7 Καὶ ἰδοὺ ἐπανέστη ὅλη ἡ πατριὰ πρὸς τὴν δούλην σου, καὶ εἶπαν, δὸς τὸν παίσαντα τὸν ἀδελφὸν αὐτοῦ, καὶ θανατώσομεν αὐτὸν ἀντὶ τῆς ψυχῆς τοῦ ἀδελφοῦ αὐτοῦ οὗ ἀπέκτεινε, καὶ ἐξαροῦμεν καί γε τὸν κληρονόμον ὑμῶν· καὶ σβέσουσι τὸν ἄνθρακά μου τὸν καταλειφθέντα ὥστε μὴ θέσθαι τῷ ἀνδρί μου κατάλειμμα καὶ ὄνομα ἐπὶ προσώπου τῆς γῆς.
2 Samuel 14:7 Cross References - Brenton_Greek
Genesis 4:14
14 Εἰ ἐκβάλλεις με σήμερον ἀπὸ προσώπου τῆς γῆς, καὶ ἀπὸ τοῦ προσώπου σου κρυβήσομαι, καὶ ἔσομαι στένων καὶ τρέμων ἐπὶ τῆς γῆς, καὶ ἔσται πᾶς ὁ εὑρίσκων με, ἀποκτενεῖ με.
Genesis 27:45
45 ἕως τοῦ ἀποστρέψαι τὸν θυμὸν, καὶ τὴν ὀργὴν τοῦ ἀδελφοῦ σου ἀπὸ σοῦ, καὶ ἐπιλάθηται ἃ πεποίηκας αὐτῷ· καὶ ἀποστείλασα μεταπέμψομαί σε ἐκεῖθεν, μή ποτε ἀποτεκνωθῶ ἀπὸ τῶν δύο ὑμῶν ἐν ἡμέρᾳ μιᾷ.
Numbers 35:19
19 Ὁ ἀγχιστεύων τὸ αἷμα, οὗτος ἀποκτενεῖ τὸν φονεύσαντα· ὅταν συναντήσῃ αὐτῷ οὗτος, ἀποκτενεῖ αὐτόν.
Deuteronomy 19:12-13
Deuteronomy 25:6
6 Καὶ ἔσται τὸ παιδίον ὃ ἐὰν τέκῃ, κατασταθήσεται ἐκ τοῦ ὀνόματος τοῦ τετελευτηκότος, καὶ οὐκ ἐξαλειφθήσεται τὸ ὄνομα αὐτοῦ ἐξ Ἰσραήλ.
2 Samuel 12:17
17 Καὶ ἀνέστησαν ἐπʼ αὐτὸν οἱ πρεσβύτεροι τοῦ οἴκου αὐτοῦ ἐγεῖραι αὐτὸν ἀπὸ τῆς γῆς, καὶ οὐκ ἠθέλησε, καὶ οὐ συνέφαγεν αὐτοῖς ἄρτον.