2 Kings 16 Cross References - Brenton_Greek

1 Εν ἔτει ἑπτακαιδεκάτῳ Φακεὲ υἱοῦ Ῥομελίου ἐβασίλευσεν Ἄχαζ υἱὸς Ἰωάθαμ βασιλέως Ἰούδα. 2 Υἱὸς εἴκοσιν ἐτῶν ἦν Ἄχαζ ἐν τῷ βασιλεύειν αὐτὸν, καὶ ἑκκαίδεκα ἔτη ἐβασίλευσεν ἐν Ἱερουσαλήμ· καὶ οὐκ ἐποίησε τὸ εὐθὲς ἐν ὀφθαλμοῖς Κυρίου Θεοῦ αὐτοῦ πιστῶς, ὡς Δαυὶδ ὁ πατὴρ αὐτοῦ. 3 Καὶ ἐπορεύθη ἐν ὁδῷ βασιλέων Ἰσραὴλ, καί γε τὸν υἱὸν αὐτοῦ διῆγεν ἐν πυρὶ, κατὰ τὰ βδελύγματα τῶν ἐθνῶν ὧν ἐξῇρε Κύριος ἀπὸ προσώπου τῶν υἱῶν Ἰσραήλ. 4 Καὶ ἐθυσίαζε καὶ ἐθυμία ἐν τοῖς ὑψηλοῖς, καὶ ἐπὶ τῶν βουνῶν, καὶ ὑποκάτω παντὸς ξύλου ἀλσώδους.
5 Τότε ἀνέβη Ῥαασσὼν βασιλεὺς Συρίας καὶ Φακεὲ υἱὸς Ῥομελίου βασιλεὺς Ἰσραὴλ εἰς Ἱερουσαλὴμ εἰς πόλεμον, καὶ ἐπολιόρκουν ἐπὶ Ἄχαζ, καὶ οὐκ ἠδύναντο πολεμεῖν. 6 Ἐν τῷ καιρῷ ἐκείνῳ ἐπέστρεψε Ῥαασσὼν βασιλεὺς Συρίας τὴν Αἰλὰθ τῇ Συρίᾳ, καὶ ἐξέβαλε τοὺς Ἰουδαίους ἐξ Αἰλὰθ, καὶ Ἰδουμαῖοι ἦλθον εἰς Αἰλὰθ, καὶ κατῴκησαν ἐκεῖ ἕως τῆς ἡμέρας ταύτης. 7 Καὶ ἀπέστειλεν Ἄχαζ ἀγγέλους πρὸς Θαγλαθφελλασὰρ βασιλέα Ἀσσυρίων, λέγων, δοῦλός σου καὶ υἱός σου ἐγώ, ἀνάβηθι, σῶσόν με ἐκ χειρὸς βασιλέως Συρίας, καὶ ἐκ χειρὸς βασιλέως Ἰσραὴλ, τῶν ἐπανισταμένων ἐπʼ ἐμέ. 8 Καὶ ἔλαβεν Ἄχαζ ἀργύριον καὶ χρυσίον τὸ εὑρεθὲν ἐν θησαυροῖς οἴκου Κυρίου καὶ οἴκου βασιλέως, καὶ ἀπέστειλε τῷ βασιλεῖ δῶρα. 9 Καὶ ἤκουσεν αὐτοῦ βασιλεὺς Ἀσσυρίων· καὶ ἀνέβη βασιλεὺς Ἀσσυρίων εἰς Δαμασκὸν, καὶ συνέλαβεν αὐτὴν, καὶ ἀπῴκισεν αὐτὴν, καὶ τὸν Ῥαασσὼν βασιλέα ἐθανάτωσε.
10 Καὶ ἐπορεύθη βασιλεὺς Ἄχαζ εἰς Δαμασκὸν εἰς ἀπαντὴν Θαγλαθφελλασὰρ βασιλεῖ Ἀσσυρίων εἰς Δαμασκόν· καὶ εἶδε τὸ θυσιαστήριον ἐν Δαμασκῶ· καὶ ἀπέστειλεν ὁ βασιλεὺς Ἄχαζ πρὸς Οὐρίαν τὸν ἱερέα τὸ ὁμοίωμα τοῦ θυσιαστηρίου καὶ τὸν ῥυθμὸν αὐτοῦ καὶ πᾶσαν ποίησιν αὐτοῦ. 11 Καὶ ᾠκοδόμησεν Οὐρίας ὁ ἱερεὺς τὸ θυσιαστήριον, κατὰ πάντα ὅσα ἀπέστειλεν ὁ βασιλεὺς Ἄχαζ ἐκ Δαμασκοῦ.
12 Καὶ εἶδεν ὁ βασιλεὺς τὸ θυσιαστήριον, καὶ ἀνέβη ἐπʼ αὐτὸ, 13 καὶ ἐθυμίασε τὴν ὁλοκαύτωσιν αὐτοῦ, καὶ τὴν θυσίαν αὐτοῦ, καὶ τὴν σπονδὴν αὐτοῦ, καὶ προσέχεε τὸ αἷμα τῶν εἰρηνικῶν τῶν αὐτοῦ ἐπὶ τὸ θυσιαστήριον 14 τὸ χαλκοῦν τὸ ἀπέναντι Κυρίου· καὶ προσήγαγε τὸ πρόσωπον τοῦ οἴκου Κυρίου ἀπὸ τοῦ ἀναμέσον τοῦ θυσιαστηρίου καὶ ἀπὸ τοῦ ἀναμέσον τοῦ οἴκου Κυρίου· καὶ ἔδειξεν αὐτὸ ἐπὶ μηρὸν τοῦ θυσιαστηρίου κατὰ βοῤῥᾶν. 15 Καὶ ἐνετείλατο ὁ βασιλεὺς Ἄχαζ τῷ Οὐρίᾳ τῷ ἱερεῖ, λέγων, ἐπὶ τὸ θυσιαστήριον τὸ μέγα πρόσφερε τὴν ὁλοκαύτωσιν τὴν πρωϊνὴν καὶ τὴν θυσίαν τὴν ἑσπερινὴν, καὶ τὴν ὁλοκαύτωσιν τοῦ βασιλέως καὶ τὴν θυσίαν αὐτοῦ, καὶ τὴν ὁλοκαύτωσιν παντὸς τοῦ λαοῦ, καὶ τὴν θυσίαν αὐτῶν καὶ τὴν σπονδὴν αὐτῶν, καὶ πᾶν αἷμα ὁλοκαυτώσεως, καὶ πᾶν αἷμα θυσίας ἐπʼ αὐτῷ ἐκχεεῖς· καὶ τὸ θυσιαστήριον τὸ χαλκοῦν ἔσται μοι εἰς τοπρωΐ. 16 Καὶ ἐποίησεν Οὐρίας ὁ ἱερεὺς κατὰ πάντα ὅσα ἐνετείλατο αὐτῷ ὁ βασιλεὺς Ἄχαζ. 17 Καὶ συνέκοψεν ὁ βασιλεὺς Ἄχαζ τὰ συγκλείσματα τῶν μεχωνὼθ, καὶ μετῇρεν ἀπʼ αὐτῶν τὸν λουτῆρα, καὶ τὴν θάλασσαν καθεῖλεν ἀπὸ τῶν βοῶν τῶν χαλκῶν τῶν ὑποκάτω αὐτῆς, καὶ ἔδωκεν αὐτὴν ἐπὶ βάσιν λιθίνην. 18 Καὶ τὸν θεμέλιον τῆς καθέδρας ᾠκοδόμησεν ἐν οἴκῳ Κυρίου, καὶ τὴν εἴσοδον τοῦ βασιλέως τὴν ἔξω ἐπέστρεψεν ἐν οἴκῳ Κυρίου ἀπὸ προσώπου βασιλέως Ἀσσυρίων.
19 Καὶ τὰ λοιπὰ τῶν λόγων Ἄχαζ ὅσα ἐποίησεν, οὐχὶ ταῦτα γεγραμμένα ἐπὶ βιβλίῳ λόγων τῶν ἡμερῶν τοῖς βασιλεῦσιν Ἰούδα; 20 Καὶ ἐκοιμήθη Ἄχαζ μετὰ τῶν πατέρων αὐτοῦ, καὶ ἐτάφη ἐν πόλει Δαυὶδ, καὶ ἐβασίλευσεν Ἐζεκίας υἱὸς αὐτοῦ ἀντʼ αὐτοῦ.

2 Kings 15:27-30

27 Ἐν ἔτει πεντηκοστῷ καὶ δευτέρῳ τοῦ Ἀζαρίου βασιλεῖ Ἰούδα ἐβασίλευσε Φακεὲ υἱὸς Ῥομελίου ἐπὶ Ἰσραὴλ ἐν Σαμαρείᾳ εἴκοσιν ἔτη. 28 Καὶ ἐποίησε τὸ πονηρὸν ἐν ὀφθαλμοῖς Κυρίου, οὐκ ἀπέστη ἀπὸ πασῶν ἁμαρτιῶν Ἱεροβοὰμ υἱοῦ Ναβὰτ ὃς ἐξήμαρτε τὸν Ἰσραήλ. 29 Ἐν ταῖς ἡμέραις Φακεὲ βασιλέως Ἰσραὴλ ἦλθε Θαγλαθφελλασὰρ βασιλεὺς Ἀσσυρίων, καὶ ἔλαβε τὴν Αἲν καὶ τὴν Ἀβὲλ καὶ τὴν Θαμααχὰ καὶ τὴν Ἀνιὼχ καὶ τὴν Κενὲζ καὶ τὴν Ἀσὼρ καὶ τὴν Γαλαὰν καὶ τὴν Γαλιλαίαν, πᾶσαν γῆν Νεφθαλὶ, καὶ ἀπῴκισεν αὐτοὺς εἰς Ἀσσυρίους. 30 Καὶ συνέστρεψε σύστρεμμα Ὡσηὲ υἱὸς Ἠλὰ ἐπὶ Φακεὲ υἱὸν Ῥομελίου, καὶ ἐπάταξεν αὐτὸν, καὶ ἐθανάτωσε, καὶ ἐβασίλευσεν ἀντʼ αὐτοῦ, ἐν ἔτει εἰκοστῷ Ἰωάθαμ υἱοῦ Ἀζαρίου.

2 Kings 15:32-33

32 Ἐν ἔτει δευτέρῳ Φακεὲ υἱοῦ Ῥομελίου βασιλεῖ Ἰσραὴλ ἐβασίλευσεν Ἰωάθαμ υἱὸς Ἀζαρίου βασιλέως Ἰούδα. 33 Υἱὸς εἴκοσι καὶ πέντε ἐτῶν ἦν ἐν τῷ βασιλεύειν αὐτὸν, καὶ ἑκκαίδεκα ἔτη ἐβασίλευσεν ἐν Ἱερουσαλὴμ, καὶ ὄνομα τῆς μητρὸς αὐτοῦ Ἱερουσὰ θυγάτηρ Σαδώκ.

2 Kings 15:38

38 Καὶ ἐκοιμήθη Ἰωάθαμ μετὰ τῶν πατέρων αὐτοῦ, καὶ ἐτάφη μετὰ τῶν πατέρων αὐτοῦ ἐν πόλει Δαυὶδ τοῦ πατρὸς αὐτοῦ· καὶ ἐβασίλευσεν Ἄχαζ υἱὸς αὐτοῦ ἀντʼ αὐτοῦ.

2 Chronicles 28:1-4

1 Υἱὸς εἴκοσι καὶ πέντε ἐτῶν ἦν Ἄχαζ ἐν τῷ βασιλεύειν αὐτὸν, καὶ ἑκκαίδεκα ἔτη ἐβασίλευσεν ἐν Ἱερουσαλήμ· καὶ οὐκ ἐποίησε τὸ εὐθὲς ἐνώπιον Κυρίου, ὡς Δαυὶδ ὁ πατὴρ αὐτοῦ. 2 Καὶ ἐπορεύθη κατὰ τὰς ὁδοὺς βασιλέων Ἰσραήλ· καὶ γὰρ γλυπτὰ ἐποίησε, 3 καὶ τοῖς εἰδώλοις αὐτῶν καὶ ἔθυεν ἐν Βενεννὸμ· καὶ διῆγε τὰ τέκνα αὐτοῦ διὰ πυρὸς κατὰ τὰ βδελύγματα τῶν ἐθνῶν, ὧν ἐξωλόθρευσε Κύριος ἀπὸ προσώπου υἱῶν Ἰσραήλ. 4 Καὶ ἐθυμία ἐπὶ τῶν ὑψηλῶν, καὶ ἐπὶ τῶν δωμάτων, καὶ ὑποκάτω παντὸς ξύλου ἀλσώδους.

Isaiah 1:1

1 ὍΡΑΣΙΣ ἣν εἶδεν Ἡσαΐας υἱὸς Ἀμὼς, ἣν εἶδε κατὰ τῆς Ἰουδαίας καὶ κατὰ Ἱερουσαλὴμ, ἐν βασιλεία Ὀζίου, καὶ Ἰωάθαμ, καὶ Ἄχαζ, καὶ Ἐζεκίου, οἵ ἐβασίλευσαν τῆς Ἰουδαίας.

Isaiah 7:1

1 Καὶ ἐγένετο ἐν ταῖς ἡμέραις Ἄχαζ τοῦ Ἰωάθαμ τοῦ υἱοῦ Ὀζίου βασιλέως Ἰούδα, ἀνέβη Ῥασεὶμ βασιλεὺς Ἀρὰμ, καὶ Φακεὲ υἱὸς Ῥομελίου βασιλεὺς Ἰσραὴλ ἐπὶ Ἱερουσαλὴμ πολεμῆσαι αὐτὴν, καὶ οὐκ ἠδυνήθησαν πολιορκῆσαι αὐτήν.

Hosea 1:1

1 ΛΟΓΟΣ Κυρίου, ὃς ἐγενήθη πρὸς Ὡσηὲ τὸν τοῦ Βεηρεὶ, ἐν ἡμέραις Ὀζίου, καὶ Ἰωάθαμ, καὶ Ἄχαζ, καὶ Ἐζεκίου βασιλέων Ἰούδα, καὶ ἐν ἡμέραις Ἱεροβοὰμ υἱοῦ Ἰωὰς βασιλέως Ἰσραήλ.

Micah 1:1

1 ΚΑΙ ἐγένετο λόγος Κυρίου πρὸς Μιχαίαν τὸν τοῦ Μωρασθεὶ, ἐν ἡμέραις Ἰωάθαμ, καὶ Ἄχαζ, καὶ Ἐζεκίου βασιλέων Ἰούδα, ὑπὲρ ὧν εἶδε περὶ Σαμαρείας καὶ περὶ Ἱερουσαλήμ.

1 Kings 3:14

14 Καὶ ἐὰν πορευθῇς ἐν τῇ ὁδῷ μου φυλάσσειν τὰς ἐντολάς μου καὶ τὰ προστάγματά μου, ὡς ἐπορεύθη Δαυὶδ ὁ πατήρ σου, καὶ πληθυνῶ τὰς ἡμέρας σου.

