ἐν μέσῳ λαῶν πολλῶν, ὡς δρόσος παρὰ Κυρίου πίπτουσα, καὶ ὡς ἄρνες ἐπὶ ἄγρωστιν, ὅπως μὴ συναχθῇ μηδεὶς, μηδὲ ὑποστῇ ἐν υἱοῖς ἀνθρώπων. 8 Καὶ ἔσται τὸ ὑπόλειμμα Ἰακὼβ ἐν τοῖς ἔθνεσιν ἐν μέσῳ λαῶν πολλῶν, ὡς λέων ἐν κτήνεσι ἐν τῷ δρυμῷ, καὶ ὡς σκύμνος ἐν ποιμνίοις προβάτων, ὃν τρόπον ὅταν διέλθῃ, καὶ διαστείλας ἁρπάσῃ, καὶ μὴ ᾖ ὁ ἐξαιρούμενος. 9 Ὑψωθήσεται ἡ χείρ σου ἐπὶ τοὺς θλίβοντάς σε, καὶ πάντες οἱ ἐχθροί σου ἐξολοθρευθήσονται.

Micah 7:15-17

15 Καὶ κατὰ τὰς ἡμέρας ἐξοδίας σου ἐξ Αἰγύπτου, ὄψεσθε θαυμαστά. 16 Ὄψονται ἔθνη καὶ καταισχυνθήσονται, καὶ ἐκ πάσης τῆς ἰσχύος αὐτῶν, ἐπιθήσουσι χεῖρας ἐπὶ τὸ στόμα αὐτῶν, τὰ ὦτα αὐτῶν ἀποκωφωθήσεται, 17 λείξουσι χοῦν ὡς ὄφεις σύροντες γῆν, συγχυθήσονται ἐν συγκλεισμῷ αὐτῶν· ἐπὶ τῷ Κυρίῳ Θεῷ ἡμῶν ἐκστήσονται, καὶ φοβηθήσονται ἀπὸ σοῦ.

Zechariah 9:13-16

13 διότι ἐνέτεινά σε Ἰούδα ἐμαυτῷ τόξον, ἔπλησα τὸν Ἐφραὶμ, καὶ ἐξεγερῶ τὰ τέκνα σου Σιὼν ἐπὶ τὰ τέκνα τῶν Ἑλλήνων, καὶ ψηλαφήσω σε ὡς ῥομφαίαν μαχητοῦ, 14 καὶ Κύριος ἔσται ἐπʼ αὐτοὺς, καὶ ἐξελεύσεται ὡς ἀστραπὴ βολίς, καὶ Κύριος παντοκράτωρ ἐν σάλπιγγι σαλπιεῖ, καὶ πορεύσεται ἐν σάλῳ ἀπειλῆς αὐτοῦ. 15 Κύριος παντοκράτωρ ὑπερασπιεῖ αὐτούς· καὶ καταναλώσουσιν αὐτοὺς, καί καταχώσουσιν αὐτοὺς ἐν λίθοις σφενδόνης, καὶ ἐκπίονται αὐτοὺς ὡς οἶνον, καὶ πλήσουσιν ὡς φιάλας θυσιαστήριον. 16 Καὶ σώσει αὐτοὺς Κύριος ὁ Θεὸς αὐτῶν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, ὡς πρόβατα λαὸν αὐτοῦ, διότι λίθοι ἅγιοι κυλίονται ἐπὶ γῆς αὐτοῦ.

Zechariah 10:3-6

3 Ἐπὶ τοὺς ποιμένας παρωξύνθη ὁ θυμός μου, καὶ ἐπὶ τοὺς ἀμνοὺς ἐπισκέψομαι· καὶ ἐπισκέψεται Κύριος ὁ Θεὸς ὁ παντοκράτωρ τὸ ποίμνιον αὐτοῦ, τὸν οἶκον Ἰούδα, καὶ τάξει αὐτοὺς ὡς ἵππον εὐπρεπῆ αὐτοῦ ἐν πολέμῳ, 4 καὶ ἀπʼ αὐτοῦ ἐπέβλεψε, καὶ ἀπ’ αὐτοῦ ἔταξε, καὶ ἀπʼ αὐτοῦ τόξον ἐν θυμῷ, ἀπʼ αὐτοῦ ἐξελεύσεται πᾶς ὁ ἐξελαύνων ἐν τῷ αὐτῷ. 5 Καὶ ἔσονται ὡς μαχηταὶ πατοῦντες πηλὸν ἐν ταῖς ὁδοῖς ἐν πολέμῳ, καὶ παρατάξονται, διότι Κύριος μετʼ αὐτῶν· καὶ καταισχυνθήσονται ἀναβάται ἵππων.
6 Καὶ κατισχύσω τὸν οἶκον Ἰούδα, καὶ τὸν οἶκον Ἰωσὴφ σώσω, καὶ κατοικιῶ αὐτοὺς, ὅτι ἠγάπησα αὐτοὺς, καὶ ἔσονται, ὃν τρόπον οὐκ ἀπεστρεψάμην αὐτούς· διότι ἐγὼ Κύριος ὁ Θεὸς αὐτῶν· καὶ ἐπακούσομαι αὐτοῖς,

Zechariah 10:12

12 Καὶ κατισχύσω αὐτοὺς ἐν Κυρίῳ Θεῷ αὐτῶν, καὶ ἐν τῷ ὀνόματι αὐτοῦ κατακαυχήσονται, λέγει Κύριος.

Zechariah 12:3-7

3 Καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ θήσομαι τὴν Ἱερουσαλὴμ λίθον καταπατούμενον πᾶσι τοῖς ἔθνεσι· πᾶς ὁ καταπατῶν αὐτὴν ἐμπαίζων ἐμπαίξεται, καὶ ἐπισυναχθήσονται ἐπʼ αὐτὴν πάντα τὰ ἔθνη τῆς γῆς. 4 Ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, λέγει Κύριος παντοκράτωρ, πατάξω πάντα ἵππον ἐν ἐκστάσει, καὶ τὸν ἀναβάτην αὐτοῦ ἐν παραφρονήσει, ἐπὶ δὲ τὸν οἶκον Ἰούδα διανοίξω τοὺς ὀφθαλμούς μου, καὶ πάντας τοὺς ἵππους τῶν λαῶν πατάξω ἐν ἀποτυφλώσει.
5 Καὶ ἐροῦσιν οἱ χιλίαρχοι Ἰούδα ἐν ταῖς καρδίαις αὐτῶν, εὑρήσομεν ἑαυτοῖς τοὺς κατοικοῦντας Ἱερουσαλὴμ ἐν Κυρίῳ παντοκράτορι Θεῷ αὐτῶν. 6 Ἐν τῇ ἡμέρᾳ ἐκείνῃ θήσομαι τοὺς χιλιάρχους Ἰούδα ὡς δαλόν πυρὸς ἐν ξύλοις, καὶ ὡς λαμπάδα πυρὸς ἐν καλάμῃ, καὶ καταφάγονται ἐκ δεξιῶν, καὶ ἐξ εὐωνύμων πάντας τοὺς λαοὺς κυκλόθεν, καὶ κατοικήσει Ἱερουσαλὴμ ἔτι καθʼ ἑαυτὴν ἐν Ἱερουσαλήμ. 7 Καὶ σώσει Κύριος τὰ σκηνώματα Ἰούδα, καθὼς ἀπʼ ἀρχῆς, ὅπως μὴ μεγαλύνηται καύχημα οἴκου Δαυὶδ, καὶ ἔπαρσις τῶν κατοικούντων Ἱερουσαλὴμ ἐπὶ τὸν Ἰούδα.

