2 Samuel 20:11 Cross References - Brenton_Greek

11 Καὶ ἀνὴρ ἔστη ἐπʼ αὐτὸν τῶν παιδαρίων Ἰωὰβ, καὶ εἶπε, τίς ὁ βουλόμενος Ἰωὰβ, καὶ τίς τοῦ Δαυίδ, ὀπίσω Ἰωάβ;

2 Samuel 20:4

4 Καὶ εἶπεν ὁ βασιλεὺς πρὸς Ἀμεσσαῒ, βόησόν μοι τὸν ἄνδρα Ἰούδα τρεῖς ἡμέρας, σὺ δὲ αὐτοῦ στῆθι.

2 Samuel 20:6-7

6 Καὶ εἶπε Δαυὶδ πρὸς Ἀμεσσαῒ, νῦν κακοποιήσει ἡμᾶς Σαβεὲ υἱὸς Βοχορὶ ὑπὲρ Ἀβεσσαλώμ· καὶ νῦν σὺ λάβε μετὰ σεαυτοῦ τοὺς παῖδας τοῦ κυρίου σου, καὶ καταδίωξον ὀπίσω αὐτοῦ, μή ποτε ἑαυτῷ εὕρῃ πόλεις ὀχυρὰς, καὶ σκιάσει τοὺς ὀφθαλμοὺς ἡμῶν. 7 Καὶ ἐξῆλθον ὀπίσω αὐτοῦ Ἀμεσσαῒ καὶ οἱ ἄνδρες Ἰωὰβ, καὶ ὁ Χερεθὶ, καὶ ὁ Φελεθὶ, καὶ πάντες οἱ δυνατοὶ, καὶ ἐξῆλθον ἐξ Ἱερουσαλὴμ διῶξαι ὀπίσω Σαβεὲ υἱοῦ Βοχορί.

2 Samuel 20:13

13 Ἡνίκα δὲ ἔφθασεν ἐκ τῆς τρίβου, παρῆλθε πᾶς ἀνὴρ Ἰσραὴλ ὀπίσω Ἰωὰβ τοῦ διῶξαι ὀπίσω Σαβεὲ υἱοῦ Βοχορί.

2 Samuel 20:21

21 Οὐχ οὕτως ὁ λόγος, ὅτι ἀνὴρ ἐξ ὄρους Ἐφραὶμ, Σαβεὲ υἱὸς Βοχορὶ ὄνομα αὐτοῦ, καὶ ἐπῇρε τὴν χεῖρα αὐτοῦ ἐπὶ τὸν βασιλέα Δαυίδ· δότε αὐτόν μοι μόνον, καὶ ἀπελεύσομαι ἀπάνωθεν τῆς πόλεως. Καὶ εἶπεν ἡ γυνὴ πρὸς Ἰωὰβ, ἰδοὺ ἡ κεφαλὴ αὐτοῦ ριφήσεται πρὸς σὲ διὰ τοῦ τείχους.

2 Kings 9:32

32 Καὶ ἐπῆρε τὸ πρόσωπον αὐτοῦ εἰς τὴν θυρίδα, καὶ εἶδεν αὐτὴν, καὶ εἶπε, τίς εἶ σύ; κατάβηθι μετʼ ἐμοῦ· Καὶ κατέκυψαν πρὸς αὐτὸν δύο εὐνοῦχοι.

Cross Reference data is from OpenBible.info, retrieved June 28, 2010, and licensed under a Creative Commons Attribution License.