1 Kings 9:4

4 Καὶ σὺ ἐὰν πορευθῇς ἐνώπιον ἐμοῦ, καθὼς ἐπορεύθη Δαυὶδ ὁ πατήρ σου, ἐν ὁσιότητι καρδίας καὶ ἐν εὐθύτητι, καὶ τοῦ ποιεῖν κατὰ πάντα ἃ ἐνετειλάμην αὐτῷ, καὶ τὰ προστάγματά μου καὶ τὰς ἐντολάς μου φυλάξῃς,

1 Kings 11:4-8

4 Καὶ ἐξέκλιναν γυναῖκες αἱ ἀλλότριαι τὴν καρδίαν αὐτοῦ ὀπίσω θεῶν αὐτῶν. 5 Τότε ᾠκοδόμησε Σαλωμὼν ὑψηλὸν τῷ Χαμὼς εἰδώλῳ Μωὰβ, καὶ τῷ βασιλεῖ αὐτῶν εἰδώλῳ υἱῶν Ἀμμὼν, 6 καὶ τῇ Ἀστάρτῃ βδελύγματι Σιδωνίων. 7 Καὶ οὕτως ἐποίησε πάσαις ταῖς γυναιξὶν αὐτοῦ ταῖς ἀλλοτρίαις, αἳ ἐθυμίων καὶ ἔθυον τοῖς εἰδώλοις αὐτῶν, 8 καὶ ἐποίησε Σαλωμὼν τὸ πονηρὸν ἐνώπιον Κυρίου· οὐκ ἐπορεύθη ὀπίσω Κυρίου, ὡς Δαυὶδ ὁ πατὴρ αὐτοῦ.

1 Kings 15:3

3 Καὶ ἐπορεύθη ἐν ταῖς ἁμαρτίαις τοῦ πατρὸς αὐτοῦ αἷς ἐποίησεν ἐνώπιον αὐτοῦ, καὶ οὐκ ἦν ἡ καρδία αὐτοῦ τελεία μετὰ Κυρίου Θεοῦ αὐτοῦ, ὡς ἡ καρδία τοῦ πατρὸς αὐτοῦ.

2 Kings 14:3

3 Καὶ ἐποίησε τὸ εὐθὲς ἐν ὀφθαλμοῖς Κυρίου, πλὴν οὐχ ὡς Δαυὶδ ὁ πατὴρ αὐτοῦ· κατὰ πάντα ὅσα ἐποίησεν Ἰωὰς ὁ πατὴρ αὐτοῦ ἐποίησε.

2 Kings 15:3

3 Καὶ ἐποίησε τὸ εὐθὲς ἐν ὀφθαλμοῖς Κυρίου, κατὰ πάντα ὅσα ἐποίησεν Ἀμεσσίας ὁ πατὴρ αὐτοῦ.

2 Kings 15:34

34 Καὶ ἐποίησε τὸ εὐθὲς ἐν ὀφθαλμοῖς Κυρίου, κατὰ πάντα ὅσα ἐποίησεν Ἀζαρίας ὁ πατὴρ αὐτοῦ.

2 Kings 18:3

3 Καὶ ἐποίησε τὸ εὐθὲς ἐν ὀφθαλμοῖς Κυρίου κατὰ πάντα ὅσα ἐποίησε Δαυὶδ ὁ πατὴρ αὐτοῦ.

2 Kings 22:2

2 Καὶ ἐποίησε τὸ εὐθὲς ἐν ὀφθαλμοῖς Κυρίου, καὶ ἐπορεύθη ἐν πάσῃ ὁδῷ Δαυὶδ τοῦ πατρὸς αὐτοῦ, οὐκ ἀπέστη δεξιὰ καὶ ἀριστερά.

2 Chronicles 17:3

3 Καὶ ἐγένετο Κύριος μετὰ Ἰωσαφὰτ, ὅτι ἐπορεύθη ἐν ὁδοῖς τοῦ πατρὸς αὐτοῦ ταῖς πρώταις, καὶ οὐκ ἐξεζήτησε τὰ εἴδωλα,

2 Chronicles 29:2

2 Καὶ ἐποίησε τὸ εὐθὲς ἐνώπιον Κυρίου κατὰ πάντα, ὅσα ἐποίησε Δαυὶδ ὁ πατὴρ αὐτοῦ.

2 Chronicles 34:2-3

2 Καὶ ἐποίησε τὸ εὐθὲς ἐναντίον Κυρίου, καὶ ἐπορεύθη ἐν ὁδοῖς Δαυὶδ τοῦ πατρὸς αὐτοῦ, καὶ οὐκ ἐξέκλινε δεξιὰ καὶ ἀριστερά. 3 Καὶ ἐν τῷ ὀγδόῳ ἔτει τῆς βασιλείας αὐτοῦ, ʼκαὶ αὐτὸς ἔτι παιδάριονʼ ἤρξατο τοῦ ζητῆσαι Κύριον τὸν Θεὸν Δαυὶδ τοῦ πατρὸς αὐτοῦ· καὶ ἐν τῷ δωδεκάτῳ ἔτει τῆς βασιλείας αὐτοῦ ἤρξατο τοῦ καθαρίσαι τὸν Ἰούδαν καὶ τὴν Ἱερουσαλὴμ ἀπὸ τῶν ὑψηλῶν, καὶ τῶν ἄλσεων, καὶ ἀπὸ τῶν περιβωμίων, καὶ ἀπὸ τῶν χωνευτῶν.

Leviticus 18:21

21 Καὶ ἀπὸ τοῦ σπέρματός σου οὐ δώσεις λατρεύειν ἄρχοντι· καὶ οὐ βεβηλώσεις τὸ ὄνομα τὸ ἅγιον· ἐγὼ Κύριος.

Leviticus 20:2

2 καὶ τοῖς υἱοῖς Ἰσραὴλ λαλήσεις, ἐάν τις ἀπὸ τῶν υἱῶν Ἰσραὴλ, ἢ ἀπὸ τῶν γεγενημένων προσηλύτων ἐν Ἰσραὴλ, ὃς ἂν δῷ τοῦ σπέρματος αὐτοῦ ἄρχοντι, θανάτῳ θανατούσθω· τὸ ἔθνος τὸ ἐπὶ τῆς γῆς λιθοβολήσουσιν αὐτὸν ἐν λίθοις.

Deuteronomy 12:31

31 Οὐ ποιήσεις οὕτω τῷ Θεῷ σου· τὰ γὰρ βδελύγματα Κυρίου ἃ ἐμίσησεν, ἐποίησαν ἐν τοῖς θεοῖς αὐτῶν, ὅτι τοὺς υἱοὺς αὐτῶν, καὶ τὰς θυγατέρας αὐτῶν κατακαίουσιν ἐν πυρὶ τοῖς θεοῖς αὐτῶν.

Deuteronomy 18:10

10 Οὐχ εὑρεθήσεται ἐν σοὶ περικαθαίρων τὸν υἱὸν αὐτοῦ ἢ τὴν θυγατέρα αὐτοῦ ἐν πυρὶ, μαντευόμενος μαντείαν, κληδονιζόμενος, καὶ οἰωνιζόμενος,

1 Kings 12:28-30

28 Καὶ ἐβουλεύσατο ὁ βασιλεὺς, καὶ ἐπορεύθη, καὶ ἐποίησε δύο δαμάλεις χρυσᾶς, καὶ εἶπε πρὸς τὸν λαὸν, ἱκανούσθω ὑμῖν ἀναβαίνειν εἰς Ἱερουσαλήμ· ἰδοὺ θεοί σου Ἰσραὴλ οἱ ἀναγαγόντες σε ἐκ γῆς Αἰγύπτου. 29 Καὶ ἔθετο τὴν μίαν ἐν Βαιθὴλ, καὶ τὴν μίαν ἔδωκεν ἐν Δάν. 30 Καὶ ἐγένετο ὁ λόγος οὗτος εἰς ἁμαρτίαν· καὶ ἐπορεύετο ὁ λαὸς πρὸ προσώπου τῆς μιᾶς ἕως Δὰν, καὶ εἴασαν τὸν οἶκον Κυρίου.

1 Kings 14:24

24 Καὶ σύνδεσμος ἐγενήθη ἐν τῇ γῇ, καὶ ἐποίησαν ἀπὸ πάντων τῶν βδελυγμάτων τῶν ἐθνῶν ὧν ἐξῇρε Κύριος ἀπὸ προσώπου υἱῶν Ἰσραήλ.

1 Kings 16:31-33

31 Καὶ οὐκ ἦν αὐτῷ ἱκανὸν τοῦ πορεύεσθαι ἐν ταῖς ἁμαρτίαις Ἱεροβοὰμ υἱοῦ Ναβὰτ, καὶ ἔλαβε γυναῖκα τὴν Ἰεζάβελ θυγατέρα Ἰεθεβαὰλ βασιλέως Σιδωνίων· καὶ ἐπορεύθη καὶ ἐδούλευσε τῷ Βάαλ, καὶ προσεκύνησεν αὐτῷ. 32 Καὶ ἔστησε θυσιαστήριον τῷ Βάαλ ἐν οἴκῳ τῶν προσοχθισμάτων αὐτοῦ, ὃν ᾠκοδόμησεν ἐν Σαμαρείᾳ. 33 Καὶ ἐποίησεν Ἀχαὰβ ἄλσος· καὶ προσέθεκεν Ἀχαὰβ τοῦ ποιῆσαι παροργίσματα, τοῦ παροργίσαι τὸν Κύριον Θεὸν τοῦ Ἰσραὴλ, καὶ τὴν ψυχὴν αὐτοῦ τοῦ ἐξολοθρευθῆναι, ἐκακοποίησεν ὑπὲρ πάντας τοὺς βασιλεῖς Ἰσραὴλ τοὺς γενομένους ἔμπροσθεν αὐτοῦ.

1 Kings 21:25-26

25 Πλὴν ματαίως Ἀχαὰβ, ὃς ἐπράθη ποιῆσαι τὸ πονηρὸν ἐνώπιον Κυρίου, ὡς μετέθηκεν αὐτὸν Ἰεζάβελ ἡ γυνὴ αὐτοῦ. 26 Καὶ ἐβδελύχθη σφόδρα πορεύεσθαι ὀπίσω τῶν βδελυγμάτων, κατὰ πάντα ἃ ἐποίησεν ὁ Ἀμοῤῥαῖος, ὃν ἐξωλόθρευσε Κύριος ἀπὸ προσώπου υἱῶν Ἰσραήλ.

1 Kings 22:52-53

52 53 Καὶ ἐποίησε τὸ πονηρὸν ἐναντίον Κυρίου, καὶ ἐπορεύθη ἐν ὁδῷ Ἀχαὰβ τοῦ πατρὸς αὐτοῦ καὶ ἐν ὁδῷ Ἰεζάβελ τῆς μητρὸς αὐτοῦ, καὶ ἐν ταῖς ἁμαρτίαις οἴκου Ἱεροβοὰμ υἱοῦ Ναβὰτ ὃς ἐξήμαρτε τὸν Ἰσραήλ· 53 54 Καὶ ἐδούλευσε τοῖς Βααλὶμ καὶ προσεκύνησεν αὐτοῖς, καὶ παρώργισε τὸν Κύριον Θεὸν Ἰσραὴλ, κατὰ πάντα τὰ γενόμενα ἔμπροσθεν αὐτοῦ.

2 Kings 8:18

18 Καὶ ἐπορεύθη ἐν ὁδῷ βασιλέων Ἰσραὴλ καθὼς ἐποίησεν οἶκος Ἀχαὰβ, ὅτι θυγάτηρ Ἀχαὰβ ἦν αὐτῷ εἰς γυναῖκα, καὶ ἐποίησε τὸ πονηρὸν ἐνώπιον Κυρίου.

2 Kings 17:17

17 Καὶ διῆγον τοὺς υἱοὺς αὐτῶν καὶ τὰς θυγατέρας αὐτῶν ἐν πυρὶ, καὶ ἐμαντεύοντο μαντείας, καὶ οἰωνίζοντο· καὶ ἐπράθησαν τοῦ ποιῆσαι τὸ πονηρὸν ἐν ὀφθαλμοῖς Κυρίου παροργίσαι αὐτόν.

2 Kings 21:2

2 Καὶ ἐποίησε τὸ πονηρὸν ἐν ὀφθαλμοῖς Κυρίου, κατὰ τὰ βδελύγματα τῶν ἐθνῶν ὧν ἐξῇρε Κύριος ἀπὸ προσώπου τῶν υἱῶν Ἰσραήλ.

2 Kings 21:6

6 Καὶ διῆγε τοὺς υἱοὺς αὐτοῦ ἐν πυρὶ, καὶ ἐκληδονίζετο καὶ οἰωνίζετο, καὶ ἐποίησε τεμένη, καὶ γνώστας ἐπλήθυνε τοῦ ποιεῖν τὸ πονηρὸν ἐν ὀφθαλμοῖς Κυρίου παροργίσαι αὐτόν.

2 Kings 21:11

11 ἀνθʼ ὧν ὅσα ἐποίησε Μανασσῆς ὁ βασιλεὺς Ἰούδα τὰ βδελύγματα ταῦτα τὰ πονηρὰ ἀπὸ πάντων ὧν ἐποίησεν ὁ Ἀμοῤῥαῖος ὁ ἔμπροσθεν, καὶ ἐξήμαρτε καί γε τὸν Ἰούδαν ἐν τοῖς εἰδώλοις αὐτῶν,

2 Kings 23:10

10 Καὶ ἐμίανε τὸν Ταφὲθ τὸν ἐν φάραγγι υἱοῦ Ἐννὸμ, τοῦ διαγαγεῖν ἄνδρα τὸν υἱὸν αὐτοῦ καὶ ἄνδρα τὴν θυγατέρα αὐτοῦ τῷ Μολὸχ ἐν πυρί.

2 Chronicles 22:3

3 Καὶ οὗτος ἐπορεύθη ἐν ὁδῷ οἴκου Ἀχαὰβ, ὅτι μήτηρ αὐτοῦ ἦν σύμβουλος τοῦ ἁμαρτάνειν.

2 Chronicles 33:2

2 Καὶ ἐποίησε τὸ πονηρὸν ἐναντίον Κυρίου ἀπὸ πάντων τῶν βδελυγμάτων τῶν ἐθνῶν, οὓς ἐξωλόθρευσε Κύριος ἀπὸ προσώπου τῶν υἱῶν Ἰσραήλ.

2 Chronicles 33:6

6 Καὶ αὐτὸς διήγαγε τὰ τέκνα αὐτοῦ ἐν πυρὶ ἐν γὲ Βενεννόμ· καὶ ἐκληδονίζετο, καὶ οἰωνίζετο, καὶ ἐφαρμακεύετο, καὶ ἐποίησεν ἐγγαστριμύθους καὶ ἐπᾳοιδοὺς, καὶ ἐπλήθυνε τοῦ ποιῆσαι τὸ πονηρὸν ἐναντίον Κυρίου τοῦ παροργίσαι αὐτόν.