Zechariah 14:1-4

1 Ἰδοὺ ἡμέραι ἔρχονται Κυρίου, καὶ διαμερισθήσονται τὰ σκῦλά σου ἐν σοί· 2 καὶ ἐπισυνάξω πάντα τὰ ἔθνη ἐπὶ Ἱερουσαλὴμ εἰς πόλεμον, καὶ ἁλώσεται ἡ πόλις, καὶ διαρπαγήσονται αἱ οἰκίαι, καὶ αἱ γυναῖκες μολυνθήσονται, καὶ ἐξελεύσεται τὸ ἥμισυ τῆς πόλεως ἐν αἰχμαλωσίᾳ, οἱ δὲ κατάλοιποι τοῦ λαοῦ μου οὐ μὴ ἐξολοθρευθῶσιν ἐκ τῆς πόλεως.
3 Καὶ ἐξελεύσεται Κύριος, καὶ παρατάξεται ἐν τοῖς ἔθνεσιν ἐκείνοις, καθὼς ἡμέρα παρατάξεως αὐτοῦ ἐν ἡμέρᾳ πολέμου. 4 Καὶ στήσονται οἱ πόδες αὐτοῦ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐπὶ τὸ ὄρος τῶν ἐλαιῶν, τὸ κατέναντι Ἱερουσαλὴμ ἐξ ἀνατολῶν· καὶ σχισθήσεται τὸ ὄρος τῶν ἐλαιῶν, τὸ ἥμισυ αὐτοῦ πρὸς ἀνατολάς καὶ θάλασσαν, χάος μέγα σφόδρα· καὶ κλινεῖ τὸ ἥμισυ τοῦ ὄρους πρὸς τὸν βοῤῥᾶν, καὶ τὸ ἥμισυ αὐτοῦ πρὸς Νότον.

Malachi 4:2

2 Καὶ ἀνατελεῖ ὑμῖν τοῖς φοβουμένοις τὸ ὄνομά μου ἥλιος δικαιοσύνης, καὶ ἴασις ἐν ταῖς πτέρυξιν αὐτοῦ· καὶ ἐξελεύσεσθε, καὶ σκιρτήσετε ὡς μοσχάρια ἐκ δεσμῶν ἀνειμένα.

Isaiah 32:3-4

3 Καὶ οὐκέτι ἔσονται πεποιθότες ἐπʼ ἀνθρώποις, ἀλλὰ τὰ ὦτα ἀκούειν δώσουσι. 4 Καὶ ἡ καρδία τῶν ἀσθενούντων προσέξει τῷ ἀκούειν, καὶ αἱ γλῶσσαι αἱ ψελλίζουσαι ταχὺ μαθήσονται λαλεῖν εἰρήνην.

Daniel 12:3-4

3 Καὶ οἱ συνιέντες ἐκλάμψουσιν ὡς ἡ λαμπρότης τοῦ στερεώματος, καὶ ἀπὸ τῶν δικαίων τῶν πολλῶν ὡς οἱ ἀστέρες εἰς τοὺς αἰῶνας, καὶ ἔτι.
4 Καὶ σύ Δανιὴλ ἔμφραξον τοὺς λόγους, καὶ σφράγισον τὸ βιβλίον ἕως καιροῦ συντελείας, ἕως διδαχθῶσι πολλοὶ καὶ πληθυνθῇ ἡ γνῶσις.

Daniel 12:10

10 Ἐκλεγῶσι, καὶ ἐκλευκανθῶσι, καὶ πυρωθῶσι, καὶ ἁγιασθῶσι πολλοί· καὶ ἀνομήσωσιν ἄνομοι, καὶ οὐ συνήσουσι πάντες ἄνομοι, καὶ οἱ νοήμονες συνήσουσι.

Zechariah 8:20-23

20 Τάδε λέγει Κύριος παντοκράτωρ, ἔτι ἥξουσι λαοὶ πολλοὶ, καὶ κατοικοῦντες πόλεις πολλὰς, 21 καὶ συνελεύσονται κατοικοῦντες πέντε πόλεις εἰς μίαν πόλιν, λέγοντες, πορευθῶμεν δεηθῆναι τοῦ προσώπου Κυρίου, καὶ ἐκζητῆσαι τὸ πρόσωπον Κυρίου παντοκράτορος· πορεύσομαι κἀγώ. 22 Καὶ ἥξουσι λαοὶ πολλοὶ καὶ ἔθνη πολλὰ ἐκζητῆσαι τὸ πρόσωπον Κυρίου παντοκράτορος ἐν Ἱερουσαλὴμ, καὶ ἐξιλάσασθαι τὸ πρόσωπον Κυρίου.
23 Τάδε λέγει Κύριος παντοκράτωρ, ἐν ταῖς ἡμέραις ἐκείναις, ἐὰν ἐπιλάβωνται δέκα ἄνδρες ἐκ πασῶν τῶν γλωσσῶν τῶν ἐθνῶν, καὶ ἐπιλάβωνται τοῦ κρασπέδου ἀνδρὸς Ἰουδαίου, λέγοντες, πορευσόμεθα μετὰ σοῦ, διότι ἀκηκόαμεν ὅτι ὁ Θεὸς μεθʼ ὑμῶν ἐστι.

Malachi 2:7

7 Ὅτι χείλη ἱερέως φυλάξεται γνῶσιν, καὶ νόμον ἐκζητήσουσιν ἐκ στόματος αὐτοῦ, διότι ἄγγελος Κυρίου παντοκράτορός ἐστιν.

Deuteronomy 8:2-3

2 Καὶ μνησθήσῃ πᾶσαν τὴν ὁδὸν, ἣν ἤγαγέ σε Κύριος ὁ Θεός σου ἐν τῇ ἐρήμῳ, ὅπως ἂν κακώσῃ σε καὶ πειράσῃ σε, καὶ διαγνωσθῇ τὰ ἐν τῇ καρδίᾳ σου, εἰ φυλάξῃ τὰς ἐντολὰς αὐτοῦ ἢ οὔ. 3 Καὶ ἐκάκωσέ σε, καὶ ἐλιμαγχόνησέ σε, καὶ ἐψώμισέ σε τὸ μάννα, ὃ οὐκ ᾔδεισαν οἱ πατέρες σου· ἵνα ἀναγγείλῃ σοι, ὅτι οὐκ ἐπʼ ἄρτῳ μόνῳ ζήσεται ὁ ἄνθρωπος, ἀλλʼ ἐπὶ παντὶ ῥήματι τῷ ἐκπορευομένῳ διὰ στόματος Θεοῦ ζήσεται ὁ ἄνθρωπος.

