2 Kings 23:9 Cross References - Brenton_Greek

9 Πλὴν οὐκ ἀνέβησαν οἱ ἱερεῖς τῶν ὑψηλῶν πρὸς τὸ θυσιαστήριον Κυρίου ἐν Ἱερουσαλὴμ, ὅτι εἰ μὴ ἔφαγον ἄζυμα ἐν μέσῳ τῶν ἀδελφῶν αὐτῶν.

1 Samuel 2:36

36 Καὶ ἔσται ὁ περισσεύων ἐν οἴκῳ σου, ἥξει προσκυνεῖν αὐτῷ ὀβολοῦ ἀργυρίου, λέγων, παράῤῥιψόν με ἐπὶ μίαν τῶν ἱερατειῶν σου φαγεῖν ἄρτον.

Ezekiel 44:10-14

10 Ἀλλʼ ἢ οἱ Λευῖται, οἵτινες ἀφήλαντο ἀπʼ ἐμοῦ ἐν τῷ πλανᾶσθαι τὸν Ἰσραὴλ ἀπʼ ἐμοῦ κατόπισθεν τῶν ἐνθυμημάτων αὐτῶν· καὶ λήψονται ἀδικίαν αὐτῶν, 11 καὶ ἔσονται ἐν τοῖς ἁγίοις μου λειτουργοῦντες, θυρωροὶ ἐπὶ τῶν πυλῶν τοῦ οἴκου, καὶ λειτουργοῦντες τῷ οἴκῳ· οὗτοι σφάξουσι τὰς θυσίας καὶ τὰ ὁλοκαυτώματα τῷ λαῷ, καὶ οὗτοι στήσονται ἐναντίον τοῦ λαοῦ, τοῦ λειτουργεῖν αὐτοῖς. 12 Ἀνθʼ ὧν ἐλειτούργουν αὐτοῖς πρὸ προσώπου τῶν εἰδώλων αὐτῶν· καὶ ἐγένετο τῷ οἴκῳ Ἰσραὴλ εἰς κόλασιν ἀδικίας· ἕνεκα τούτου ᾖρα τὴν χεῖρά μου ἐπʼ αὐτοὺς, λέγει Κύριος ὁ Θεὸς, 13 καὶ οὐκ ἐγγιοῦσι πρὸς μὲ τοῦ ἱερατεύειν μοι, οὐδὲ τοῦ προσάγειν πρὸς τὰ ἅγια υἱῶν τοῦ Ἰσραὴλ, οὐδὲ πρὸς τὰ ἅγια τῶν ἁγίων μου· καὶ λήψονται ἀτιμίαν αὐτῶν ἐν τῇ πλανήσει ᾗ ἐπλανήθησαν. 14 Κατατάξουσιν αὐτοὺς φυλάσσειν φυλακὰς τοῦ οἴκου εἰς πάντα τὰ ἔργα αὐτοῦ, καὶ εἰς πάντα ὅσα ἂν ποιήσωσιν.

Ezekiel 44:29-31

29 Καὶ τὰς θυσίας, καὶ τὰ ὑπὲρ ἁμαρτίας, καὶ τὰ ὑπὲρ ἀγνοίας, οὗτοι φάγονται· καὶ πᾶν ἀφόρισμα ἐν τῷ Ἰσραὴλ αὐτοῖς ἔσται, 30 ἀπαρχαὶ πάντων, καὶ τὰ πρωτότοκα πάντων, καὶ τὰ ἀφαιρέματα πάντα· ἐκ πάντων τῶν ἀπαρχῶν ὑμῶν, τοῖς ἱερεῦσιν ἔσται· καὶ τὰ πρωτογεννήματα ὑμῶν δώσετε τῷ ἱερεῖ, τοῦ θεῖναι εὐλογίας ὑμῶν ἐπὶ τοὺς οἴκους ὑμῶν. 31 Καὶ πᾶν θνησιμαῖον καὶ θηριάλωτον ἐκ τῶν πετεινῶν, καὶ ἐκ τῶν κτηνῶν, οὐ φάγονται οἱ ἱερεῖς.

Malachi 2:8-9

8 Ὑμεῖς δὲ ἐξεκλίνατε ἐκ τῆς ὁδοῦ, καὶ ἠσθενήσατε πολλοὺς ἐν νόμῳ, διεφθείρατε τὴν διαθήκην τοῦ Λευὶ, λέγει Κύριος παντοκράτωρ. 9 Κἀγὼ δέδωκα ὑμᾶς ἐξουδενουμένους καὶ ἀπεῤῥιμμένους εἰς πάντα τὰ ἔθνη, ἀνθʼ ὧν ὑμεῖς οὐκ ἐφυλάξασθε τὰς ὁδούς μου, ἀλλὰ ἐλαμβάνετε πρόσωπα ἐν νόμῳ.

Cross Reference data is from OpenBible.info, retrieved June 28, 2010, and licensed under a Creative Commons Attribution License.