Psalms 106:35

35 Καὶ ἐμίγησαν ἐν τοῖς ἔθνεσι, καὶ ἔμαθον τὰ ἔργα αὐτῶν.

Psalms 106:37-38

37 Καὶ ἔθυσαν τοὺς υἱοὺς αὐτῶν καὶ τὰς θυγατέρας αὐτῶν τοῖς δαιμονίοις, 38 καὶ ἐξέχεαν αἷμα ἀθῷον, αἷμα υἱῶν αὐτῶν καὶ θυγατέρων, ὧν ἔθυσαν τοῖς γλυπτοῖς Χαναὰν· καὶ ἐφονοκτονήθη ἡ γῆ ἐν τοῖς αἵμασι,

Jeremiah 32:35

35 Καὶ ᾠκοδόμησαν τοὺς βωμοὺς τῇ Βάαλ τοὺς ἐν φάραγγι υἱοῦ Ἐννὸμ, τοῦ ἀναφέρειν τοὺς υἱοὺς αὐτῶν καὶ τὰς θυγατέρας αὐτῶν τῷ Μολὸχ βασιλεῖ, ἃ οὐ συνέταξα αὐτοῖς, καὶ οὐκ ἀνέβη ἐπὶ καρδίαν μου τοῦ ποιῆσαι τὸ βδέλυγμα τοῦτο, πρὸς τὸ ἐφαμαρτεῖν τὸν Ἰούδαν.

Ezekiel 16:21

21 καὶ ἔσφαξας τὰ τέκνα σου, καὶ ἔδωκας αὐτὰ ἐν τῷ ἀποτροπιάζεσθαί σε αὐτὰ αὐτοῖς.

Ezekiel 16:47

47 Καὶ οὐδʼ ὧς ἐν ταῖς ὁδοῖς αὐτῶν ἐπορεύθης, οὐδὲ κατὰ τὰς ἀνομίας αὐτῶν ἐποίησας παρὰ μικρὸν, καὶ ὑπέρκεισαι αὐτὰς ἐν πάσαις ταῖς ὁδοῖς σου.

Ezekiel 20:26

26 Καὶ μιανῶ αὐτοὺς ἐν τοῖς δόμασιν αὐτῶν, ἐν τῷ διαπορεύεσθαί με πᾶν διανοῖγον μήτραν, ὅπως ἀφανίσω αὐτούς.

Ezekiel 20:31

31 καὶ ἐν ταῖς ἀπαρχαῖς τῶν δομάτων ὑμῶν, ἐν τοῖς ἀφορισμοῖς ὑμεῖς μιαίνεσθε ἐν πᾶσι τοῖς ἐνθυμήμασιν ὑμῶν ἕως τῆς σήμερον ἡμέρας, καὶ ἐγὼ ἀποκριθῶ ὑμῖν οἶκος τοῦ Ἰσραήλ; ζῶ ἐγὼ, λέγει Κύριος, εἰ ἀποκριθήσομαι ὑμῖν, καὶ εἰ ἀναβήσεται ἐπὶ τὸ πνεῦμα ὑμῶν τοῦτο.

Deuteronomy 12:2

2 Ἀπωλείᾳ ἀπολεῖτε πάντας τοὺς τόπους ἐν οἷς ἐλάτρευσαν ἐκεῖ τοῖς θεοῖς αὐτῶν, οὓς ὑμεῖς κληρονομεῖτε αὐτοὺς, ἐπὶ τῶν ὀρέων τῶν ὑψηλῶν, καὶ ἐπὶ τῶν θινῶν, καὶ ὑποκάτω δένδρου δασέος.

1 Kings 14:23

23 Καὶ ᾠκοδόμησαν ἑαυτοῖς ὑψηλὰ καὶ στήλας καὶ ἄλση ἐπὶ πάντα βουνὸν ὑψηλὸν, καὶ ὑποκάτω παντὸς ξύλου συσκίου.

2 Kings 14:4

4 Πλὴν τὰ ὑψηλὰ οὐκ ἐξῇρεν· ἔτι ὁ λαὸς ἐθυσίαζε καὶ ἐθυμίων ἐν τοῖς ὑψηλοῖς.

Isaiah 57:5-7

5 Οἱ παρακαλοῦντες εἴδωλα ὑπὸ δένδρα δασέα, σφάζοντες τὰ τέκνα αὐτῶν ἐν ταῖς φάραγξιν ἀναμέσον τῶν πετρῶν. 6 Ἐκείνη σου ἡ μερίς, οὗτός σου ὁ κλῆρος, κἀκείνοις ἐξέχεας σπονδὰς, καὶ τούτοις ἀνήνεγκας θυσίας· ἐπὶ τούτοις οὖν οὐκ ὀργισθήσομαι;
7 Ἐπʼ ὄρος ὑψηλὸν καὶ μετέωρον, ἐκεῖ σου ἡ κοίτη, καὶ ἐκεῖ ἀνεβίβασας θυσίας σου,

Isaiah 65:4

4 Ἐν τοῖς μνήμασι, καὶ ἐν τοῖς σπηλαίοις κοιμῶνται διὰ ἐνύπνια, οἱ ἔσθοντες κρέας ὕειον, καὶ ζωμὸν θυσιῶν, μεμολυμμένα πάντα τὰ σκεύη αὐτῶν,

Isaiah 66:17

17 Οἱ ἁγνιζόμενοι καὶ καθαριζόμενοι εἰς τοὺς κήπους, καὶ ἐν τοῖς προθύροις ἔσθοντες κρέας ὕειον, καὶ τὰ βδελύγματα, καὶ τὸν μῦν, ἐπιτοαυτὸ ἀναλωθήσονται, εἶπε Κύριος.

Jeremiah 17:2

2

Ezekiel 20:28-29

28 Καὶ εἰσήγαγον αὐτοὺς εἰς τὴν γῆν ἣν ᾖρα τὴν χεῖρά μου τοῦ δοῦναι αὐτὴν αὐτοῖς· καὶ εἶδον πάντα βουνὸν ὑψηλὸν, καὶ πᾶν ξύλον κατάσκιον, καὶ ἔθυσαν ἐκεῖ τοῖς θεοῖς αὐτῶν, καὶ ἔταξαν ἐκεῖ ὀσμὴν εὐωδίας, καὶ ἔσπεισαν ἐκεῖ τὰς σπονδὰς αὐτῶν. 29 Καὶ εἶπον πρὸς αὐτοὺς, τί ἐστιν Ἀβαμὰ, ὅτι ὑμεῖς εἰσπορεύεσθε ἐκεῖ; καὶ ἐπεκάλεσαν τὸ ὄνομα αὐτοῦ Ἀβαμὰ, ἕως τῆς σήμερον ἡμέρας.

1 Kings 11:36

36 Τῷ δὲ υἱῷ αὐτοῦ δώσω τὰ δύο σκῆπτρα, ὅπως ᾖ θέσις τῷ δούλῳ μου Δαυὶδ πάσας τὰς ἡμέρας ἐνώπιον ἐμοῦ ἐν Ἱερουσαλὴμ τῇ πόλει, ἣν ἐξελεξάμην ἐμαυτῷ τοῦ θέσθαι τὸ ὄνομά μου ἐκεῖ.

1 Kings 15:4

4 Ὅτι διὰ Δαυὶδ ἔδωκεν αὐτῷ Κύριος κατάλειμμα, ἵνα στήσῃ τὰ τέκνα αὐτοῦ μετʼ αὐτὸν, καὶ στήσῃ τὴν Ἱερουσαλὴμ·

2 Kings 15:37

37 Ἐν ταῖς ἡμέραις ἐκείναις ἤρξατο Κύριος ἐξαποστέλλειν ἐν Ἰούδᾳ τὸν Ῥαασσὼν βασιλέα Συρίας, καὶ τὸν Φακεὲ υἱὸν Ῥομελίου.

2 Chronicles 28:5-15

5 Καὶ παρέδωκεν αὐτὸν Κύριος ὁ Θεὸς αὐτοῦ διὰ χειρὸς βασιλέως Συρίας, καὶ ἐπάταξεν ἐν αὐτῷ, καὶ ᾐχμαλώτευσεν ἐξ αὐτῶν αἰχμαλωσίαν πολλὴν, καὶ ἤγαγεν εἰς Δαμασκόν· καὶ εἰς χεῖρας βασιλέως Ἰσραὴλ παρέδωκεν αὐτὸν, καὶ ἐπάταξεν ἐν αὐτῷ πληγὴν μεγάλην. 6 Καὶ ἀπέκτεινε Φακεὲ ὁ τοῦ Ῥομελία βασιλεὺς Ἰσραὴλ ἐν Ἰούδᾳ ἐν μιᾷ ἡμέρᾳ ἑκατὸν εἴκοσι χιλιάδας ἀνδρῶν δυνατῶν ἰσχύϊ, ἐν τῷ καταλιπεῖν αὐτοὺς Κύριον τὸν Θεὸν τῶν πατέρων αὐτῶν. 7 Καὶ ἀπέκτεινε Ζεχρὶ ὁ δυνατὸς τοῦ Ἐφραὶμ τὸν Μαασίαν τὸν υἱὸν τοῦ βασιλέως, καὶ τὸν Ἐζρικὰν ἡγούμενον τοῦ οἴκου αὐτοῦ, καὶ τὸν Ἑλκανὰ τὸν διάδοχον τοῦ βασιλέως. 8 Καὶ ᾐχμαλώτισαν οἱ υἱοὶ Ἰσραὴλ ἀπὸ τῶν ἀδελφῶν αὐτῶν τριακοσίας χιλιάδας, γυναῖκας καὶ υἱοὺς καὶ θυγατέρας· καὶ σκῦλα πολλὰ ἐσκύλευσαν ἐξ αὐτῶν, καὶ ἤνεγκαν τὰ σκῦλα εἰς Σαμάρειαν.
9 Καὶ ἐκεῖ ἦν ὁ προφήτης τοῦ Κυρίου, Ὠδὴδ ὄνομα αὐτῷ· καὶ ἐξῆλθεν εἰς ἀπάντησιν τῆς δυνάμεως τῶν ἐρχομένων εἰς Σαμάρειαν, καὶ εἶπεν αὐτοῖς, ἰδοὺ ὀργὴ Κυρίου Θεοῦ τῶν πατέρων ὑμῶν ἐπὶ Ἰούδαν, καὶ παρέδωκεν αὐτοὺς εἰς τὰς χεῖρας ὑμῶν, καὶ ἀπεκτείνατε ἐν αὐτοῖς ἐν ὀργῇ, καὶ ἕως τῶν οὐρανῶν ἔφθακε. 10 Καὶ νῦν υἱοὺς Ἰούδα καὶ Ἱερουσαλὴμ ὑμεῖς λέγετε κατακτήσασθαι εἰς δούλους καὶ δούλας· οὐκ ἰδού εἰμι μεθʼ ὑμῶν μαρτυρῆσαι Κυρίῳ Θεῷ ὑμῶν; 11 Καὶ νῦν ἀκούσατέ μου, καὶ ἀποστρέψατε τὴν αἰχμαλωσίαν ἣν ᾐχμαλωτεύσατε τῶν ἀδελφῶν ὑμῶν, ὅτι ὀργὴ θυμοῦ Κυρίου ἐφʼ ὑμῖν.
12 Καὶ ἀνέστησαν ἄρχοντες ἀπὸ τῶν υἱῶν Ἐφραὶμ, Οὐδείας ὁ τοῦ Ἰωανοῦ, καὶ Βαραχίας ὁ τοῦ Μωσολαμὼθ, καὶ Ἐζεκίας ὁ τοῦ Σελλὴμ, καὶ Ἀμασίας ὁ τοῦ Ἐλδαῒ ἐπὶ τοὺς ἐρχομένους ἀπὸ τοῦ πολέμου, 13 καὶ εἶπαν αὐτοῖς, οὐ μὴ εἰσαγάγητε τὴν αἰχμαλωσίαν ὧδε πρὸς ἡμᾶς, ὅτι εἰς τὸ ἁμαρτάνειν τῷ Κυρίῳ ἐφʼ ἡμᾶς, ὑμεῖς λέγετε προσθεῖναι ἐπὶ ταῖς ἁμαρτίαις ἡμῶν, καὶ ἐπὶ τὴν ἄγνοιαν ἡμῶν, ὅτι πολλὴ ἡ ἁμαρτία ἡμῶν, καὶ ὀργὴ θυμοῦ Κυρίου ἐπὶ τὸν Ἰσραήλ. 14 Καὶ ἀφῆκαν οἱ πολεμισταὶ τὴν αἰχμαλωσίαν καὶ τὰ σκῦλα ἐναντίον τῶν ἀρχόντων καὶ πάσης τῆς ἐκκλησίας. 15 Καὶ ἀνέστησαν ἄνδρες οἳ ἐπεκλήθησαν ἐν ὀνόματι, καὶ ἀντελάβοντο τῆς αἰχμαλωσίας, καὶ πάντας τοὺς γυμνοὺς περιέβαλον ἀπὸ τῶν σκύλων, καὶ ἐνέδυσαν αὐτοὺς καὶ ὑπέδυσαν αὐτοὺς, καὶ ἔδωκαν φαγεῖν καὶ ἀλείψασθαι, καὶ ἀντελάβοντο καὶ ἐν ὑποζυγίοις παντὸς ἀσθενοῦντος, καὶ κατέστησαν αὐτοὺς εἰς Ἱεριχὼ πόλιν Φοινίκων πρὸς τοὺς ἀδελφοὺς αὐτῶν, καὶ ἐπέστρεψαν εἰς Σαμάρειαν.