Deuteronomy 8:16

16 τοῦ ψωμίσαντός σε τὸ μάννα ἐν τῇ ἐρήμῳ, ὃ οὐκ ᾔδεις σὺ, καὶ οὐκ ᾔδεισαν οἱ πατέρες σου, ἵνα κακώσῃ σε, καὶ ἐκπειράσῃ σε, καὶ εὖ σε ποιήσῃ ἐπʼ ἐσχάτων τῶν ἡμερῶν σου.

2 Chronicles 32:31

31 Καὶ οὕτως τοῖς πρεσβευταῖς τῶν ἀρχόντων ἀπὸ Βαβυλῶνος, τοῖς ἀποσταλεῖσι πρὸς αὐτὸν πυθέσθαι παρʼ αὐτοῦ τό τέρας ὃ ἐγένετο ἐπὶ τῆς γῆς, ἐγκατέλιπεν αὐτὸν Κύριος τοῦ πειράσαι αὐτὸν, εἰδέναι τὰ ἐν τῇ καρδίᾳ αὐτοῦ.

Proverbs 17:3

3 Ὥσπερ δοκιμάζεται ἐν καμίνῳ ἄργυρος καὶ χρυσὸς, οὕτως ἐκλεκταὶ καρδίαι παρὰ Κυρίῳ.

Daniel 8:10

10 καὶ ἐμεγαλύνθη ἕως τῆς δυνάμεως τοῦ οὐρανοῦ· καὶ ἔπεσεν ἐπὶ τὴν γῆν ἀπὸ τῆς δυνάμεως τοῦ οὐρανοῦ καὶ ἀπὸ τῶν ἄστρων, καὶ συνεπάτησαν αὐτά.

Daniel 8:17

17 Καὶ ἦλθε, καὶ ἔστη ἐχόμενος τῆς στάσεώς μου· καὶ ἐν τῷ ἐλθεῖν αὐτὸν ἐθαμβήθην, καὶ πίπτω ἐπὶ πρόσωπόν μου· καὶ εἶπε πρὸς μὲ, σύνες υἱὲ ἀνθρώπου· ἔτι γὰρ εἰς καιροῦ πέρας ἡ ὅρασις.

Daniel 9:27-10:1

27 Καὶ δυναμώσει διαθήκην πολλοῖς, ἑβδομὰς μία· καὶ ἐν τῷ ἡμίσει τῆς ἑβδομάδος ἀρθήσεταί μου θυσία καὶ σπονδὴ, καὶ ἐπὶ τὸ ἱερὸν βδέλυγμα τῶν ἐρημώσεων, καὶ ἕως τῆς συντελείας καιροῦ συντέλεια δοθήσεται ἐπὶ τὴν ἐρήμωσιν.

Daniel 11:27

27 Καὶ ἀμφότεροι οἱ βασιλεῖς, αἱ καρδίαι αὐτῶν εἰς πονηρίαν, καὶ ἐπὶ τραπέζῃ μιᾷ ψευδῆ λαλήσουσι, καὶ οὐ κατευθυνεῖ, ὅτι ἔτι πέρασις καιρῶν.

Daniel 11:33

33 καὶ οἱ συνετοὶ τοῦ λαοῦ συνήσουσιν εἰς πολλὰ, καὶ ἀσθενήσουσιν ἐν ῥομφαίᾳ, καὶ ἐν φλογὶ, καὶ ἐν αἰχμαλωσίᾳ, καὶ ἐν διαρπαγῇ ἡμερῶν.

Daniel 12:4

4 Καὶ σύ Δανιὴλ ἔμφραξον τοὺς λόγους, καὶ σφράγισον τὸ βιβλίον ἕως καιροῦ συντελείας, ἕως διδαχθῶσι πολλοὶ καὶ πληθυνθῇ ἡ γνῶσις.

Daniel 12:10-11

10 Ἐκλεγῶσι, καὶ ἐκλευκανθῶσι, καὶ πυρωθῶσι, καὶ ἁγιασθῶσι πολλοί· καὶ ἀνομήσωσιν ἄνομοι, καὶ οὐ συνήσουσι πάντες ἄνομοι, καὶ οἱ νοήμονες συνήσουσι. 11 Καὶ ἀπὸ καιροῦ παραλλάξεως τοῦ ἐνδελεχισμοῦ, καὶ δοθήσεται τὸ βδέλυγμα ἐρημώσεως, ἡμέραι χίλιαι διακόσιαι ἐνενήκοντα.

Zechariah 13:9

9 Καὶ διάξω τὸ τρίτον διὰ πυρὸς, καὶ πυρώσω αὐτοὺς, ὡς πυροῦται τὸ ἀργύριον, καὶ δοκιμῶ αὐτοὺς, ὡς δοκιμάζεται τὸ χρυσίον· αὐτὸς ἐπικαλέσεται τὸ ὄνομά μου, κἀγὼ ἐπακούσομαι αὐτῷ, καὶ ἐρῶ, λαός μου οὗτός ἐστι· καὶ αὐτὸς ἐρεῖ, Κύριος ὁ Θεός μου.

Malachi 3:2-4

2 καὶ τίς ὑπομενεῖ ἡμέραν εἰσόδου αὐτοῦ; ἢ τίς ὑποστήσεται ἐν τῇ ὀπτασίᾳ αὐτοῦ; διότι αὐτὸς εἰσπορεύεται ὡς πῦρ χωνευτηρίου, καὶ ὡς ποιὰ πλυνόντων. 3 Καὶ καθιεῖται χωνεύων καὶ καθαρίζων ὡς τὸ ἀργύριον, καὶ ὡς τὸ χρυσίον, καὶ καθαρίσει τοὺς υἱοὺς Λευὶ, καὶ χεεῖ αὐτοὺς ὥσπερ τὸ χρυσίον καὶ τὸ ἀργύριον· καὶ ἔσονται τῷ Κυρίῳ προσάγοντες θυσίαν ἐν δικαιοσύνῃ.
4 Καὶ ἀρέσει τῷ Κυρίῳ θυσία Ἰούδα, καὶ Ἱερουσαλὴμ, καθὼς αἱ ἡμέραι τοῦ αἰῶνος, καὶ καθὼς τὰ ἔτη τὰ ἔμπροσθεν.

Malachi 4:1-3

1 ΔΙΟΤΙ ἰδοὺ ἡμέρα Κυρίου ἔρχεται καιομένη ὡς κλίβανος καὶ φλέξει αὐτοὺς, καὶ ἔσονται πάντες οἱ ἀλλογενεῖς, καὶ πάντες οἱ ποιοῦντες ἄνομα, καλάμη, καὶ ἀνάψει αὐτοὺς ἡ ἡμέρα ἡ ἐρχομένη, λέγει Κύριος παντοκράτωρ, καὶ οὐ μὴ ὑπολειφθῇ ἐξ αὐτῶν ῥίζα οὐδὲ κλῆμα.
2 Καὶ ἀνατελεῖ ὑμῖν τοῖς φοβουμένοις τὸ ὄνομά μου ἥλιος δικαιοσύνης, καὶ ἴασις ἐν ταῖς πτέρυξιν αὐτοῦ· καὶ ἐξελεύσεσθε, καὶ σκιρτήσετε ὡς μοσχάρια ἐκ δεσμῶν ἀνειμένα. 3 Καὶ καταπατήσετε ἀνόμους, διότι ἔσονται σποδὸς ὑποκάτω τῶν ποδῶν ὑμῶν ἐν τῇ ἡμέρᾳ ᾗ ἐγὼ ποιῶ, λέγει Κύριος παντοκράτωρ.

