Amos 6:7 Cross References - Brenton_Greek

7 Διὰ τοῦτο νῦν ἀχμάλωτοι ἔσονται ἀπʼ ἀρχῆς δυναστῶν, καὶ ἐξαρθήσεται χρεμετισμὸς ἵππων ἐξ Ἐφραίμ.

Deuteronomy 28:41

41 Υἱοὺς καὶ θυγατέρας γεννήσεις καὶ οὐκ ἔσονταί· ἀπελεύσονται γὰρ ἐν αἰχμαλωσίᾳ.

1 Kings 20:16-20

16 Καὶ ἐξῆλθε μεσημβρίας, καὶ υἱὸς Ἄδερ πίνων μεθύων ἐν Σοκχὼθ αὐτὸς καὶ οἱ βασιλεῖς, τριάκοντα καὶ δύο βασιλεῖς συμβοηθοὶ αὐτοῦ. 17 Καὶ ἐξῆλθον ἄρχοντες παιδάρια τῶν χωρῶν ἐν πρώτοις· Καὶ ἀποστέλλουσι καὶ ἀπαγγέλλουσι τῷ βασιλεῖ Συρίας, λέγοντες, ἄνδρες ἐξεληλύθασιν ἐκ Σαμαρείας. 18 Καὶ εἶπεν αὐτοῖς, εἰ εἰς εἰρήνην ἐκπορεύονται, συλλαβεῖν αὐτοὺς ζῶντας· καὶ εἰ εἰς πόλεμον, ζῶντας συλλαβεῖν αὐτούς· 19 καὶ μὴ ἐξελθάτωσαν ἐκ τῆς πόλεως ἄρχοντα τὰ παιδάρια τῶν χωρῶν. Καὶ ἡ δύναμις ὀπίσω αὐτῶν 20 ἐπάταξεν ἕκαστος τὸν παρʼ αὐτοῦ· καὶ ἐδευτέρωσεν ἕκαστος τὸν παρʼ αὐτοῦ· καὶ ἔφυγε Συρία· καὶ κατεδίωξεν αὐτοὺς Ἰσραήλ· καὶ σῴζεται υἱὸς Ἄδερ βασιλεὺς Συρίας ἐφʼ ἵππου ἱππέως.

Esther 5:8

8 Εἰ εὗρον χάριν ἐνώπιον τοῦ βασιλέως, ἐλθάτω ὁ βασιλεὺς καὶ Ἀμὰν ἔτι τὴν αὔριον εἰς τὴν δοχὴν, ἣν ποιήσω αὐτοῖς, καὶ αὔριον ποιήσω τὰ αὐτά.

Esther 5:12-14

12 Καὶ εἶπεν Ἀμὰν, οὐ κέκληκεν ἡ βασίλισσα μετὰ τοῦ βασιλέως οὐδένα εἰς τὴν δοχὴν, ἀλλʼ ἢ ἐμέ, καὶ εἰς τὴν αὔριον κέκλημαι. 13 Καὶ ταῦτά μοι οὐκ ἀρέσκει, ὅταν ἴδω Μαρδοχαῖον τὸν Ἰουδαῖον ἐν τῇ αὐλῇ. 14 Καὶ εἶπε πρὸς αὐτὸν Ζωσάρα ἡ γυνὴ αὐτοῦ, καὶ οἱ φίλοι, κοπήτω σοι ξύλον πηχῶν πεντήκοντα, ὄρθρου δὲ εἰπὸν τῷ βασιλεῖ, καὶ κρεμασθήτω Μαρδοχαῖος ἐπὶ τοῦ ξύλου· σὺ δὲ εἴσελθε εἰς τὴ δοχὴν σὺν τῷ βασιλεῖ, καὶ εὐφραίνου· καὶ ἤρεσε τὸ ῥῆμα τῷ Ἀμὰν, καὶ ἡτοιμάσθη τὸ ξύλον.

Esther 7:1-2

1 Εἴσηλθε δὲ ὁ βασιλεὺς καὶ Ἀμὰν, συμπιεῖν τῇ βασιλίσσῃ. 2 Εἶπε δὲ ὁ βασιλεὺς Ἐσθὴρ τῇ δευτέρᾳ ἡμέρᾳ ἐν τῷ πότῳ, τί ἐστιν, Ἐσθὴρ βασίλισσα; καὶ τί τὸ αἴτημά σου; καὶ τί τὸ ἀξιωμά σου; καὶ ἔστω σοι ἕως ἡμίσους τῆς βασιλείας μου.