Isaiah 7:1-9

1 Καὶ ἐγένετο ἐν ταῖς ἡμέραις Ἄχαζ τοῦ Ἰωάθαμ τοῦ υἱοῦ Ὀζίου βασιλέως Ἰούδα, ἀνέβη Ῥασεὶμ βασιλεὺς Ἀρὰμ, καὶ Φακεὲ υἱὸς Ῥομελίου βασιλεὺς Ἰσραὴλ ἐπὶ Ἱερουσαλὴμ πολεμῆσαι αὐτὴν, καὶ οὐκ ἠδυνήθησαν πολιορκῆσαι αὐτήν. 2 Καὶ ἀνηγγέλη εἰς τὸν οἶκον Δαυὶδ, λέγων, συνεφώνησεν Ἀρὰμ πρὸς τὸν Ἐφραίμ· καὶ ἐξέστη ἡ ψυχὴ αὐτοῦ, καὶ ἡ ψυχὴ τοῦ λαοῦ αὐτοῦ, ὃν τρόπον ἐν δρυμῷ ξύλον ὑπὸ πνεύματος σαλευθῇ. 3 Καὶ εἶπε Κύριος πρὸς Ἠσαΐαν, ἔξελθε εἰς συνάντησιν Ἄχαζ σὺ, καὶ ὁ καταλειφθεὶς Ἰασοὺβ ὁ υἱός σου, πρὸς τὴν κολυμβήθραν τῆς ἄνω ὁδοῦ τοῦ ἀγροῦ τοῦ κναφέως. 4 Καὶ ἐρεῖς αὐτῷ, φυλάξαι τοῦ ἡσυχάσαι, καὶ μὴ φοβοῦ, μηδὲ ἡ ψυχή σου ἀσθενείτω ἀπὸ τῶν δύο ξύλων τῶν δαλῶν τῶν καπνιζομένων τούτων· ὅταν γὰρ ὀργὴ τοῦ θυμοῦ μου γένηται, πάλιν ἰάσομαι. 5 Καὶ ὁ υἱὸς τοῦ Ἀρὰμ, καὶ ὁ υἱὸς τοῦ Ῥομελίου, ὅτι ἐβουλεύσαντο βουλὴν πονηρὰν· 6 Ἀναβησόμεθα εἰς τὴν Ἰουδαίαν, καὶ συλλαλήσαντες αὐτοῖς, ἀποστρέψομεν αὐτοὺς πρὸς ἡμᾶς, καὶ βασιλεύσομεν αὐτοῖς τὸν υἱὸν Ταβεήλ· 7 τάδε λέγει Κύριος σαβαὼθ, οὐ μὴ μείνῃ ἡ βουλὴ αὕτη, οὐδὲ ἔσται, 8 ἀλλʼ ἡ κεφαλὴ Ἀρὰμ, Δαμασκὸς, καὶ ἡ κεφαλὴ Δαμασκοῦ, Ῥασίμ· ἀλλʼ ἔτι ἑξήκοντα καὶ πέντε ἐτῶν ἐκλείψει ἡ βασιλεία Ἐφραὶμ ἀπὸ λαοῦ, 9 καὶ ἡ κεφαλὴ Ἐφραὶμ Σομόρων, καὶ ἡ κεφαλὴ Σομορων, υἱὸς τοῦ Ῥομελίου, καὶ ἐὰν μὴ πιστεύσητε, οὐδὲ μὴ συνιῆτε.

Isaiah 7:14

14 Διατοῦτο δώσει Κύριος αὐτὸς ὑμῖν σημεῖον· ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ λήψεται, καὶ τέξεται υἱὸν, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἐμμανουήλ·

Isaiah 8:6

6 Διὰ τὸ μὴ βούλεσθαι τὸν λαὸν τοῦτον τὸ ὕδωρ τοῦ Σιλωὰμ τὸ πορευόμενον ἡσυχῆ, ἀλλὰ βούλεσθαι ἔχειν τὸν Ῥασεὶμ καὶ τὸν υἱὸν Ῥομελίου βασιλέα ἐφʼ ὑμῶν,

Isaiah 8:9-10

9 Γνῶτε ἔθνη καὶ ἡττᾶσθε, ἐπακούσατε ἕως ἐσχάτου τῆς γῆς· ἰσχυκότες ἡττᾶσθε· ἐὰν γὰρ πάλιν ἰσχύσητε, πάλιν ἡττηθήσεσθε. 10 Καὶ ἣν ἂν βουλεύσησθε βουλήν, διασκεδάσει Κύριος· καὶ λόγον ὃν ἐὰν λαλήσητε, οὐ μὴ ἐμμείνῃ ἐν ὑμῖν, ὅτι μεθʼ ἡμῶν ὁ Θεὸς.

Isaiah 9:6-7

6 Ὅτι παιδίον ἐγενήθη ἡμῖν, υἱὸς καὶ ἐδόθη ἡμῖν, οὗ ἡ ἀρχὴ ἐγενήθη ἐπὶ τοῦ ὤμου αὐτοῦ, καὶ καλεῖται τὸ ὄνομα αὐτοῦ, Μεγάλης βουλῆς ἄγγελός· ἄξω γὰρ εἰρήνην ἐπὶ τοὺς ἄρχοντας, καὶ ὑγίειαν αὐτῷ. 7 Μεγάλη ἡ ἀρχὴ αὐτοῦ, καὶ τῆς εἰρήνης αὐτοῦ οὐκ ἔστιν ὅριον· ἐπὶ τὸν θρόνον Δαυὶδ, καὶ τὴν βασιλείαν αὐτοῦ, κατορθῶσαι αὐτὴν, καὶ ἀντιλαβέσθαι ἐν κρίματι καὶ ἐν δικαιοσύνῃ, ἀπὸ τοῦ νῦν καὶ εἰς τὸν αἰῶνα· ὁ ζῆλος Κυρίου σαβαὼθ ποιήσει ταῦτα.

Deuteronomy 2:8

8 Καὶ παρήλθομεν τοὺς ἀδελφοὺς ἡμῶν υἱοὺς Ἡσαῦ, τοὺς κατοικοῦντας ἐν Σηεὶρ, παρὰ τὴν ὁδὸν τὴν Ἄραβα ἀπὸ Αἰλὼν καὶ ἀπὸ Γεσιὼν Γάβερ· καὶ ἐπιστρέψαντες παρήλθομεν ὁδὸν ἔρημον Μωάβ.

1 Kings 9:26

26 Καὶ ναῦν ὑπὲρ οὗ ἐποίησεν ὁ βασιλεὺς Σαλωμὼν ἐν Γασίων Γαβὲρ τὴν οὖσαν ἐχομένην Αἰλὰθ ἐπὶ τοῦ χείλους τῆς ἐσχάτης θαλάσσης ἐν γῇ Ἐδώμ.

2 Kings 14:22

22 Αὐτὸς ᾠκοδόμησε τὴν Αἰλὼθ, καὶ ἐπέστρεψεν αὐτὴν τῷ Ἰούδᾳ μετὰ τὸ κοιμηθῆναι τὸν βασιλέα μετὰ τῶν πατέρων αὐτοῦ.

2 Chronicles 26:2

2 Αὐτὸς ᾠκοδόμησε τὴν Αἰλὰθ, αὐτὸς ἐπέστρεψεν αὐτὴν τῷ Ἰούδᾳ, μετὰ τὸ κοιμηθῆναι τὸν βασιλέα μετὰ τῶν πατέρων αὐτοῦ.

1 Kings 20:4

4 Καὶ ἀπεκρίθη βασιλεὺς Ἰσραὴλ, καὶ εἶπε, καθὼς ἐλάλησας κύριέ μου βασιλεῦ, σὸς ἐγώ εἰμι καὶ πάντα τὰ ἐμά.

1 Kings 20:32-33

32 Καὶ περιεζώσαντο σάκκους ἐπὶ τὰς ὀσφύας αὐτῶν, καὶ ἔθεσαν σχοινία ἐπὶ τὰς κεφαλὰς αὐτῶν, καὶ εἶπον τῷ βασιλεῖ Ἰσραὴλ, δοῦλός σου υἱὸς Ἄδερ λέγει, ζησάτω δὴ ἡ ψυχὴ ἡμῶν· καὶ εἶπεν, εἰ ἔτι ζῇ, ἀδελφός μού ἐστί. 33 Καὶ οἱ ἄνδρες οἰωνίσαντο, καὶ ἐσπείσαντο· καὶ ἀνελέξαντο τὸν λόγον ἐκ τοῦ στόματος αὐτοῦ, καὶ εἶπον, ἀδελφός σου υἱὸς Ἄδερ· καὶ εἶπεν, εἰσέλθατε καὶ λάβετε αὐτόν· καὶ ἐξῆλθε πρὸς αὐτὸν υἱὸς Ἄδερ, καὶ ἀναβιβάζουσιν αὐτὸν πρὸς αὐτὸν ἐπὶ τὸ ἅρμα.

2 Kings 15:29

29 Ἐν ταῖς ἡμέραις Φακεὲ βασιλέως Ἰσραὴλ ἦλθε Θαγλαθφελλασὰρ βασιλεὺς Ἀσσυρίων, καὶ ἔλαβε τὴν Αἲν καὶ τὴν Ἀβὲλ καὶ τὴν Θαμααχὰ καὶ τὴν Ἀνιὼχ καὶ τὴν Κενὲζ καὶ τὴν Ἀσὼρ καὶ τὴν Γαλαὰν καὶ τὴν Γαλιλαίαν, πᾶσαν γῆν Νεφθαλὶ, καὶ ἀπῴκισεν αὐτοὺς εἰς Ἀσσυρίους.

1 Chronicles 5:26

26 Καὶ ἐπήγειρεν ὁ Θεὸς Ἰσραὴλ τὸ πνεῦμα Φαλὼχ βασιλέως Ἀσσοὺρ, καὶ τὸ πνεῦμα Θαγλαθφαλλασὰρ βασιλέως Ἀσσοὺρ, καὶ μετῴκισε τὸν Ῥουβὴν, καὶ τὸν Γαδδὶ, καὶ τὸ ἥμισυ φυλῆς Μανασσῆ, καὶ ἤγαγεν αὐτοὺς εἰς Χαὰχ, καὶ Χαβὼρ, καὶ ἐπὶ ποταμὸν Γωζὰν ἕως τῆς ἡμέρας ταύτης.

2 Chronicles 28:16

16 Ἐν τῷ καιρῷ ἐκείνῳ ἀπέστειλεν ὁ βασιλεὺς Ἄχαζ πρὸς βασιλέα Ἀσσοὺρ βοηθῆσαι αὐτῷ καὶ ἐν τούτῳ,

2 Chronicles 28:20

20 Καὶ ἦλθεν ἐπʼ αὐτὸν Θαγλαθφελλασὰρ βασιλεὺς Ἀσσοὺρ, καὶ ἔθλιψεν αὐτόν.

Psalms 146:3-5

3 Μὴ πεποίθατε ἐπʼ ἄρχοντας, καὶ ἐφ’ υἱοὺς ἀνθρώπων, οἷς οὐκ ἔστι σωτηρία. 4 Ἐξελεύσεται τὸ πνεῦμα αὐτοῦ, καὶ ἐπιστρέψει εἰς τὴν γῆν αὐτοῦ, ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ἀπολοῦνται πάντες οἱ διαλογισμοὶ αὐτῶν.
5 Μακάριος οὗ ὁ Θεὸς Ἰακὼβ βοηθὸς αὐτοῦ, ἡ ἐλπὶς αὐτοῦ ἐπὶ Κύριον τὸν Θεὸν αὐτοῦ·

Jeremiah 17:5

5 Ἐπικαταρατοσ ὁ ἄνθρωπος, ὃς τὴν ἐλπίδα ἔχει ἐπʼ ἄνθρωπον, καὶ στηρίζει σάρκα βραχίονος αὐτοῦ ἐπʼ αὐτὸν, καὶ ἀπὸ Κυρίου ἀποστῇ ἡ καρδία αὐτοῦ.

Lamentations 4:17

17 ΦΗ. Ἔτι ὄντων ἡμῶν ἐξέλιπον οἱ ὀοφθαλμοὶ ἡμῶν, εἰς τὴν βοήθειαν ἡμῶν μάταια ἀποσκοπευόντων ἡμῶν. ΤΣΑΔΗ. Ἀπεσκοπεύσαμεν εἰς ἔθνος οὐ σῷζον,

Hosea 14:3

3 Ἀσσοὺρ οὐ μὴ σώσῃ ἡμᾶς, ἐφʼ ἵππον οὐκ ἀναβησόμεθα· οὐκέτι μὴ εἴπωμεν, θεοὶ ἡμῶν, τοῖς ἔργοις τῶν χειρῶν ἡμῶν· ὁ ἐν σοὶ ἐλεήσει ὀρφανόν.

2 Kings 12:17-18

17 Τότε ἀνέβη Ἀζαὴλ βασιλεὺς Συρίας, καὶ ἐπολέμησεν ἐπὶ Γὲθ, καὶ προκατελάβετο αὐτήν· καὶ ἔταξεν Ἀζαὴλ τὸ πρόσωπον αὐτοῦ ἀναβῆναι ἐπὶ Ἱερουσαλήμ. 18 Καὶ ἔλαβεν Ἰωὰς βασιλεὺς Ἰούδα πάντα τὰ ἅγια ὅσα ἡγίασεν Ἰωσαφὰτ καὶ Ἰωρὰμ καὶ Ὀχοζίας οἱ πατέρες αὐτοῦ καὶ βασιλεῖς Ἰούδα, καὶ τὰ ἅγια αὐτοῦ, καὶ πᾶν τὸ χρυσίον τὸ εὑρεθὲν ἐν θησαυροῖς οἴκου Κυρίου καὶ οἴκου τοῦ βασιλέως, καὶ ἀπέστειλε τῷ Ἀζαὴλ βασιλεῖ Συρίας, καὶ ἀνέβη ἀπὸ Ἱερουσαλήμ.

2 Kings 16:17-18

17 Καὶ συνέκοψεν ὁ βασιλεὺς Ἄχαζ τὰ συγκλείσματα τῶν μεχωνὼθ, καὶ μετῇρεν ἀπʼ αὐτῶν τὸν λουτῆρα, καὶ τὴν θάλασσαν καθεῖλεν ἀπὸ τῶν βοῶν τῶν χαλκῶν τῶν ὑποκάτω αὐτῆς, καὶ ἔδωκεν αὐτὴν ἐπὶ βάσιν λιθίνην. 18 Καὶ τὸν θεμέλιον τῆς καθέδρας ᾠκοδόμησεν ἐν οἴκῳ Κυρίου, καὶ τὴν εἴσοδον τοῦ βασιλέως τὴν ἔξω ἐπέστρεψεν ἐν οἴκῳ Κυρίου ἀπὸ προσώπου βασιλέως Ἀσσυρίων.

2 Kings 18:15-16

15 Καὶ ἔδωκεν Ἐζεκίας πᾶν τὸ ἀργύριον τὸ εὑρεθὲν ἐν οἴκῳ Κυρίου, καὶ ἐν θησαυροῖς οἴκου τοῦ βασιλέως. 16 Ἐν τῷ καιρῷ ἐκείνῳ συνέκοψεν Ἐζεκίας τὰς θύρας ναοῦ, καὶ τὰ ἐστηριγμένα ἃ ἐχρύσωσεν Ἐζεκίας ὁ βασιλεὺς Ἰούδα, καὶ ἔδωκεν αὐτὰ βασιλεῖ Ἀσσυρίων.

2 Chronicles 16:2

2 Καὶ ἔλαβεν Ἀσὰ ἀργύριον καὶ χρυσίον ἐκ θησαυρῶν οἴκου Κυρίου καὶ οἴκου τοῦ βασιλέως, καὶ ἀπέστειλε πρὸς τὸν υἱὸν τοῦ Ἄδερ βασιλέως Συρίας τὸν κατοικοῦντα ἐν Δαμασκῷ, λέγων,

2 Chronicles 28:20-21

20 Καὶ ἦλθεν ἐπʼ αὐτὸν Θαγλαθφελλασὰρ βασιλεὺς Ἀσσοὺρ, καὶ ἔθλιψεν αὐτόν. 21 Καὶ ἔλαβεν Ἄχαζ τὰ ἐν οἴκῳ Κυρίου, καὶ τὰ ἐν οἴκῳ τοῦ βασιλέως καὶ τῶν ἀρχόντων, καὶ ἔδωκε τῷ βασιλεῖ Ἀσσοὺρ· καὶ οὐκ εἰς βοήθειαν αὐτῷ ἦν,

Psalms 7:15-16

15 Λάκκον ὤρυξε καὶ ἀνέσκαψεν αὐτόν, καὶ ἐμπεσεῖται εἰς βόθρον ὃν εἰργάσατο. 16 Ἐπιστρέψει ὁ πόνος αὐτοῦ εἰς κεφαλὴν αὐτοῦ, καὶ ἐπὶ κορυφὴν αὐτοῦ ἡ ἀδικία αὐτοῦ καταβήσεται. 17 Ἀλλὰ ἐπάξει ὁ Θεὸς ἐπὶ σὲ καὶ ἐπὶ τὸν λαόν σου καὶ ἐπὶ τὸν οἶκον τοῦ πατρός σου ἡμέρας, αἳ οὔπω ἥκασιν ἀφʼ ἧς ἡμέρας ἀφεῖλεν Ἐφραὶμ ἀπὸ Ἰούδα τὸν βασιλέα τῶν Ἀσσυρίων.