Deuteronomy 10:17

17 Ὁ γὰρ Κύριος ὁ Θεὸς ὑμῶν, οὗτος Θεὸς τῶν θεῶν, καὶ Κύριος τῶν κυρίων, ὁ Θεὸς ὁ μέγας, καὶ ἰσχυρὸς, καὶ φοβερὸς, ὅστις οὐ θαυμάζει πρόσωπον, οὐδὲ οὐ μὴ λάβῃ δῶρον·

Joshua 22:22

22 ὁ Θεὸς Θεὸς Κύριός ἐστι, καὶ ὁ Θεὸς Θεὸς αὐτὸς οἶδε, καὶ Ἰσραὴλ αὐτὸς γνώσεται· εἰ ἐν ἀποστασίᾳ ἐπλημμελήσαμεν ἔναντι τοῦ Κυρίου, μὴ ῥύσαιτο ἡμᾶς ἐν τῇ ἡμέρᾳ ταύτῃ.

Job 23:13-14

13 Εἰ δὲ καὶ αὐτὸς ἔκρινεν οὕτως, τίς ἐστιν ὁ ἀντειπὼν αὐτῷ; ὃ γὰρ αὐτὸς ἠθέλησε, καὶ ἐποίησε. 14

Psalms 33:10

10 Κύριος διασκεδάζει βουλὰς ἐθνῶν, ἀθετεῖ δὲ λογισμοὺς λαῶν, καὶ ἀθετεῖ βουλὰς ἀρχόντων.

Psalms 136:2

2 Ἐξομολογεῖσθε τῷ Θεῷ τῶν θεῶν, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.

Isaiah 10:25

25 Ἔτι γὰρ μικρὸν, καὶ παύσεται ἡ ὀργή, ὁ δὲ θυμός μου ἐπὶ τὴν βουλὴν αὐτῶν.

Isaiah 14:13

13 Σὺ δὲ εἶπας ἐν τῇ διανοίᾳ σου, εἰς τὸν οὐρανὸν ἀναβήσομαι, ἐπάνω τῶν ἀστέρων τοῦ οὐρανοῦ θήσω τὸν θρόνον μου, καθιῶ ἐν ὄρει ὑψηλῷ, ἐπὶ τὰ ὄρη τὰ ὑψηλὰ τὰ πρὸς Βοῤῥᾶν,

Isaiah 26:20

20 Βάδιζε λαός μου, εἴσελθε εἰς τὰ ταμιεῖά σου, ἀπόκλεισον τὴν θύραν σου, ἀποκρύβηθι μικρὸν ὅσον ὅσον, ἕως ἂν παρέλθῃ ἡ ὀργὴ Κυρίου.

Isaiah 46:10

10 ἀναγγέλλων πρότερον τὰ ἔσχατα πρὶν αὐτὰ γενέσθαι, καὶ ἅμα συνετελέσθη· καὶ εἶπα, πᾶσα ἡ βουλή μου στήσεται, καὶ πάντα ὅσα βεβούλευμαι, ποιήσω·

Daniel 2:47

47 Καὶ ἀποκριθεὶς ὁ βασιλεὺς, εἶπε τῷ Δανιὴλ, ἐπʼ ἀληθείας ὁ Θεὸς ὑμῶν, αὐτός ἐστι Θεὸς θεῶν, καὶ Κύριος τῶν βασιλέων, ὁ ἀποκαλύπτων μυστήρια, ὅτι ἠδυνήθης ἀποκαλύψαι τὸ μυστήριον τοῦτο.

Daniel 7:20-25

20 καὶ περὶ τῶν κεράτων αὐτοῦ τῶν δέκα τῶν ἐν τῇ κεφαλῇ αὐτοῦ, καὶ τοῦ ἑτέρου τοῦ ἀναβάντος, καὶ ἐκτινάξαντος τῶν προτέρων, ᾧ οἱ ὀφθαλμοὶ καὶ στόμα λαλοῦν μεγάλα, καὶ ἡ ὅρασις αὐτοῦ μείζων τῶν λοιπῶν. 21 Ἐθεώρουν, καὶ τὸ κέρας ἐκεῖνο ἐποίει πόλεμον μετὰ τῶν ἁγίων, καὶ ἴσχυσε πρὸς αὐτοὺς, 22 ἕως οὗ ἦλθεν ὁ παλαιὸς ἡμερῶν, καὶ τὸ κρίμα ἔδωκεν ἁγίοις ὑψίστου· καὶ ὁ καιρὸς ἔφθασε, καὶ τὴν βασιλείαν κατέσχον οἱ ἅγιοι. 23 Καὶ εἶπε, τὸ θηρίον τὸ τέταρτον, βασιλεία τετάρτη ἔσται ἐν τῇ γῇ, ἥτις ὑπερέξει πάσας τὰς βασιλείας, καὶ καταφάγεται πᾶσαν τὴν γῆν, καὶ συμπατήσει αὐτὴν καὶ κατακόψει. 24 Καὶ τὰ δέκα κέρατα αὐτοῦ, δέκα βασιλεῖς ἀναστήσονται, καὶ ὀπίσω αὐτῶν ἀναστήσεται ἕτερος, ὃς ὑπεροίσει κακοῖς πάντας τοὺς ἔμπροσθεν, καὶ τρεῖς βασιλεῖς ταπεινώσει, 25 καὶ λόγους πρὸς τὸν ὕψιστον λαλήσει, καὶ τοὺς ἁγίους ὑψίστου παλαιώσει, καὶ ὑπονοήσει τοῦ ἀλλοιῶσαι καιροὺς καὶ νόμον. Καὶ δοθήσεται ἐν χειρὶ αὐτοῦ ἕως καιροῦ καὶ καιρῶν καὶ γε ἥμισυ καιροῦ.

Daniel 8:11-12

11 Καὶ ἕως οὗ ὁ ἀρχιστράτηγος ῥύσεται τὴν αἰχμαλωσίαν, καὶ διʼ αὐτὸν θυσία ἐταράχθη, καὶ κατευοδώθη αὐτῷ· καὶ τὸ ἅγιον ἐρημωθήσεται· 12 Καὶ ἐδόθη ἐπὶ τὴν θυσίαν ἁμαρτία, καὶ ἐῤῥίφη χαμαὶ ἡ δικαιοσύνη· καὶ ἐποίησε, καὶ εὐοδώθη.