Esther 7:8-10

8 Ἐπέστρεψε δὲ ὁ βασιλεὺς ἐκ τοῦ κήπου. Ἀμὰν δὲ ἐπιπεπτώκει ἐπὶ τὴν κλίνην, ἀξιῶν τὴν βασίλισσαν· εἶπε δὲ ὁ βασιλεύς, ὥστε καὶ τὴν γυναῖκα βιάζῃ ἐν τῇ οἰκίᾳ μου; Ἀμὰν δὲ ἀκούσας διετράπη τῷ προσώπῳ. 9 Εἶπε δὲ Βουγαθὰν εἷς τῶν εὐνούχων πρὸς τὸν βασιλέα, ἰδοὺ καὶ ξύλον ἡτοίμασεν Ἀμὰν Μαρδοχαίῳ τῷ λαλήσαντι περὶ τοῦ βασιλέως, καὶ ὤρθωται ἐν τοῖς Ἀμὰν ξύλον πηχῶν πεντήκοντα· εἶπε δὲ ὁ βασιλεὺς, σταυρωθήτω ἐπʼ αὐτοῦ. 10 Καὶ ἐκρεμάσθη Ἀμὰν ἐπὶ τοῦ ξύλου ὃ ἡτοιμάσθη Μαρδοχαίῳ· καὶ τότε ὁ βασιλεὺς ἐκόπασε τοῦ θυμοῦ.

Isaiah 21:4

4 Ἡ καρδία μου πλανᾶται, καὶ ἡ ἀνομία με βαπτίζει, ἡ ψυχή μου ἐφέστηκεν εἰς φόβον.

Daniel 5:4-6

4 Ἔπινον οἶνον· καὶ ᾔνεσαν τοὺς θεοὺς τοὺς χρυσοῦς, καὶ ἀργυροῦς, καὶ χαλκοῦς, καὶ σιδηροῦς, καὶ ξυλίνους, καὶ λιθίνους.
5 Ἐν αὐτῇ τῇ ὥρᾳ ἐξῆλθον δάκτυλοι χειρὸς ἀνθρώπου, καὶ ἔγραφον κατέναντι τῆς λαμπάδος ἐπὶ τὸ κονίαμα τοῦ τοίχου τοῦ οἴκου τοῦ βασιλέως, καὶ ὁ βασιλεὺς ἐθεώρει τοὺς ἀστραγάλους τῆς χειρὸς τῆς γραφούσης. 6 Τότε τοῦ βασιλέως ἡ μορφὴ ἠλλοιώθη, καὶ οἱ διαλογισμοὶ αὐτοῦ συνετάρασσον αὐτὸν, καὶ οἱ σύνδεσμοι τῆς ὀσφύος αὐτοῦ διελύοντο, καὶ τὰ γόνατα αὐτοῦ συνεκροτοῦντο.

Amos 5:5

5 Καὶ μὴ ἐκζητεῖτε Βαιθὴλ, καὶ εἰς Γάλγαλα μὴ εἰσπορεύεσθε, καὶ ἐπὶ τὸ φρέαρ τοῦ ὅρκου μὴ διαβαίνετε, ὅτι Γάλγαλα αἰχμαλωτευομένη αἰχμαλωτευθήσεται, καὶ Βαιθὴλ ἔσται ὡς οὐχ ὑπάρχουσα.

Amos 5:27

27 Καὶ μετοικιῶ ὑμᾶς ἐπέκεινα Δαμασκοῦ, λέγει Κύριος· ὁ Θεὸς ὁ παντοκράτωρ ὄνομα αὐτῷ.

Amos 7:11

11 Διότι τάδε λέγει Ἀμὼς, ἐν ῥομφαίᾳ τελευτήσει Ἱεροβοὰμ, ὁ δὲ Ἰσραὴλ αἰχμάλωτος ἀχθήσεται ἀπὸ τῆς γῆς αὐτοῦ.

Amos 7:17

17 Διὰ τοῦτο τάδε λέγει Κύριος, ἡ γυνή σου ἐν τῇ πόλει πορνεύσει, καὶ οἱ υἱοί σου καὶ αἱ θυγατέρες σου ἐν ῥομφαίᾳ πεσοῦνται, καὶ ἡ γῆ σου ἐν σχοινίῳ καταμετρηθήσεται, καὶ σὺ ἐν γῇ ἀκαθάρτῳ τελευτήσεις, ὁ δὲ Ἰσραὴλ αἰχμάλωτος ἀχθήσεται ἀπὸ γῆς γῆς αὐτοῦ· οὕτωσ ἔδειξέ μοι Κύριος Κύριος.

Nahum 1:10

10 Ὅτι ἕως θεμελίου αὐτοῦ χερσωθήσεται· καὶ ὡς σμῖλαξ περιπλεκομένη βρωθήσεται, καὶ ὡς καλάμη ξηρασίας μεστή.

Cross Reference data is from OpenBible.info, retrieved June 28, 2010, and licensed under a Creative Commons Attribution License.