Isaiah 8:7-8

7 διaτοῦτο ἰδοὺ Κύριος ἀνάγει ἐφʼ ὑμᾶς τὸ ὕδωρ τοῦ ποταμοῦ, τὸ ἰσχυρὸν καὶ τὸ πολύ, τὸν βασιλέα τῶν Ἀσσυρίων, καὶ τὴν δόξαν αὐτοῦ· καὶ ἀναβήσεται ἐπὶ πᾶσαν φάραγγα ὑμῶν, καὶ περιπατήσει ἐπὶ πᾶν τεῖχος ὑμῶν, 8 καὶ ἀφελεῖ ἀπὸ τῆς Ἰουδαίας ἄνθρωπον, ὃς δυνήσεται κεφαλὴν ἆραι, ἢ δυνατὸν συντελέσασθαί τι· καὶ ἔσται ἡ παρεμβολὴ αὐτοῦ ὥστε πληρῶσαι τὸ πλάτος τῆς χώρας σου, μεθʼ ἡμῶν ὁ Θεός.

2 Chronicles 28:5

5 Καὶ παρέδωκεν αὐτὸν Κύριος ὁ Θεὸς αὐτοῦ διὰ χειρὸς βασιλέως Συρίας, καὶ ἐπάταξεν ἐν αὐτῷ, καὶ ᾐχμαλώτευσεν ἐξ αὐτῶν αἰχμαλωσίαν πολλὴν, καὶ ἤγαγεν εἰς Δαμασκόν· καὶ εἰς χεῖρας βασιλέως Ἰσραὴλ παρέδωκεν αὐτὸν, καὶ ἐπάταξεν ἐν αὐτῷ πληγὴν μεγάλην.

2 Chronicles 28:21

21 Καὶ ἔλαβεν Ἄχαζ τὰ ἐν οἴκῳ Κυρίου, καὶ τὰ ἐν οἴκῳ τοῦ βασιλέως καὶ τῶν ἀρχόντων, καὶ ἔδωκε τῷ βασιλεῖ Ἀσσοὺρ· καὶ οὐκ εἰς βοήθειαν αὐτῷ ἦν,

Isaiah 7:16

16 Διότι πρὶνὴ γνῶναι τὸ παιδίον ἀγαθὸν ἢ κακὸν, ἀπειθεῖ πονηρίᾳ, ἐκλέξασθαι τὸ ἀγαθόν· καὶ καταλειφθήσεται ἡ γῆ ἣν σὺ φοβῇ, ἀπὸ προσώπου τῶν δύο βασιλέων.

Isaiah 9:11

11 Καὶ ῥάξει ὁ Θεὸς τοὺς ἐπανισταμένους ἐπὶ ὄρος Σιὼν ἐπʼ αὐτὸν καὶ τοὺς ἐχθροὺς διασκεδάσει·

Isaiah 22:6

6 Οἱ δὲ Ἐλαμῖται ἔλαβον φαρέτρας, καὶ ἀναβάται ἄνθρωποι ἐφʼ ἵπποις, καὶ συναγωγὴ παρατάξεως.

Amos 1:3-5

3 Καὶ εἶπε Κύριος, ἐπὶ ταῖς τρισὶν ἀσεβείαις Δαμασκοῦ, καὶ ἐπὶ ταῖς τέσσαρσιν οὐκ ἀποστραφήσομαι αὐτὸν, ἀνθʼ ὧν ἔπριζον πρίοσι σιδηροῖς τὰς ἐν γαστρὶ ἐχούσας τῶν ἐν Γαλαάδ. 4 Καὶ ἀποστελῶ πῦρ εἰς τὸν οἶκον Ἀζαὴλ, καὶ καταφάγεται τὰ θεμέλια υἱοῦ Ἄδερ. 5 Καὶ συντρίψω μοχλοὺς Δαμασκοῦ, καὶ ἐξολοθρεύσω κατοικοῦντας ἐκ πεδίου Ὦν, καὶ κατακόψω φυλὴν ἐξ ἀνδρῶν Χαῤῥὰν, καὶ αἰχμαλωτευθήσεται λαὸς Συρίας ἐπίκλητος, λέγει Κύριος.

Amos 9:7

7 Οὐχ ὡς υἱοὶ Αἰθιόπων ὑμεῖς ἐστε ἐμοὶ, υἱοὶ Ἰσραὴλ; λέγει Κύριος· οὐ τὸν Ἰσραὴλ ἀνήγαγον ἐκ γῆς Αἰγύπτου, καὶ τοὺς ἀλλοφύλους ἐκ Καππαδοκίας, καὶ τοὺς Σύρους ἐκ βόθρου;

Exodus 24:4

4 Καὶ ἔγραψε Μωυσῆς πάντα τὰ ῥήματα Κυρίου· ὀρθρίσας δὲ Μωυσῆς τὸ πρωῒ ᾠκοδόμησε θυσιαστήριον ὑπὸ τὸ ὄρος, καὶ δώδεκα λίθους εἰς τὰς δώδεκα φυλὰς τοῦ Ἰσραήλ.

Exodus 39:43

43 39:23(39:43) Καὶ εἶδε Μωυσῆς πάντα τὰ ἔργα, καὶ ἦσαν πεποιηκότες αὐτὰ ὃν τρόπον συνέταξε Κύριος τῷ Μωυσῇ, οὕτως ἐποίησαν αὐτὰ, καὶ εὐλόγησεν αὐτοὺς Μωυσῆς.

Deuteronomy 12:30

30 πρόσεχε σεαυτῷ μὴ ἐκζητήσῃς ἐπακολουθῆσαι αὐτοῖς μετὰ τὸ ἐξολοθρευθῆναι αὐτοὺς ἀπὸ προσώπου σου, λέγων, πῶς ποιοῦσι τὰ ἔθνη ταῦτα τοῖς θεοῖς αὐτῶν; ποιήσω κἀγώ.

1 Chronicles 28:11-12

11 Καὶ ἔδωκε Δαυὶδ Σαλωμὼν τῷ υἱῷ αὐτοῦ τὸ παράδειγμα τοῦ ναοῦ καὶ τῶν οἴκων αὐτοῦ, καὶ τῶν ζακχῶν αὐτοῦ, καὶ τῶν ὑπερῴων, καὶ τῶν ἀποθηκῶν τῶν ἐσωτέρων, καὶ τοῦ οἴκου τοῦ ἐξιλασμοῦ, 12 καὶ τὸ παράδειγμα, ὃ εἶχεν ἐν πνεύματι αὐτοῦ, τῶν αὐλῶν οἴκου Κυρίου, καὶ πάντων τῶν παστοφορίων τῶν κύκλῳ τῶν εἰς τὰς ἀποθήκας οἴκου Κυρίου, καὶ τῶν ἀποθηκῶν τῶν ἁγίων, καὶ τῶν καταλυμάτων,

1 Chronicles 28:19

19 πάντα ἐν γραφῇ χειρὸς Κυρίου ἔδωκε Δαυὶδ Σαλωμὼν, κατὰ τὴν περιγενηθεῖσαν αὐτῷ σύνεσιν τῆς κατεργασίας τοῦ παραδείγματος.

2 Chronicles 28:23-25

23 ἐκζητήσω τοὺς θεοὺς Δαμασκοῦ τοὺς τύπτοντάς με· καὶ εἶπεν, ὅτι θεοὶ βασιλέως Συρίας αὐτοὶ κατισχύσουσιν αὐτοὺς, αὐτοῖς τοίνυν θύσω, καὶ ἀντιλήψονταί μου· καὶ αὐτοὶ ἐγένοντο αὐτῷ εἰς σκῶλον καὶ παντὶ Ἰσραήλ.
24 Καὶ ἀπέστησεν Ἄχαζ τὰ σκεύη οἴκου Κυρίου, καὶ κατέκοψεν αὐτὰ, καὶ ἔκλεισε τὰς θύρας οἴκου Κυρίου, καὶ ἐποίησεν ἑαυτῷ θυσιαστήρια ἐν πάσῃ γωνίᾳ ἐν Ἱερουσαλὴμ, 25 καὶ ἐν πάσῃ πόλει καὶ πόλει ἐν Ἰούδᾳ ἐποίησεν ὑψηλὰ θυμιᾶν θεοῖς ἀλλοτρίοις, καὶ παρώργισαν Κύριον τὸν Θεὸν τῶν πατέρων αὐτῶν.

Psalms 106:39

39 καὶ ἐμιάνθη ἐν τοῖς ἔργοις αὐτῶν· καὶ ἐπόρνευσαν ἐν τοῖς ἐπιτηδεύμασιν αὐτῶν.

Isaiah 8:2

2 καὶ μάρτυράς μοι ποίησον πιστοὺς ἀνθρώπους, τὸν Οὐρίαν καὶ Ζαχαρίαν υἱὸν Βαραχίου.

Jeremiah 10:2

2 Τάδε λέγει Κύριος, κατὰ τὰς ὁδοὺς τῶν ἐθνῶν μὴ μανθάνετε, καὶ ἀπὸ τῶν σημείων τοῦ οὐρανοῦ μὴ φοβεῖσθε, ὅτι φοβοῦνται αὐτὰ τοῖς προσώποις αὐτῶν.

Ezekiel 23:16-17

16 Καὶ ἐπέθετο ἐπʼ αὐτοὺς τῇ ὁράσει ὀφθαλμῶν αὐτῆς· καὶ ἐξαπέστειλεν ἀγγέλους πρὸς αὐτοὺς εἰς γῆν Χαλδαίων. 17 Καὶ ἤλθοσαν πρὸς αὐτὴν υἱοὶ Βαβυλῶνος, εἰς κοίτην καταλυόντων, καὶ ἐμίαινον αὐτὴν ἐν τῇ πορνείᾳ αὐτῆς, καὶ ἐμιάνθη ἐν αὐτοῖς, καὶ ἀπέστη ἡ ψυχὴ αὐτῆς ἀπʼ αὐτῶν.

Ezekiel 43:8

8 ἐν τῷ τιθέναι αὐτοὺς τὸ πρόθυρόν μου ἐν τοῖς προθύροις αὐτῶν, καὶ τὰς φλιάς μου ἐχομένας τῶν φλιῶν αὐτῶν· καὶ ἔδωκαν τὸν τοῖχόν μου ὡς συνεχόμενον ἐμοῦ καὶ αὐτῶν, καὶ ἐβεβήλωσαν τὸ ὄνομα τὸ ἅγιόν μου ἐν ταῖς ἀνομίαις αὐτῶν αἷς ἐποίουν· καὶ ἐξέτριψα αὐτοὺς ἐν θυμῷ μου, καὶ ἐν φόνῳ.

Ezekiel 43:11

11 Καὶ αὐτοὶ λήψονται τὴν κόλασιν αὐτῶν περὶ πάντων ὧν ἐποίησαν· καὶ διαγράψεις τὸν οἶκον, καὶ τὰς ἐξόδους αὐτοῦ, καὶ τὴν ὑπόστασιν αὐτοῦ, καὶ πάντα τά προστάγματα αὐτοῦ, καὶ πάντα τὰ νόμιμα αὐτοῦ γνωριεῖς αὐτοῖς, καὶ διαγράψεις ἐναντίον αὐτῶν· καὶ φυλάξονται πάντα τὰ δικαιώματά μου, καὶ πάντα τὰ προστάγματά μου, καὶ ποιήσουσιν αὐτά.

1 Kings 21:11-13

11 Καὶ ἐποίησαν οἱ ἄνδρες τῆς πόλεως αὐτοῦ οἱ πρεσβύτεροι καὶ οἱ ἐλεύθεροι οἱ κατοικοῆντες ἐν τῇ πόλει αὐτοῦ, καθὼς ἀπέστειλε πρὸς αὐτοὺς Ἰεζάβελ, καὶ καθὰ ἐγέγραπτο ἐν τοῖς βιβλίοις οἷς ἀπέστειλε πρὸς αὐτούς. 12 Καὶ ἐκάλεσαν νηστείαν, καὶ ἐκάθισαν τὸν Ναβουθαὶ ἐν ἀρχῇ τοῦ λαοῦ. 13 Καὶ εἰσῆλθον δύο ἄνδρες υἱοὶ παρανόμων, καὶ ἐκάθισαν ἐξεναντίας αὐτοῦ, καὶ κατεμαρτύρησαν αὐτοῦ λέγοντες, ηὐλόγηκας Θεὸν καὶ βασιλέα· καὶ ἐξήγαγον αὐτὸν ἔξω τῆς πόλεως, καὶ ἐλιθοβόλησαν αὐτὸν ἐν λίθοις, καὶ ἀπέθανε.

2 Chronicles 26:17-18

17 Καὶ εἰσῆλθεν ὀπίσω αὐτοῦ Ἀζαρίας ὁ ἱερεὺς, καὶ μετʼ αὐτοῦ ἱερεῖς τοῦ Κυρίου ὀγδοήκοντα υἱοὶ δυνατοί. 18 Καὶ ἔστησαν ἐπὶ Ὀζίαν τὸν βασιλέα, καὶ εἶπαν αὐτῷ, οὐ σοί, Ὀζία, θυμιάσαι τῷ Κυρίῳ, ἀλλʼ ἢ τοῖς ἱερεῦσιν υἱοῖς Ἀαρὼν τοῖς ἡγιασμένοις θυμι· ἔξελθε ἐκ τοῦ ἁγιάσματος, ὅτι ἀπέστης ἀπὸ Κυρίου· καὶ οὐκ ἔσται σοι τοῦτο εἰς δόξαν παρὰ Κυρίου Θεοῦ.

Jeremiah 23:11

11 Ὅτι ἱερεὺς καὶ προφήτης ἐμολύνθησαν, καὶ ἐν τῷ οἴκῳ μου εἶδον πονηρίας αὐτῶν.

Ezekiel 22:26

26 Καὶ οἱ ἱερεῖς αὐτῆς ἠθέτησαν νόμον μου, καὶ ἐβεβήλουν τὰ ἅγιά μου· ἀναμέσον ἁγίου καὶ βεβήλου οὐ διέστελλον, καὶ ἀναμέσον ἀκαθάρτου καὶ τοῦ καθαροῦ οὐ διέστελλον, καὶ ἀπὸ τῶν σαββάτων μου παρεκάλυπτον τοὺς ὀφθαλμοὺς αὐτῶν, καὶ ἐβεβηλούμην ἐν μέσῳ αὐτῶν.