Daniel 8:24-25

24 Καὶ κραταιὰ ἡ ἰσχὺς αὐτοῦ, καὶ θαυμαστὰ διαφθερεῖ, καὶ κατευθυνεῖ, καὶ ποιήσει, καὶ διαφθερεῖ ἰσχυροὺς, καὶ λαὸν ἅγιον. 25 Καὶ ζυγὸς τοῦ κλοιοῦ αὐτοῦ κατευθυνεῖ, δόλος ἐν τῇ χειρὶ αὐτοῦ, καὶ ἐν καρδίᾳ αὐτοῦ μεγαλυνθήσεται, καὶ δόλῳ διαφθερεῖ πολλοὺς, καὶ ἐπὶ ἀπωλείας πολλῶν στήσεται· καὶ ὡς ὠὰ χειρὶ συντρίψει.

Daniel 9:26-27

26 Καὶ μετὰ τὰς ἑβδομάδας τὰς ἑξηκονταδύο, ἐξολοθρευθήσεται χρῖσμα, καὶ κρίμα οὐκ ἔστιν ἐν αὐτῷ· καὶ τὴν πόλιν, καὶ τὸ ἅγιον διαφθερεῖ σὺν τῷ ἡγουμένῳ τῷ ἐρχομένῳ, ἐκκοπήσονται ἐν κατακλυσμῷ, καὶ ἕως τέλους πολέμου συντετμημένου τάξει ἀφανισμοῖς.
27 Καὶ δυναμώσει διαθήκην πολλοῖς, ἑβδομὰς μία· καὶ ἐν τῷ ἡμίσει τῆς ἑβδομάδος ἀρθήσεταί μου θυσία καὶ σπονδὴ, καὶ ἐπὶ τὸ ἱερὸν βδέλυγμα τῶν ἐρημώσεων, καὶ ἕως τῆς συντελείας καιροῦ συντέλεια δοθήσεται ἐπὶ τὴν ἐρήμωσιν.

Daniel 12:11-13

11 Καὶ ἀπὸ καιροῦ παραλλάξεως τοῦ ἐνδελεχισμοῦ, καὶ δοθήσεται τὸ βδέλυγμα ἐρημώσεως, ἡμέραι χίλιαι διακόσιαι ἐνενήκοντα. 12 Μακάριος ὁ ὑπομένων καὶ φθάσας εἰς ἡμέρας χιλίας τριακοσίας τριακονταπέντε. 13 Καὶ σὺ δεῦρο, καὶ ἀναπαύου· ἔτι γὰρ ἡμέραι καὶ ὧραι εἰς ἀναπλήρωσιν συντελείας, καὶ ἀναστήσῃ εἰς τὸν κλῆρόν σου εἰς συντέλειαν ἡμερῶν.

Genesis 3:5

5 Ἤδει γὰρ ὁ Θεὸς, ὅτι ᾗ ἂν ἡμέρᾳ φάγητε ἀπʼ αὐτοῦ, διανοιχθήσονται ὑμῶν οἱ ὀφθαλμοὶ, καὶ ἔσεσθε ὡς θεοὶ, γινώσκοντες καλὸν καὶ πονηρόν.

Genesis 3:16

16 17 Καὶ τῇ γυναικὶ εἶπε· πληθύνων πληθυνῶ τὰς λύπας σου, καὶ τὸν στεναγμόν σου· ἐν λύπαις τέξῃ τέκνα, καὶ πρὸς τὸν ἄνδρα σου ἡ ἀποστροφή σου· καὶ αὐτός σου κυριεύσει.

Deuteronomy 5:21

21 Οὐκ ἐπιθυμήσεις τὴν γυναῖκα τοῦ πλησίον σου· οὐκ ἐπιθυμήσεις τὴν οἰκίαν τοῦ πλησίον σου, οὔτε τὸν ἀγρὸν αὐτοῦ, οὔτε τὸν παῖδα αὐτοῦ, οὔτε τὴν παιδίσκην αὐτοῦ, οὔτε τοῦ βοὸς αὐτοῦ, οὔτε τοῦ ὑποζυγίου αὐτοῦ, οὔτε παντὸς κτήνους αὐτοῦ, οὔτε πάντα ὅσα τῷ πλησίον σού ἐστι.

Deuteronomy 21:11

11 καὶ ἴδῃς ἐν τῇ προνομῇ γυναῖκα καλὴν τῷ εἴδει, καὶ ἐνθυμηθῇς αὐτῆς, καὶ λάβῃς αὐτὴν σεαυτῷ γυναῖκα,

Song of Songs 7:10

10 Ἐγὼ τῷ ἀδελφιδῷ μου, καὶ ἐπʼ ἐμὲ ἡ ἐπιστροφὴ αὐτοῦ.

Ezekiel 24:16

16 υἱὲ ἀνθρώπου, ἰδοὺ ἐγὼ λαμβάνω ἐκ σοῦ τὰ ἐπιθυμήματα τῶν ὀφθαλμῶν σου ἐν παρατάξει, οὐ μὴ κοπῇς, οὐδʼ οὐ μὴ κλαυσθῇς,

Isaiah 44:9

9 Καὶ οὐκ ἦσαν τότε οἱ πλάσσοντες· καὶ οἱ γλύφοντες, πάντες μάταιοι, ποιοῦντες τὰ καταθύμια αὐτῶν, ἃ οὐκ ὠφελήσει αὐτούς· ἀλλὰ αἰσχυνθήσονται

Isaiah 5:28

28 Ὧν τὰ βέλη ὀξέα ἐστὶ, καὶ τὰ τόξα αὐτῶν ἐντεταμένα· οἱ πόδες τῶν ἵππων αὐτῶν ὡς στερεὰ πέτρα ἐλογίσθησαν· οἱ τροχοὶ τῶν ἁρμάτων αὐτῶν ὡς καταιγίς.

Isaiah 21:1

1 ΤΟ ὍΡΑΜΑ ΤΗΣ ἘΡΗΜΟΥ.
Ὡς καταιγὶς διʼ ἐρήμου διέλθοι, ἐξ ἐρήμου ἐρχομένη ἐκ γῆς φοβερὸν

Isaiah 66:15

15 Ἰδοὺ γὰρ Κύριος ὡς πῦρ ἥξει, καὶ ὡς καταιγὶς τὰ ἅρματα αὐτοῦ, ἀποδοῦναι ἐν θυμῷ ἐκδίκησιν αὐτοῦ, καὶ ἀποσκορακισμὸν αὐτοῦ ἐν φλογὶ πυρός.

Jeremiah 4:13

13 Ἰδοὺ ὡς νεφέλη ἀναβήσεται, καὶ ὡς καταιγὶς τὰ ἅρματα αὐτοῦ, κουφότεροι ἀετῶν οἱ ἵπποι αὐτοῦ· οὐαὶ ἡμῖν, ὅτι ταλαιπωροῦμεν.

