20 Καὶ εἶπεν Ἑλισαιὲ, λάβετέ μοι ὑδρίσκην καινὴν, καὶ θέτε ἐκεῖ ἅλα· καὶ ἔλαβον, καὶ ἤνεγκαν πρὸς αὐτόν.
2 Kings 2:20 Cross References - Brenton_Greek
Judges 9:45
45 Καὶ Ἀβιμέλεχ παρετάσσετο ἐν τῇ πόλει ὅλην τὴν ἡμέραν ἐκείνην, καὶ κατελάβετο τὴν πόλιν, καὶ τὸν λαὸν τὸν ἐν αὐτῇ ἀπέκτεινε, καὶ τὴν πόλιν καθεῖλε, καὶ ἔσπειρεν αὐτὴν ἅλας.
Ezekiel 47:11
11 Καὶ ἐν τῇ διεκβολῇ αὐτοῦ, καὶ ἐν τῇ ἐπιστροφῇ αὐτοῦ, καὶ ἐν τῇ ὑπεράρσει αὐτοῦ, οὐ μὴ ὑγιάσωσιν, εἰς ἅλας δέδονται.
Zephaniah 2:9
9 Διατοῦτο ζῶ ἐγὼ, λέγει Κύριος τῶν δυνάμεων ὁ Θεὸς Ἰσραὴλ, διότι Μωὰβ ὡς Σόδομα ἔσται, καὶ υἱοὶ Ἀμμὼν ὡς Γόμοῤῥα, καὶ Δαμασκὸς ἐκλελειμμένη ὡς θιμωνία ἅλωνος, καὶ ἠφανισμένη εἰς τὸν αἰῶνα· καὶ οἱ κατάλοιποι λαοῦ μου διαρπῶνται αὐτοὺς, καὶ οἱ κατάλοιποι ἔθνους μου κληρονομήσουσιν αὐτούς.