Daniel 3:7

7 Καὶ ἐγένετο ὅταν ἤκουον οἱ λαοὶ τῆς φωνῆς τῆς σάλπιγγος, σύριγγός τε, καὶ κιθάρας, σαμβύκης τε, καὶ ψαλτηρίου, καὶ παντὸς γένους μουσικῶν, πίπτοντες πάντες οἱ λαοὶ, φυλαί, γλῶσσαι, προσεκύνουν τῇ εἰκόνι τῇ χρυσῇ ἣν ἔστησε Ναβουχοδονόσορ ὁ βασιλεύς.

Hosea 4:6

6 Ὡμοιώθη ὁ λαός μου, ὡς οὐκ ἔχων γνῶσιν· ὅτι σὺ ἐπίγνωσιν ἀπώσω, κἀγὼ ἀπώσομαί σε, τοῦ μὴ ἱερατεύειν μοι· καὶ ἐπελάθου νόμον Θεοῦ σου, κἀγὼ ἐπιλήσομαι τέκνων σου.

Hosea 5:11

11 Κατεδυνάστευσεν Ἐφραὶμ τὸν ἀντίδικον αὐτοῦ, κατεπάτησε κρίμα, ὅτι ἤρξατο πορεύεσθαι ὀπίσω τῶν ματαίων.

Malachi 2:7-9

7 Ὅτι χείλη ἱερέως φυλάξεται γνῶσιν, καὶ νόμον ἐκζητήσουσιν ἐκ στόματος αὐτοῦ, διότι ἄγγελος Κυρίου παντοκράτορός ἐστιν.
8 Ὑμεῖς δὲ ἐξεκλίνατε ἐκ τῆς ὁδοῦ, καὶ ἠσθενήσατε πολλοὺς ἐν νόμῳ, διεφθείρατε τὴν διαθήκην τοῦ Λευὶ, λέγει Κύριος παντοκράτωρ. 9 Κἀγὼ δέδωκα ὑμᾶς ἐξουδενουμένους καὶ ἀπεῤῥιμμένους εἰς πάντα τὰ ἔθνη, ἀνθʼ ὧν ὑμεῖς οὐκ ἐφυλάξασθε τὰς ὁδούς μου, ἀλλὰ ἐλαμβάνετε πρόσωπα ἐν νόμῳ.

Numbers 18:4-7

4 Καὶ προστεθήσονται πρὸς σὲ, καὶ φυλάξονται τὰς φυλακὰς τῆς σκηνῆς τοῦ μαρτυρίου, κατὰ πάσας τὰς λειτουργίας τῆς σκηνῆς· καὶ ὁ ἀλλογενὴς οὐ προσελεύσεται πρὸς σέ. 5 Καὶ φυλάξεσθε τὰς φυλακὰς τῶν ἁγίων, καὶ τὰς φυλακὰς τοῦ θυσιαστηρίου, καὶ οὐκ ἔσται θυμὸς ἐν τοῖς υἱοῖς Ἰσραήλ. 6 Καὶ ἐγὼ εἴληφα τοὺς ἀδελφοὺς ὑμῶν τοὺς Λευίτας ἐκ μέσου τῶν υἱῶν Ἰσραὴλ δόμα δεδομένον Κυρίῳ, λειτουργεῖν τὰς λειτουργίας τῆς σκηνῆς τοῦ μαρτυρίου. 7 Καὶ σὺ καὶ οἱ υἱοί σου μετὰ σοῦ διατηρήσετε τὴν ἱερατείαν ὑμῶν, κατὰ πάντα τρόπον τοῦ θυσιαστηρίου, καὶ τὸ ἔνδοθεν τοῦ καταπετάσματος· καὶ λειτουργήσετε τὰς λειτουργίας δόμα τῆς ἱερατείας ὑμῶν· καὶ ὁ ἀλλογενὴς ὁ προσπορευόμενος ἀποθανεῖται.

1 Kings 13:1

1 Καὶ ἰδοὺ ἄνθρωπος τοῦ Θεοῦ ἐξ Ἰούδα παρεγένετο ἐν λόγῳ Κυρίου εἰς Βαιθὴλ, καὶ Ἱεροβοὰμ εἱστήκει ἐπὶ τὸ θυσιαστήριον ἐπιθῦσαι.

2 Chronicles 26:16-19

16 Καὶ ὡς κατίσχυσεν, ὑψώθη ἡ καρδία αὐτοῦ τοῦ καταφθεῖραι· καὶ ἠδίκησεν ἐν Κυρίῳ Θεῷ αὐτοῦ, καὶ εἰσῆλθεν εἰς τὸν ναὸν Κυρίου θυμιάσαι ἐπὶ τὸ θυσιαστήριον τῶν θυμιαμάτων. 17 Καὶ εἰσῆλθεν ὀπίσω αὐτοῦ Ἀζαρίας ὁ ἱερεὺς, καὶ μετʼ αὐτοῦ ἱερεῖς τοῦ Κυρίου ὀγδοήκοντα υἱοὶ δυνατοί. 18 Καὶ ἔστησαν ἐπὶ Ὀζίαν τὸν βασιλέα, καὶ εἶπαν αὐτῷ, οὐ σοί, Ὀζία, θυμιάσαι τῷ Κυρίῳ, ἀλλʼ ἢ τοῖς ἱερεῦσιν υἱοῖς Ἀαρὼν τοῖς ἡγιασμένοις θυμι· ἔξελθε ἐκ τοῦ ἁγιάσματος, ὅτι ἀπέστης ἀπὸ Κυρίου· καὶ οὐκ ἔσται σοι τοῦτο εἰς δόξαν παρὰ Κυρίου Θεοῦ.
19 Καὶ ἐθυμώθη Ὀζίας, καὶ ἐν τῇ χειρὶ αὐτοῦ τὸ θυμιατήριον τοῦ θυμιάσαι ἐν τῷ ναῷ· καὶ ἐν τῷ θυμωθῆναι αὐτὸν πρὸς τοὺς ἱερεῖς, καὶ ἡ λέπρα ἀνέτειλεν ἐν τῷ μετώπῳ αὐτοῦ ἐναντίον τῶν ἱερέων ἐν οἴκῳ Κυρίου ἐπάνω τοῦ θυσιαστηρίου τῶν θυμιαμάτων.

2 Chronicles 28:23

23 ἐκζητήσω τοὺς θεοὺς Δαμασκοῦ τοὺς τύπτοντάς με· καὶ εἶπεν, ὅτι θεοὶ βασιλέως Συρίας αὐτοὶ κατισχύσουσιν αὐτοὺς, αὐτοῖς τοίνυν θύσω, καὶ ἀντιλήψονταί μου· καὶ αὐτοὶ ἐγένοντο αὐτῷ εἰς σκῶλον καὶ παντὶ Ἰσραήλ.

2 Chronicles 28:25

25 καὶ ἐν πάσῃ πόλει καὶ πόλει ἐν Ἰούδᾳ ἐποίησεν ὑψηλὰ θυμιᾶν θεοῖς ἀλλοτρίοις, καὶ παρώργισαν Κύριον τὸν Θεὸν τῶν πατέρων αὐτῶν.

Leviticus 1:1-3

1 ΚΑΙ ἀνεκάλεσε Μωυσῆν, καὶ ἐλάλησε Κύριος αὐτῷ ἐκ τῆς σκηνῆς τοῦ μαρτυρίου, λέγων, 2 λάλησον τοῖς υἱοῖς Ἰσραήλ, καὶ ἐρεῖς πρὸς αὐτούς, ἄνθρωπος ἐξ ὑμῶν ἐὰν προσαγάγῃ δῶρα τῷ Κυρίῳ, ἀπὸ τῶν κτηνῶν καὶ ἀπὸ τῶν βοῶν καὶ ἀπὸ τῶν προβάτων προσοίσετε τὰ δῶρα ὑμῶν. 3 Ἐὰν ὁλοκαύτωμα τὸ δῶρον αὐτοῦ, ἐκ τῶν βοῶν ἄρσεν ἄμωμον προσάξει πρὸς τὴν θύραν τῆς σκηνῆς τοῦ μαρτυρίου, προσοίσει αὐτὸ δεκτὸν ἐναντίον Κυρίου.

Exodus 40:6

6 Καὶ τὸ θυσιαστήριον τῶν καρπωμάτων θήσεις παρὰ τὰς θύρας τῆς σκηνῆς τοῦ μαρτυρίου· καὶ περιθήσεις τὴν σκηνὴν, καὶ πάντα τὰ αὐτῆς ἁγιάσεις κύκλῳ.

Exodus 40:29

29 Καὶ τὸ θυσιαστήριον τῶν καρπωμάτων ἔθηκε παρὰ τὰς θύρας τῆς σκηνῆς.

2 Kings 16:11

11 Καὶ ᾠκοδόμησεν Οὐρίας ὁ ἱερεὺς τὸ θυσιαστήριον, κατὰ πάντα ὅσα ἀπέστειλεν ὁ βασιλεὺς Ἄχαζ ἐκ Δαμασκοῦ.

2 Chronicles 1:5

5 Καὶ τὸ θυσιαστήριον τὸ χαλκοῦν ὃ ἐποίησε Βεσελεὴλ υἱὸς Οὐρίου υἱοῦ Ὤρ, ἐκεῖ ἦν ἔναντι τῆς σκηνῆς Κυρίου· καὶ ἐξεζήτησεν αὐτὸ Σαλωμὼν καὶ ἡ ἐκκλησία,

2 Chronicles 4:1

1 Καὶ ἐποίησε θυσιαστήριον χαλκοῦν, εἴκοσι πήχεων τὸ μῆκος, καὶ εἴκοσι πήχεων τὸ εὖρος, καὶ δέκα πήχεων τὸ ὕψος.

Genesis 44:5

5 νατί ἐκλέψατέ μου τὸ κόνδυ τὸ ἀργυροῦν; Οὐ τοῦτό ἐστιν, ἐν ᾧ πίνει ὁ κύριός μου; αὐτὸς δὲ οἰωνισμῷ οἰωνίζεται ἐν αὐτῷ, πονηρὰ συντετελέκατε, ἃ πεποιήκατε.

Exodus 29:39-41

39 Τὸν ἀμνὸν τὸν ἕνα ποιήσεις τὸ πρωῒ, καὶ τὸν ἀμνὸν τὸν δεύτερον ποιήσεις τὸ δειλινόν. 40 Καὶ δέκατον σεμιδάλεως πεφυραμένης ἐν ἐλαίῳ κεκομμένῳ τῷ τετάρτῳ τοῦ εἲν· καὶ σπονδὴν τὸ τέταρτον τοῦ εἲν οἴνου τῷ ἀμνῷ τῷ ἑνί. 41 Καὶ τὸν ἀμνὸν τὸν δεύτερον ποιήσεις τὸ δειλινόν, κατὰ τὴν θυσίαν τὴν πρωϊνὴν, καὶ κατὰ τὴν σπονδὴν αὐτοῦ· ποιήσεις εἰς ὀσμὴν εὐωδίας, κάρπωμα Κυρίῳ,

Leviticus 4:13-26

13 Ἐὰν δὲ πᾶσα συναγωγὴ Ἰσραὴλ ἀγνοήσῃ ἀκουσίως, καὶ λάθῃ ῥῆμα ἐξ ὀφθαλμῶν τῆς συναγωγῆς, καὶ ποιήσωσι μίαν ἀπὸ πασῶν τῶν ἐντολῶν Κυρίου, ἣ οὐ ποιηθήσεται, καὶ πλημμελήσωσι, 14 καὶ γνωσθῇ αὐτοῖς ἡ ἁμαρτία, ἣν ἥμαρτον ἐν αὐτῇ, καὶ προσάξει ἡ συναγωγὴ μόσχον ἐκ βοῶν ἄμωμον περὶ τῆς ἁμαρτίας, καὶ προσάξει αὐτὸν παρὰ τὰς θύρας τῆς σκηνῆς τοῦ μαρτυρίου. 15 Καὶ ἐπιθήσουσιν οἱ πρεσβύτεροι τῆς συναγωγῆς τὰς χεῖρας αὐτῶν ἐπὶ τὴν κεφαλὴν τοῦ μόσχου ἔναντι Κυρίου, καὶ σφάξουσι τὸν μόσχον ἔναντι Κυρίου. 16 Καὶ εἰσοίσει ὁ ἱερεὺς ὁ χριστὸς ἀπὸ τοῦ αἵματος τοῦ μόσχου εἰς τὴν σκηνὴν τοῦ μαρτυρίου. 17 Καὶ βάψει ὁ ἱερεὺς τὸν δάκτυλον ἀπὸ τοῦ αἵματος τοῦ μόσχου, καὶ ῥανεῖ ἑπτάκις ἔναντι Κυρίου, κατενώπιον τοῦ καταπετάσματος τοῦ ἁγίου. 18 Καὶ ἀπὸ τοῦ αἵματος ἐπιθήσει ὁ ἱερεὺς ἐπὶ τὰ κέρατα τοῦ θυσιαστηρίου τῶν θυμιαμάτων τῆς συνθέσεως, ὅ ἐστιν ἐνώπιον Κυρίου, ὅ ἐστιν ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου· καὶ τὸ πᾶν αἷμα ἐκχεεῖ πρὸς τὴν βάσιν τοῦ θυσιαστηρίου τῶν καρπώσεων, τοῦ πρὸς τῇ θύρᾳ τῆς σκηνῆς τοῦ μαρτυρίου. 19 Καὶ τὸ πᾶν στέαρ περιελεῖ ἀπʼ αὐτοῦ, καὶ ἀνοίσει ἐπὶ τὸ θυσιαστήριον. 20 Καὶ ποιήσει τὸν μόσχον, ὃν τρόπον ἐποίησε τὸν μόσχον τὸν τῆς ἁμαρτίας, οὕτω ποιηθήσεται· καὶ ἐξιλάσεται περί αὐτῶν ὁ ἱερεύς, καὶ ἀφεθήσεται αὐτοῖς ἡ ἁμαρτία. 21 Καὶ ἐξοίσουσι τὸν μόσχον ὅλον ἔξω τῆς παρεμβολῆς, καὶ κατακαύσουσι τὸν μόσχον, ὃν τρόπον κατέκαυσαν τὸν μόσχον τὸν πρότερον. ἁμαρτία συναγωγῆς ἐστιν.
22 Ἐὰν δὲ ὁ ἄρχων ἁμάρτῃ, καὶ ποιήσῃ μίαν ἀπὸ πασῶν τῶν ἐντολῶν Κυρίου τοῦ Θεοῦ αὐτοῦ, ἣ οὐ ποιηθήσεται, ἀκουσίως, καὶ ἁμάρτῃ καὶ πλημμελήσῃ, 23 καὶ γνωσθῇ αὐτῷ ἡ ἁμαρτία, ἣν ἥμαρτεν ἐν αὐτῇ, καὶ προσοίσει τὸ δῶρον αὐτοῦ χίμαρον ἐξ αἰγῶν, ἄρσεν ἄμωμον. 24 Καὶ ἐπιθήσει τὴν χεῖρα ἐπὶ τὴν κεφαλὴν τοῦ χιμάρου· καὶ σφάξουσιν αὐτὸν ἐν τόπῳ, οὗ σφάζουσι τὰ ὁλοκαυτώματα ἐνώπιον Κυρίου· ἁμαρτία ἐστί. 25 Καὶ ἐπιθήσει ὁ ἱερεὺς ἀπὸ τοῦ αἵματος τοῦ τῆς ἁμαρτίας τῷ δακτύλῳ ἐπὶ τὰ κέρατα τοῦ θυσιαστηρίου τῶν ὁλοκαυτωμάτων· καὶ τὸ πᾶν αἷμα αὐτοῦ ἐκχεεῖ παρὰ τὴν βάσιν τοῦ θυσιαστηρίου τῶν ὁλοκαυτωμάτων. 26 Καὶ τὸ πᾶν στέαρ αὐτοῦ ἀνοίσει ἐπὶ τὸ θυσιαστήριον, ὥσπερ τὸ στέαρ θυσίας σωτηρίου· καὶ ἐξιλάσεται περὶ αὐτοῦ ὁ ἱερεὺς ἀπὸ τῆς ἁμαρτίας αὐτοῦ, καὶ ἀφεθήσεται αὐτῷ.