Ezekiel 38:4

4 καὶ συνάξω σε, καὶ πᾶσαν τὴν δύναμίν σου, ἵππους καὶ ἱππεῖς ἐνδεδυμένους θώρακας πάντας συναγωγῇ πολλῇ, πέλται καὶ περικεφαλαῖαι καὶ μάχαιραι·

Ezekiel 38:14-18

14 Διατοῦτο προφήτευσον υἱὲ ἀνθρώπου, καὶ εἰπὸν τῷ Γὼγ· τάδε λέγει Κύριος, οὐκ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, ἐν τῷ κατοικισθῆναι τόν λαόν μου Ἰσραὴλ ἐπʼ εἰρήνης, ἐγερθήσῃ, 15 καὶ ἥξεις ἐκ τοῦ τόπου σου ἀπʼ ἐσχάτου βοῤῥᾶ, καὶ ἔθνη πολλὰ μετὰ σοῦ; ἀναβάται ἵππων πάντες, συναγωγὴ μεγάλη καὶ δύναμις πολλή. 16 Καὶ ἀναβήσῃ ἐπὶ τὸν λαόν μου Ἰσραὴλ ὡς νεφέλη καλύψαι γῆν· ἐπʼ ἐσχάτων τῶν ἡμερῶν ἔσται, καὶ ἀνάξω σε ἐπὶ τὴν γῆν μου, ἵνα γνῶσι πάντα τὰ ἔθνη ἐμὲ, ἐν τῷ ἁγιασθῆναί με ἐν σοὶ ἐνώπιον αὐτῶν.
17 Τάδε λέγει Κύριος Κύριος τῷ Γὼγ, σὺ εἶ περὶ οὗ ἐλάλησα πρὸ ἡμερῶν τῶν ἔμπροσθεν, διά χειρὸς τῶν δούλων μου τῶν προφητῶν τοῦ Ἰσραὴλ, ἐν ταῖς ἡμέραις ἐκείναις καὶ ἔτεσι, τοῦ ἀναγαγεῖν σε ἐπʼ αὐτούς. 18 Καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, ἐν ἡμέρᾳ ᾗ ἂν ἔλθῃ Γὼγ ἐπὶ τὴν γῆν τοῦ Ἰσραὴλ, λέγει Κύριος Κύριος, ἀναβήσεται ὁ θυμός μου,

Daniel 11:5-6

5 Καὶ ἐνισχύσει ὁ βασιλεὺς τοῦ Νότου· καὶ εἷς τῶν ἀρχόντων αὐτῶν ἐνισχύσει ἐπʼ αὐτὸν, καὶ κυριεύσει κυριείαν πολλὴν. 6 Καὶ μετὰ τὰ ἔτη αὐτοῦ συμμειγήσονται, καὶ θυγάτηρ βασιλέως τοῦ Νότου εἰσελεύσεται πρὸς βασιλέα τοῦ βοῤῥᾶ, τοῦ ποιῆσαι συνθήκας μετʼ αὐτοῦ, καὶ οὐ κρατήσει ἰσχύος βραχίονος, καὶ οὐ στήσεται τὸ σπέρμα αὐτοῦ, καὶ παραδοθήσεται αὐτὴ, καὶ οἱ φέροντες αὐτὴν, καὶ ἡ νεᾶνις, καὶ ὁ κατισχύων αὐτὴν ἐν τοῖς καιροῖς.

Daniel 11:26-27

26 καὶ φάγονται τὰ δέοντα αὐτοῦ, καὶ συντρίψουσιν αὐτὸν, καὶ δυνάμεις κατακλύσει, καὶ πεσοῦνται τραυματίαι πολλοί.
27 Καὶ ἀμφότεροι οἱ βασιλεῖς, αἱ καρδίαι αὐτῶν εἰς πονηρίαν, καὶ ἐπὶ τραπέζῃ μιᾷ ψευδῆ λαλήσουσι, καὶ οὐ κατευθυνεῖ, ὅτι ἔτι πέρασις καιρῶν.

Zechariah 9:14

14 καὶ Κύριος ἔσται ἐπʼ αὐτοὺς, καὶ ἐξελεύσεται ὡς ἀστραπὴ βολίς, καὶ Κύριος παντοκράτωρ ἐν σάλπιγγι σαλπιεῖ, καὶ πορεύσεται ἐν σάλῳ ἀπειλῆς αὐτοῦ.

Isaiah 11:13-15

13 Καὶ ἀφαιρεθήσεται ὁ ζῆλος Ἐφραὶμ, καὶ οἱ ἐχθροὶ Ἰούδα ἀπολοῦνται. Ἐφραὶμ οὐ ζηλώσει Ἰούδαν, καὶ Ἰούδας οὐ θλίψει Ἐφραίμ. 14 Καὶ πετασθήσονται ἐν πλοίοις ἀλλοφύλων· θάλασσαν, ἅμα προνομεύσουσι, καὶ τοὺς ἀφʼ ἡλίου ἀνατολῶν, καὶ Ἰδουμαίαν, καὶ ἐπὶ Μωὰβ πρῶτον τὰς χεῖρας ἐπιβαλοῦσιν· οἱ δὲ υἱοὶ Ἀμμὼν πρῶτοι ὑπακούσονται.
15 Καὶ ἐρημώσει Κύριος τὴν θάλασσαν Αἰγύπτου, καὶ ἐπιβαλεῖ τὴν χεῖρα αὐτοῦ ἐπὶ τὸν ποταμὸν πνεύματι βιαίῳ· καὶ πατάξει ἑπτὰ φάραγγας, ὥστε διαπορεύεσθαι αὐτὸν ἐν ὑποδήμασι.

Jeremiah 9:26

26 Ἐπʼ Αἴγυπτον, καὶ ἐπὶ Ἰδουμαίαν, καὶ ἐπὶ Ἐδὼμ, καὶ ἐπὶ υἱοὺς Ἀμμὼν, καὶ ἐπὶ υἱοὺς Μωὰβ, καὶ ἐπὶ πάντα περικειρόμενον τὰ κατὰ πρόσωπον αὐτοῦ, τοὺς κατοικοῦντας ἐν τῇ ἐρήμῳ, ὅτι πάντα τὰ ἔθνη ἀπερίτμητα σαρκί, καὶ πᾶς οἶκος Ἰσραὴλ ἀπερίτμητοι καρδίας αὐτῶν.