Numbers 28:2-10

2 ἔντειλαι τοῖς υἱοῖς Ἰσραὴλ, καὶ ἐρεῖς πρὸς αὐτοὺς, λέγων, τὰ δῶρά μου δόματά μου καρπώματά μου εἰς ὀσμὴν εὐωδίας διατηρήσετε προσφέρειν ἐμοὶ ἐν ταῖς ἑορταῖς μου. 3 Καὶ ἐρεῖς πρὸς αὐτούς, ταῦτα τὰ καρπώματα ὅσα προσάξετε Κυρίῳ, ἀμνοὺς ἐνιαυσίους ἀμώμους δύο τὴν ἡμέραν εἰς ὁλοκαύτωσιν ἐνδελεχῶς. 4 Τὸν ἀμνὸν τὸν ἕνα ποιήσεις τὸ τοπρωῒ, καὶ τὸν ἀμνὸν τὸν δεύτερον ποιήσεις τὸ πρὸς ἑσπέραν.
5 Καὶ ποιήσεις τὸ δέκατον τοῦ οἰφὶ σεμίδαλιν εἰς θυσίαν ἀναπεποιημένην ἐν ἐλαίῳ ἐν τετάρτῳ τοῦ ἴν. 6 Ὁλοκαύτωμα ἐνδελεχισμοῦ, ἡ γενομένη ἐν τῷ ὄρει Σινὰ εἰς ὀσμὴν εὐωδίας Κυρίῳ. 7 Καὶ σπονδὴν αὐτοῦ τὸ τέταρτον τοῦ ἲν τῷ ἀμνῷ τῷ ἑνί· ἐν τῷ ἁγίῳ σπείσεις σπονδὴν σίκερα Κυρίῳ· 8 καὶ τὸν ἀμνὸν τὸν δεύτερον ποιήσεις τὸ πρὸς ἑσπέραν· κατὰ τὴν θυσίαν αὐτοῦ καὶ κατὰ τὴν σπονδὴν αὐτοῦ ποιήσετε εἰς ὀσμὴν εὐωδίας Κυρίῳ. 9 Καὶ τῇ ἡμέρᾳ τῶν σαββάτων προσάξετε δύο ἀμνοὺς ἐνιαυσίους ἀμώμους, καὶ δύο δέκατα σεμιδάλεως ἀναπεποιημένης ἐν ἐλαίῳ εἰς θυσίαν καὶ σπονδήν, 10 ὁλοκαύτωμα σαββάτων ἐν τοῖς σαββάτοις ἐπὶ τῆς ὁλοκαυτώσεως τῆς διαπαντὸς, καὶ τὴν σπονδὴν αὐτοῦ.

2 Samuel 6:17-18

17 Καὶ φέρουσι τὴν κιβωτὸν τοῦ Κυρίου, καὶ ἀνέθησαν αὐτὴν εἰς τὸν τόπον αὐτῆς εἰς μέσον τῆς σκηνῆς, ἧς ἔπηξεν αὐτῇ Δαυίδ· καὶ ἀνήνεγκε Δαυὶδ ὁλοκαυτώματα ἐνώπιον Κυρίου, καὶ εἰρηνικάς. 18 Καὶ συνετέλεσε Δαυὶδ συναναφέρων τὰς ὁλοκαυτώσεις καὶ τὰς εἰρηνικὰς, καὶ εὐλόγησε τὸν λαὸν ἐν ὀνόματι Κυρίου τῶν δυνάμεων.

1 Kings 3:4

4 Καὶ ἀνέστη καὶ ἐπορεύθη εἰς Γαβαὼν θῦσαι ἐκεῖ, ὅτι αὕτη ὑψηλοτάτη, καὶ μεγάλη· χιλίαν ὁλοκαύτωσιν ἀνήνεγκε Σαλωμὼν ἐπὶ τὸ θυσιαστήριον ἐν Γαβαών.

1 Kings 8:64

64 Τῇ ἡμέρᾳ ἐκείνῃ ἡγίασεν ὁ βασιλεὺς τὸ μέσον τῆς αὐλῆς τὸ κατὰ πρόσωπον τοῦ οἴκου Κυρίου· ὅτι ἐποίησεν ἐκεῖ τὴν ὁλοκαύτωσιν καὶ τὰς θυσίας καὶ τὰ στέατα τῶν εἰρηνικῶν, ὅτι τὸ θυσιαστήριον τὸ χαλκοῦν τὸ ἐνώπιον Κυρίου μικρόν τοῦ μὴ δύνασθαι τὴν ὁλοκαύτωσιν καὶ τὰς θυσίας τῶν εἰρηνικῶν ὑπενεγκεῖν.

2 Kings 3:20

20 Καὶ ἐγένετο πρωῒ ἀναβαινούσης τῆς θυσίας, καὶ ἰδοὺ ὕδατα ἤρχοντο ἐξ ὁδοῦ Ἐδὼμ, καὶ ἐπλήσθη ἡ γῆ ὕδατος.

2 Kings 16:14

14 τὸ χαλκοῦν τὸ ἀπέναντι Κυρίου· καὶ προσήγαγε τὸ πρόσωπον τοῦ οἴκου Κυρίου ἀπὸ τοῦ ἀναμέσον τοῦ θυσιαστηρίου καὶ ἀπὸ τοῦ ἀναμέσον τοῦ οἴκου Κυρίου· καὶ ἔδειξεν αὐτὸ ἐπὶ μηρὸν τοῦ θυσιαστηρίου κατὰ βοῤῥᾶν.

2 Kings 18:4

4 Αὐτὸς ἐξῇρε τὰ ὑψηλὰ, καὶ συνέτριψε τὰς στήλας, καὶ ἐξωλόθρευσε τὰ ἄλση, καὶ τὸν ὄφιν τὸν χαλκοῦν ὃν ἐποίησε Μωυσῆς, ὅτι ἕως τῶν ἡμερῶν ἐκείνων ἦσαν οἱ υἱοὶ Ἰσραὴλ θυμιῶντες αὐτῷ· καὶ ἐκάλεσεν αὐτὸν Νεεσθάν.

2 Chronicles 7:4-5

4 Καὶ ὁ βασιλεὺς καὶ πᾶς ὁ λαὸς θύοντες θύματα ἔναντι Κυρίου. 5 Καὶ ἐθυσίασεν ὁ βασιλεὺς Σαλωμὼν τὴν θυσίαν μόσχων εἴκοσι καὶ δύο χιλιάδας, βοσκημάτων ἑκατὸν καὶ εἴκοσι χιλιάδας, καὶ ἐνεκαίνισε τὸν οἶκον τοῦ Θεοῦ ὁ βασιλεὺς καὶ πᾶς ὁ λαός.

2 Chronicles 29:21-24

21 Καὶ ἀνήνεγκε μόσχους ἑπτά, κριοὺς ἑπτά, ἀμνοὺς ἑπτά, χιμάρους αἰγῶν ἑπτὰ περὶ ἁμαρτίας, περὶ τῆς βασιλείας, καὶ περὶ τῶν ἁγίων, καὶ περὶ Ἰσραὴλ· καὶ εἶπε τοῖς υἱοῖς Ἀαρὼν τοῖς ἱερεῦσιν ἀναβαίνειν ἐπὶ τὸ θυσιαστήριον Κυρίου. 22 Καὶ ἔθυσαν τοὺς μόσχους, καὶ ἐδέξαντο οἱ ἱερεῖς τὸ αἷμα, καὶ προσέχεαν ἐπὶ τὸ θυσιαστήριον· καὶ ἔθυσαν τοὺς κριοὺς, καὶ προσέχεαν τὸ αἷμα ἐπὶ τὸ θυσιαστήριον· καὶ ἔθυσαν τοὺς ἀμνούς, καὶ περιέχεον τὸ αἷμα τῷ θυσιαστηρίῳ. 23 Καὶ προσήγαγον τοὺς χιμάρους τοὺς περὶ ἁμαρτίας ἐναντίον τοῦ βασιλέως καὶ τῆς ἐκκλησίας, καὶ ἐπέθηκαν τὰς χεῖρας αὐτῶν ἐπʼ αὐτούς. 24 Καὶ ἔθυσαν αὐτοὺς οἱ ἱερεῖς, καί ἐξιλάσαντο τὸ αἷμα αὐτῶν πρὸς τὸ θυσιαστήριον, καὶ ἐξιλάσαντο περὶ παντὸς Ἰσραὴλ, ὅτι εἶπεν ὁ βασιλεύς, περὶ παντὸς Ἰσραὴλ ἡ ὁλοκαύτωσις, καὶ τὰ περὶ ἁμαρτίας.

2 Chronicles 29:32

32 Καὶ ἐγένετο ὁ ἀριθμὸς τῆς ὁλοκαυτώσεως ἧς ἀνήνεγκεν ἡ ἐκκλησία, μόσχοι ἑβδομήκοντα, κριοὶ ἑκατὸν, ἀμνοὶ διακόσιοι· εἰς ὁλοκαύτωσιν Κυρίῳ πάντα ταῦτα.

2 Chronicles 29:35

35 Καὶ ἡ ὁλοκαύτωσις πολλὴ ἐν τοῖς στέασι τῆς τελειώσεως τοῦ σωτηρίου καὶ τῶν σπονδῶν τῆς ὁλοκαυτώσεως· καὶ κατωρθώθη τὸ ἔργον ἐν οἴκῳ Κυρίου.

Isaiah 2:6

6 Ἀνῆκε γὰρ τὸν λαὸν αὐτοῦ τὸν οἶκον τοῦ Ἰσραήλ· ὅτι ἐνεπλήσθη ὡς τὸ ἀπʼ ἀρχῆς ἡ χώρα αὐτῶν κληδονισμῶν, ὡς ἡ τῶν ἀλλοφύλων, καὶ τέκνα πολλὰ ἀλλόφυλα ἐγενήθη αὐτοῖς.

Ezekiel 46:4-7

4 Καὶ τὰ ὁλοκαυτώματα προσοίσει ὁ ἀφηγούμενος τῷ Κυρίῳ ἐν τῇ ἡμέρᾳ τῶν σαββάτων, ἓξ ἀμνοὺς ἀμώμους, καὶ κριὸν ἄμωμον, 5 καὶ μαναὰ, πέμμα τῷ κριῷ, καὶ τοῖς ἀμνοῖς θυσίαν, δόμα χειρὸς αὐτοῦ, καὶ ἐλαίου τὸ εἲν τῷ πέμματι. 6 Καὶ ἐν τῇ ἡμέρᾳ τῆς νουμηνίας μόσχον ἄμωμον, καὶ ἓξ ἀμνούς, καὶ κριὸς ἄμωμος ἔσται, 7 καὶ πέμμα τῷ κριῷ, καὶ πέμμα τῷ μόσχῳ ἔσται μαναὰ, καὶ τοῖς ἀμνοῖς, καθὼς ἂν ἐκποιῇ ἡ χεὶρ αὐτοῦ, καὶ ἐλαίου τὸ εἲν τῷ πέμματι.

Ezekiel 46:12-14

12 Ἐὰν δέ ποιήσῃ ὁ ἀφηγούμενος, ὁμολογίαν ὁλοκαύτωμα σωτηρίου τῷ Κυρίῳ, καὶ ἀνοίξῃ ἑαυτῷ τὴν πύλην τὴν βλέπουσαν κατὰ ἀνατολὰς, καὶ ποιήσει τὸ ὁλοκαύτωμα αὐτοῦ, καὶ τὰ τοῦ σωτηρίου αὐτοῦ, ὃν τρόπον ποιεῖ ἐν τῇ ἡμέρᾳ τῶν σαββάτων· καὶ ἐξελεύσεται, καὶ κλείσει τὰς θύρας μετὰ τὸ ἐξελθεῖν αὐτόν·
13 Καὶ ἀμνὸν ἐνιαύσιον ἄμωμον ποιήσει εἰς ὁλοκαύτωμα καθʼ ἡμέραν τῷ Κυρίῳ, πρωῒ ποιήσει αὐτόν. 14 Καὶ μαναὰ ποιήσει ἐπʼ αὐτῷ τοπρωῒ, ἕκτον τοῦ μέτρου, καὶ ἐλαίου τὸ τρίτον τοῦ εἲν τοῦ ἀναμεῖξαι τὴν σεμίδαλιν μαναὰ τῷ Κυρίῳ, πρόσταγμα διαπαντός.

Daniel 9:21

21 καὶ ἔτι ἐμοῦ λαλοῦντος ἐν τῇ προσευχῇ, καὶ ἰδοὺ ἀνὴρ Γαβριὴλ, ὃν ἵδον ἐν τῇ ὁράσει ἐν τῇ ἀρχῇ, πετόμενος, καὶ ἥψατό μου, ὡσεὶ ὥραν θυσίας ἑσπερινῆς.

Daniel 9:27

27 Καὶ δυναμώσει διαθήκην πολλοῖς, ἑβδομὰς μία· καὶ ἐν τῷ ἡμίσει τῆς ἑβδομάδος ἀρθήσεταί μου θυσία καὶ σπονδὴ, καὶ ἐπὶ τὸ ἱερὸν βδέλυγμα τῶν ἐρημώσεων, καὶ ἕως τῆς συντελείας καιροῦ συντέλεια δοθήσεται ἐπὶ τὴν ἐρήμωσιν.

Daniel 11:31

31 Καὶ σπέρματα ἐξ αὐτοῦ ἀναστήσονται, καὶ βεβηλώσουσι τὸ ἁγίασμα τῆς δυναστείας, καὶ μεταστήσουσι τὸν ἐνδελεχισμὸν, καὶ δώσουσι βδέλυγμα ἠφανισμένων.

Daniel 12:11

11 Καὶ ἀπὸ καιροῦ παραλλάξεως τοῦ ἐνδελεχισμοῦ, καὶ δοθήσεται τὸ βδέλυγμα ἐρημώσεως, ἡμέραι χίλιαι διακόσιαι ἐνενήκοντα.

Hosea 4:12

12 ἐν συμβόλοις ἐπηρώτων, καὶ ἐν ῥάβδοις αὐτοῦ ἀπήγγελλον αὐτῷ· πνεύματι πορνείας ἐπλανήθησαν, καὶ ἐξεπόρνευσαν ἀπὸ τοῦ Θεοῦ αὐτῶν.

1 Kings 7:23-39

23 Καὶ ἐποίησε τὴν θάλασσαν δέκα ἐν πήχει ἀπὸ τοῦ χείλους αὐτῆς ἕως τοῦ χείλους αὐτῆς, στρογγύλον κύκλῳ τὸ αὐτό· πέντε ἐν πήχει τὸ ὕψος αὐτῆς· καὶ συνηγμένη τρεῖς καὶ τριάκοντα ἐν πήχει. 24 Καὶ ὑποστηρίγματα ὑποκάτωθεν τοῦ χείλους αὐτῆς κυκλόθεν ἐκύκλουν αὐτήν δέκα ἐν πήχει κυκλόθεν· καὶ τὸ χεῖλος αὐτῆς ὡς ἔργον χείλους ποτηρίου, βλαστὸς κρίνου· καὶ τὸ πάχος αὐτοῦ παλαιστής. 25 Καὶ δώδεκα βόες ὑποκάτω τῆς θαλάσσης, οἱ τρεῖς ἐπιβλέποντες βοῤῥᾶν, καὶ οἱ τρεῖς ἐπιβλέποντες θάλασσαν, καὶ οἱ τρεῖς ἐπιβλέποντες Νότον, καὶ οἱ τρεῖς ἐπιβλέποντες ἀνατολήν· καὶ πάντα τὰ ὀπίσθια εἰς τὸν οἶκον, καὶ ἡ θάλασσα ἐπʼ αὐτῶν ἐπάνωθεν.
26 27 Καὶ ἐποίησε δέκα μεχωνὼθ χαλκᾶς· πέντε πήχεις μῆκος τῆς μεχωνὼθ τῆς μιᾶς, καὶ τέσσαρες πήχεις τὸ πλάτος αὐτῆς, καὶ ἓξ ἐν πήχει τὸ ὕψος αὐτῆς. 28 Καὶ τοῦτο τὸ ἔργον τῶν μεχωνὼθ συγκλειστὸν αὐτοῖς, καὶ συγκλειστὸν ἀναμέσον τῶν ἐξεχομένων. 29 Καὶ ἐπὶ τὰ συγκλείσματα αὐτῶν ἀναμέσον ἐξεχομένων λέοντες καὶ βόες καὶ Χερουβὶμ, καὶ ἐπὶ τῶν ἐξεχομένων, οὕτως καὶ ἐπάνωθεν, καὶ ὑποκάτωθεν τῶν λεόντων καὶ τῶν βοῶν χῶραι, ἔργον καταβάσεως. 30 Καὶ τέσσαρες τροχοὶ χαλκοῖ τῇ μεχωνὼθ τῇ μιᾷ, καὶ τὰ προσέχοντα χαλκᾶ καὶ τέσσαρα μέρη αὐτῶν, ὠμίαι ὑποκάτω τῶν λουτήρων. 31 Καὶ χεῖρες ἐν τοῖς τροχοῖς ἐν τῇ μεχωνώθ. 32 Καὶ τὸ ὕψος τοῦ τροχοῦ τοῦ ἑνὸς πήχεος καὶ ἡμίσους. 33 Καὶ τὸ ἔργον τῶν τροχῶν ἔργον τροχῶν ἅρματος· αἱ χεῖρες αὐτῶν καὶ οἱ νῶτοι αὐτῶν καὶ ἡ πραγματεία αὐτῶν πάντα χωνευτά. 34 Αἱ τέσσαρες ὠμίαι ἐπὶ τῶν τεσσάρων γωνιῶν τῆς μεχωνὼθ τῆς μιᾶς, ἐκ τῆς μεχωνὼθ οἱ ὦμοι αὐτῆς. 35 Καὶ ἐπὶ τῆς κεφαλῆς τῆς μεχωνὼθ ἥμισυ τοῦ πήχεος μέγεθος αὐτῆς στρογγύλον κύκλῳ ἐπὶ τῆς κεφαλῆς τῆς μεχωνώθ· καὶ ἀρχὴ χειρῶν αὐτῆς καὶ τὰ συγκλείσματα αὐτῆς· καὶ ἠνοίγετο ἐπὶ τὰς ἀρχὰς τῶν χειρῶν αὐτῆς. 36 Καὶ τὰ συγκλείσματα αὐτῆς Χερουβὶμ καὶ λέοντες καὶ φοίνικες ἑστῶτα, ἐχόμενον ἕκαστον κατὰ πρόσωπον ἔσω καὶ τὰ κυκλόθεν. 37 Κατʼ αὐτὴν ἐποίησε πάσας τὰς δέκα μεχωνώθ, τάξιν μίαν καὶ μέτρον ἐν πάσαις. 38 Καὶ ἐποίησε δέκα χυτροκαύλους χαλκοῦς, τεσσαράκοντα χοεῖς χωροῦντα τὸν ἕνα χυτρόκαυλον μετρήσει τεσσάρων πηχῶν· χυτρόκαυλος ὁ εἷς ἐπὶ τῆ μεχωνὼθ τῆ μιᾷ ταῖς δέκα μεχωνώθ. 39 Καὶ ἔθετο τὰς πέντε μεχωνὼθ ἀπὸ τῆς ὠμίας τοῦ οἴκου ἐκ δεξιῶν, καὶ πέντε ἀπὸ τῆς ὠμίας τοῦ οἴκου ἐξ ἀριστερῶν· καὶ ἡ θάλασσα ἀπὸ τῆς ὠμίας τοῦ οἴκου ἐκ δεξιῶν κατʼ ἀνατολὰς ἀπὸ τοῦ κλίτους τοῦ Νότου.

2 Kings 25:13-16

13 Καὶ τοὺς στύλους τοὺς χαλκοῦς τοὺς ἐν οἴκῳ Κυρίου, καὶ τὰς μεχωνὼθ, καὶ τὴν θάλασσαν τὴν χαλκῆν τὴν ἐν οἴκῳ Κυρίου συνέτριψαν οἱ Χαλδαῖοι, καὶ ᾖραν τὸν χαλκὸν αὐτῶν εἰς Βαβυλῶνα. 14 Καὶ τοὺς λέβητας, καὶ τὰ ἰαμὶν, καὶ τὰς φιάλας, καὶ τὰς θυΐσκας, καὶ πάντα τὰ σκεύη τὰ χαλκᾶ ἐν οἷς λειτουργοῦσιν ἐν αὐτοῖς, ἔλαβε. 15 Καὶ τὰ πυρεῖα, καὶ τὰς φιάλας τὰς χρυσᾶς καὶ τὰς ἀργυρᾶς ἔλαβεν ὁ ἀρχιμάγειρος, 16 στύλους δύο, καὶ τὴν θάλασσαν μίαν, καὶ τὰς μεχωνώθ ἃς ἐποίησε Σαλωμὼν τῷ οἴκῳ Κυρίου· οὐκ ἦν σταθμὸς τοῦ χαλκοῦ πάντων τῶν σκευῶν.

2 Chronicles 4:14-15

14 Καὶ τοὺς μεχωνὼθ ἐποίησε δέκα, καὶ τοὺς λουτῆρας ἐποίησεν ἐπὶ τοὺς μεχωνὼθ, 15 καὶ τὴν θάλασσαν μίαν καὶ τοὺς μόσχους τοὺς δώδεκα ὑποκάτω αὐτῆς,

2 Chronicles 28:24

24 Καὶ ἀπέστησεν Ἄχαζ τὰ σκεύη οἴκου Κυρίου, καὶ κατέκοψεν αὐτὰ, καὶ ἔκλεισε τὰς θύρας οἴκου Κυρίου, καὶ ἐποίησεν ἑαυτῷ θυσιαστήρια ἐν πάσῃ γωνίᾳ ἐν Ἱερουσαλὴμ,

2 Chronicles 29:19

19 καὶ πάντα τὰ σκεύη ἃ ἐμίανεν ὁ βασιλεὺς Ἄχαζ ἐν τῇ βασιλείᾳ αὐτοῦ ἐν τῇ ἀποστασίᾳ αὐτοῦ, ἡτοιμάκαμεν καὶ ἡγνίκαμεν· ἰδού ἐστιν ἐναντίον τοῦ θυσιαστηρίου Κυρίου.

Jeremiah 52:20

20 Καὶ οἱ στῦλοι δύο, καὶ ἡ θάλασσα μία, καὶ οἱ μόσχοι δώδεκα χαλκοῖ ὑποκάτω τῆς θαλάσσης, ἃ ἐποίησεν ὁ βασιλεὺς Σαλωμὼν εἰς οἶκον Κυρίου, οὗ οὐκ ἦν σταθμὸς τοῦ χαλκοῦ αὐτῶν.

1 Kings 10:5

5 καὶ τὰ βρώματα Σαλωμὼν, καὶ τὴν καθέδραν παίδων αὐτοῦ, καὶ τὴν στάσιν λειτουργῶν αὐτοῦ, καὶ τὸν ἱματισμὸν αὐτοῦ, καὶ τοὺς οἰνοχόους αὐτοῦ, καὶ τὴν ὁλοκαύτωσιν αὐτοῦ ἣν ἀνέφερεν ἐν οἴκῳ Κυρίου, καὶ ἐξ ἑαυτῆς ἐγένετο·

2 Kings 11:5

5 καὶ ἐνετείλατο αὐτοῖς, λέγων, οὗτος ὁ λόγος ὃν ποιήσετε·

Ezekiel 46:2

2 Καὶ εἰσελεύσεται ὁ ἀφηγούμενος κατὰ τὴν ὁδὸν τοῦ αἰλὰμ τῆς πύλης τῆς ἔσωθεν, καὶ στήσεται ἐπὶ τὰ πρόθυρα τῆς πύλης, καὶ ποιήσουσιν οἱ ἱερεῖς τὰ ὁλοκαυτώματα αὐτοῦ, καὶ τὰ τοῦ σωτηρίου αὐτοῦ·

1 Kings 14:29

29 Καὶ τὰ λοιπὰ τῶν λόγων Ῥοβοὰμ καὶ πάντα ἃ ἐποίησεν, οὐκ ἰδοὺ ταῦτα γεγραμμένα ἐν βιβλίῳ λόγων τῶν ἡμερῶν τοῖς βασιλεῦσιν Ἰούδα;

2 Kings 15:6-7

6 Καὶ τὰ λοιπὰ τῶν λόγων Ἀζαρίου καὶ πάντα, ὅσα ἐποίησεν, οὐχὶ ταῦτα γεγραμμένα ἐπὶ βιβλίῳ λόγων τῶν ἡμερῶν τοῖς βασιλεῦσιν Ἰούδα; 7 Καὶ ἐκοιμήθη Ἀζαρίας μετὰ τῶν πατέρων αὐτοῦ, καὶ ἔθαψαν αὐτὸν μετὰ τῶν πατέρων αὐτοῦ ἐν πόλει Δαυὶδ, καὶ ἐβασίλευσεν Ἰωάθαμ υἱὸς αὐτοῦ ἀντʼ αὐτοῦ.

2 Kings 15:36

36 Καὶ τὰ λοιπὰ τῶν λόγων Ἰωάθαμ καὶ πάντα ὅσα ἐποίησεν, οὐχὶ ταῦτα γεγραμμένα ἐπὶ βιβλίῳ λόγων τῶν ἡμερῶν τοῖς βασιλεῦσιν Ἰούδα;

2 Kings 20:20-21

20 Καὶ τὰ λοιπὰ τῶν λόγων Ἐζεκίου καὶ πᾶσα ἡ δυναστεία αὐτοῦ, καὶ ὅσα ἐποίησε, τὴν κρήνην καὶ τὸν ὑδραγωγὸν, καὶ εἰσήγαγε τὸ ὕδωρ εἰς τὴν πόλιν, οὐχὶ ταῦτα γεγραμμένα ἐπὶ βιβλίῳ λόγων τῶν ἡμερῶν τοῖς βασιλεῦσιν Ἰούδα; 21 Καὶ ἐκοιμήθη Ἐζεκίας μετὰ τῶν πατέρων αὐτοῦ, καὶ ἐβασίλευσε Μανασσῆς υἱὸς αὐτοῦ ἀντʼ αὐτοῦ.

2 Chronicles 28:26

26 Καὶ οἱ λοιποὶ λόγοι αὐτοῦ καὶ αἱ πράξεις αὐτοῦ αἱ πρῶται καὶ ἔσχαται, ἰδοὺ γεγραμμέναι ἐπὶ βιβλίῳ βασιλέων Ἰούδα καὶ Ἰσραήλ.

2 Kings 18:1

1 Καὶ ἐγένετο ἐν ἔτει τρίτῳ τῷ Ὡσηὲ υἱῷ Ἠλὰ βασιλεῖ Ἰσραὴλ ἐβασίλευσεν Ἐζεκίας υἱὸς Ἄχαζ βασιλέως Ἰούδα.

2 Kings 21:18

18 Καὶ ἐκοιμήθη Μανασσῆς μετὰ τῶν πατέρων αὐτοῦ, καὶ ἐτάφη ἐν τῷ κήπῳ τοῦ οἴκου αὐτοῦ ἐν κήπω Ὀζά· καὶ ἐβασίλευσεν Ἀμὼν υἱὸς αὐτοῦ ἀντʼ αὐτοῦ.

2 Kings 21:26

26 Καὶ ἔθαψαν αὐτὸν ἐν τῷ τάφῳ αὐτοῦ ἐν τῷ κήπῳ Ὀζά, καὶ ἐβασίλευσεν Ἰωσίας υἱὸς αὐτοῦ ἀντʼ αὐτοῦ.

1 Chronicles 3:13

13 Ἄχαζ υἱὸς αὐτοῦ, Ἐζεκίας υἱὸς αὐτοῦ, Μανασσῆς υἱὸς αὐτοῦ,

2 Chronicles 28:27-29:1

27 Καὶ ἐκοιμήθη Ἄχαζ μετὰ τῶν πατέρων αὐτοῦ, καὶ ἐτάφη ἐν πόλει Δαυὶδ, ὅτι οὐκ εἰσήνεγκαν αὐτὸν εἰς τοὺς τάφους τῶν βασιλέων Ἰσραὴλ, καὶ ἐβασίλευσεν Ἐζεκίας υἱὸς αὐτοῦ ἀντʼ αὐτοῦ.

Cross Reference data is from OpenBible.info, retrieved June 28, 2010, and licensed under a Creative Commons Attribution License.