Jeremiah 48:47

Jeremiah 49:6

6

Ezekiel 38:8-13

8 Ἀφʼ ἡμερῶν πλειόνων ἑτοιμασθήσεται, καὶ ἐπʼ ἐσχάτου ἐτῶν ἐλεύσεται, καὶ ἥξει εἰς τὴν γῆν τὴν ἀπεστραμμένην ἀπὸ μαχαίρας, συνηγμένων ἀπὸ ἐθνῶν πολλῶν ἐπὶ γῆν Ἰσραὴλ, ἣ ἐγενήθη ἔρημος διʼ ὅλου· καὶ οὗτος ἐξ ἐθνῶν ἐξελήλυθε, καὶ κατοικήσουσιν ἐπʼ εἰρήνης ἅπαντες. 9 Καὶ ἀναβήσῃ ὡς ὑετὸς, καὶ ἥξεις ὡς νεφέλη κατακαλύψαι γῆν, καὶ ἔσῃ σὺ καὶ πάντες οἱ περὶ σὲ, καὶ ἔθνη πολλὰ μετὰ σοῦ.
10 Τάδε λέγει Κύριος Κύριος, καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, ἀναβήσεται ῥήματα ἐπὶ τὴν καρδίαν σου, καὶ λογιῇ λογισμοὺς πονηροὺς, 11 καὶ ἐρεῖς, ἀναβήσομαι ἐπὶ γῆν ἀπεῤῥιμμένην, ἥξω ἐπὶ ἡσυχάζοντας ἐν ἡσυχίᾳ, καὶ οἰκοῦντας ἐπʼ εἰρήνης, πάντας κατοικοῦντας γῆν, ἐν ᾗ οὐχ ὑπάρχει τεῖχος, οὐδὲ μοχλοὶ, καὶ θύραι οὐκ εἰσὶν αὐτοῖς, 12 προνομεῦσαι προνομὴν, καὶ σκῦλα σκυλεῦσαι αὐτῶν, τοῦ ἐπιστρέψαι χεῖράς μου εἰς τὴν ἠρημωμένην ἣ κατῳκίσθη, καὶ ἐπʼ ἔθνος συνηγμένον ἀπὸ ἐθνῶν πολλῶν, πεποιηκότας κτήσεις, κατοικοῦντας ἐπὶ τὸν ὀμφαλὸν τῆς γῆς. 13 Σαββὰ, καὶ Δαιδὰν, καὶ ἔμποροι Καρχηδόνιοι, καὶ πᾶσαι αἱ κῶμαι αὐτῶν ἐροῦσί σοι, εἰς προνομὴν τοῦ προνομεῦσαι σὺ ἔρχῃ, καὶ σκυλεῦσαι σκῦλα, συνήγαγες συναγωγήν σου λαβεῖν ἀργύριον καὶ χρυσίον, ἀπενέγκασθαι κτῆσιν, τοῦ σκυλεῦσαι σκῦλα.

Ezekiel 29:14

14 καὶ ἀποστρέψω τὴν αἰχμαλωσίαν τῶν Αἰγυπτίων, καὶ κατοικίσω αὐτοὺς ἐν γῇ Φαθωρῆς, ἐν τῇ γῇ ὅθεν ἐλήφθησαν, καὶ ἔσται ἀρχὴ ταπεινὴ

Zechariah 10:10-11

10 Καὶ ἐπιστρέψω αὐτοὺς ἐκ γῆς Αἰγύπτου, καὶ ἐξ Ἀσσυρίων εἰσδέξομαι αὐτοὺς, καὶ εἰς τὴν Γαλααδίτιν, καὶ εἰς τὸν Λίβανον εἰσάξω αὐτοὺς, καὶ οὐ μὴ ὑπολειφθῇ ἐξ αὐτῶν οὐδὲ εἷς. 11 Καὶ διελεύσονται ἐν θαλάσσῃ στενῇ, πατάξουσιν ἐν θαλάσσῃ κύματα, καὶ ξηρανθήσεται πάντα τὰ βάθη ποταμῶν, καὶ ἀφαιρεθήσεται πᾶσα ὕβρις Ἀσσυρίων, καὶ σκῆπτρον Αἰγύπτου περιαιρεθήσεται.

Zechariah 14:17

17 Καὶ ἔσται, ὅσοι ἐὰν μὴ ἀναβῶσιν ἐκ πασῶν τῶν φυλῶν τῆς γῆς εἰς Ἱερουσαλὴμ, τοῦ προσκυνῆσαι τῷ βασιλεῖ Κυρίῳ παντοκράτορι, καὶ οὗτοι ἐκείνοις προστεθήσονται.

Exodus 11:8

8 Καὶ καταβήσονται πάντες οἱ παῖδές σου οὗτοι πρός με, καὶ προσκυνήσουσί με, λέγοντες· ἔξελθε σὺ, καὶ πᾶς ὁ λαός σου, οὗ σύ ἀφηγῇ· καὶ μετὰ ταῦτα ἐξελεύσομαι· ἐξῆλθε δὲ Μωυσῆς ἀπὸ Φαραὼ μετὰ θυμοῦ.

Judges 4:10

10 Καὶ ἐβόησε Βαρὰκ τὸν Ζαβουλὼν καὶ τὸν Νεφθαλὶ ἐκ Κάδης, καὶ ἀνέβησαν κατὰ πόδας αὐτοῦ δέκα χιλιάδες ἀνδρῶν, καί ἀνέβη Δεββῶρα μετʼ αὐτοῦ.

2 Chronicles 12:3

3 ἐν χιλίοις καὶ διακοσίοις ἅρμασι καὶ ἑξήκοντα χιλιάσιν ἵππων, καὶ οὐκ ἦν ἀριθμὸς τοῦ πλήθους τοῦ ἐλθόντος μετʼ αὐτοῦ ἐξ Αἰγύπτου, Λίβυες, Τρωγοδύται, καὶ Αἰθίοπες.

Jeremiah 46:9-10

9 Ἐπίβητε ἐπὶ τοὺς ἵππους, παρασκευάσατε τὰ ἅρματα, ἐξέλθατε οἱ μαχηταὶ Αἰθιόπων, καὶ Λίβυες καθωπλισμένοι ὅπλοις, καὶ Λυδοί, ἀνάβητε, ἐντείνατε τόξον· 10 Καὶ ἡ ἡμέρα ἐκείνη Κυρίῳ τῷ Θεῷ ἡμῶν ἡμέρα ἐκδικήσεως τοῦ ἐκδικῆσαι τοὺς ἐχθροὺς αὐτοῦ· καὶ καταφάγεται ἡ μάχαιρα Κυρίου, καὶ ἐμπλησθήσεται, καὶ μεθυσθήσεται ἀπὸ τοῦ αἵματος αὐτῶν, ὅτι θυσία τῷ Κυρίῳ ἀπὸ γῆς βοῤῥᾶ ἐπὶ ποταμῷ Εὐφράτῃ.

Ezekiel 30:4-5

4 Καὶ ἥξει μάχαιρα ἐπʼ Αἰγυπτίους, καὶ ἔσται ταραχὴ ἐν τῇ Αἰθιοπίᾳ, καὶ συμπεσοῦνται τετραυματισμένοι ἐν Αἰγύπτῳ, καὶ συμπεσεῖται τὰ θεμέλια αὐτῆς. 5 Πέρσαι, καὶ Κρῆτες, καὶ Λυδοὶ, καὶ Λίβυες, καὶ πάντες οἱ ἐπίμεικτοι καὶ τῶν υἱῶν τῆς διαθήκης μου, μαχαίρᾳ πεσοῦνται ἐν αὐτῇ.

Ezekiel 38:5

5 Πέρσαι, καὶ Αἰθίοπες, καὶ Λίβυες, πάντες περικεφαλαίαις καὶ πέλταις,

Nahum 3:9

9 καὶ Αἰθιοπία ἰσχὺς αὐτῆς, καὶ Αἴγυπτος· καὶ οὐκ ἔστη πέρας τῆς φυγῆς· καὶ Λίβυες ἐγένοντο βοηθοὶ αὐτῆς.

Ezekiel 38:9-12

9 Καὶ ἀναβήσῃ ὡς ὑετὸς, καὶ ἥξεις ὡς νεφέλη κατακαλύψαι γῆν, καὶ ἔσῃ σὺ καὶ πάντες οἱ περὶ σὲ, καὶ ἔθνη πολλὰ μετὰ σοῦ.
10 Τάδε λέγει Κύριος Κύριος, καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, ἀναβήσεται ῥήματα ἐπὶ τὴν καρδίαν σου, καὶ λογιῇ λογισμοὺς πονηροὺς, 11 καὶ ἐρεῖς, ἀναβήσομαι ἐπὶ γῆν ἀπεῤῥιμμένην, ἥξω ἐπὶ ἡσυχάζοντας ἐν ἡσυχίᾳ, καὶ οἰκοῦντας ἐπʼ εἰρήνης, πάντας κατοικοῦντας γῆν, ἐν ᾗ οὐχ ὑπάρχει τεῖχος, οὐδὲ μοχλοὶ, καὶ θύραι οὐκ εἰσὶν αὐτοῖς, 12 προνομεῦσαι προνομὴν, καὶ σκῦλα σκυλεῦσαι αὐτῶν, τοῦ ἐπιστρέψαι χεῖράς μου εἰς τὴν ἠρημωμένην ἣ κατῳκίσθη, καὶ ἐπʼ ἔθνος συνηγμένον ἀπὸ ἐθνῶν πολλῶν, πεποιηκότας κτήσεις, κατοικοῦντας ἐπὶ τὸν ὀμφαλὸν τῆς γῆς.

Daniel 11:30

30 Καὶ εἰσελεύσονται ἐν αὐτῷ οἱ ἐκπορευόμενοι Κίτιοι, καὶ ταπεινωθήσεται, καὶ ἐπιστρέψει, καὶ θυμωθήσεται ἐπὶ διαθήκην ἁγίαν· καὶ ποιήσει, καὶ ἐπιστρέψει, καὶ συνήσει ἐπὶ τοὺς καταλιπόντας διαθήκην ἁγίαν.

Psalms 48:2

2 Εὐρίζῳν ἀγαλλιάματι πάσης τῆς γῆς, ὄρη Σιὼν τὰ πλευρὰ τοῦ Βοῤῥᾶ, ἡ πόλις τοῦ βασιλέως τοῦ μεγάλου.

Isaiah 2:2

2 Ὅτιἔσται ἐν ταῖς ἐσχάταις ἡμέραις ἐμφανὲς τὸ ὄρος Κυρίου, καὶ ὁ οἶκος τοῦ Θεοῦ ἐπʼ ἄκρου τῶν ὀρέων, καὶ ὑψωθήσεται ὑπεράνω τῶν βουνῶν, καὶ ἥξουσιν ἐπʼ αὐτὸ πάντα τὰ ἔθνη.

Ezekiel 38:22-23

22 Καὶ κρινῶ αὐτὸν θανάτῳ, καὶ αἵματι, καὶ ὑετῷ κατακλύζοντι, καὶ λίθοις χαλάζης, καὶ πῦρ καὶ θεῖον βρέξω ἐπʼ αὐτὸν, καὶ ἐπὶ πάντας τοὺς μετʼ αὐτοῦ, καὶ ἐπʼ ἔθνη πολλὰ μετʼ αὐτοῦ.
23 Καὶ μεγαλυνθήσομαι καὶ ἁγιασθήσομαι, καὶ ἐνδοξασθήσομαι, καὶ γνωσθήσομαι ἐναντίον ἐθνῶν πολλῶν, καὶ γνώσονται ὅτι ἐγώ εἰμι Κύριος.

Ezekiel 39:2

2 Καὶ συνάξω σε, καὶ καθοδηγήσω σε, καὶ ἀναβιβῶ σε ἐπʼ ἐσχάτου τοῦ βοῤῥᾶ καὶ ἀνάξω σε ἐπὶ τὰ ὄρη τὰ Ἰσραήλ.

Daniel 2:35

35 Τότε ἐλεπτύνθησαν εἰςάπαξ τὸ ὄστρακον, ὁ σίδηρος, ὁ χαλκὸς, ὁ ἄργυρος, ὁ χρυσός· καὶ ἐγένετο ὡσεὶ κονιορτὸς ἀπὸ ἅλωνος θερινῆς· καὶ ἐξῇρεν αὐτὰ τὸ πλῆθος τοῦ πνεύματος, καὶ τόπος οὐχ εὑρέθη αὐτοῖς· καὶ ὁ λίθος ὁ πατάξας τὴν εἰκόνα, ἐγενήθη ὄρος μέγα, καὶ ἐπλήρωσε πᾶσαν τὴν γῆν.

Daniel 7:26

26 Καὶ τὸ κριτήριον καθίσει, καὶ τὴν ἀρχὴν μεταστήσουσι τοῦ ἀφανίσαι, καὶ τοῦ ἀπολέσαι ἕως τέλους.

Joel 2:20

20 Καὶ τὸν ἀπὸ Βοῤῥᾶ ἐκδιώξω ἀφʼ ὑμῶν, καὶ ἐξώσω αὐτὸν εἰς γῆν ἄνυδρον, καὶ ἀφανιῶ τὸ πρόσωπον αὐτοῦ εἰς τὴν θάλασσαν τὴν πρώτην, καὶ τὰ ὀπίσω αὐτοῦ εἰς τὴν θάλασσαν τὴν ἐσχάτην· καὶ ἀναβήσεται ἡ σαπρία αὐτοῦ, καὶ ἀναβήσεται ὁ βρόμος αὐτοῦ, ὅτι ἐμεγάλυνε τὰ ἔργα αὐτοῦ.

Micah 4:2

2 καὶ πορεύσονται ἔθνη πολλὰ καὶ ἐροῦσι, δεῦτε, ἀναβῶμεν εἰς τὸ ὄρος Κυρίου, καὶ εἰς τὸν οἶκον τοῦ Θεοῦ Ἰακώβ· καὶ δείξουσιν ἡμῖν τὴν ὁδὸν αὐτοῦ, καὶ πορευσόμεθα ἐν ταῖς τρίβοις αὐτοῦ· ὅτι ἐκ Σιὼν ἐξελεύσεται νόμος, καὶ λόγος Κυρίου ἐξ Ἱερουσαλήμ.

Zechariah 14:8

8 Καὶ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐξελεύσεται ὕδωρ ζῶν ἐξ Ἱερουσαλὴμ, τὸ ἥμισυ αὐτοῦ εἰς τὴν θάλασσαν τὴν πρώτην, καὶ τὸ ἥμισυ αὐτοῦ εἰς τὴν θάλασσαν τὴν ἐσχάτην· καὶ ἐν θέρει καὶ ἐν ἔαρι ἔσται οὕτως.

Cross Reference data is from OpenBible.info, retrieved June 28, 2010, and licensed under a Creative Commons Attribution License.