2 Chronicles 9:6 Cross References - Brenton_Greek

6 Καὶ οὐκ ἐπίστευσα τοῖς λόγοις ἕως οὗ ἦλθον καὶ εἶδον οἱ ὀφθαλμοί μου, καὶ ἰδοὺ οὐκ ἀπηγγέλη μοι ἥμισυ τοῦ πλήθους τῆς σοφίας σου· προσέθηκας ἐπὶ τὴν ἀκοὴν ἣν ἤκουσα.

1 Kings 4:31

31 Καὶ ἐσοφίσατο ὑπὲρ πάντας τοὺς ἀνθρώπους· καὶ ἐσοφίσατο ὑπὲρ Γαιθὰμ τὸν Ζαρίτην, καὶ τὸν Αἰμὰν, καὶ τὸν Χαλκὰδ καὶ Δαράδα υἱοὺς Μάλ.

1 Kings 4:34

34 Καὶ παρεγίνοντο πάντες οἱ λαοὶ ἀκοῦσαι τῆς σοφίας Σαλωμών· καὶ παρὰ πάντων τῶν βασιλέων τῆς γῆς, ὅσοι ἤκουον τῆς σοφίας αὐτοῦ·
Καὶ ἔλαβε Σαλωμὼν τὴν θυγατέρα Φαραὼ αὑτῷ εἰς γυωαῖκα, καὶ εἰσήγαγεν αὐτὴν εἰς τὴν πόλιν Δαυὶδ ἕως συντελέσαι αὐτὸν τὸν οἶκον Κυρίου, καὶ τὸν οἶκον ἑαυτοῦ, καὶ τὸ τεῖχος Ἱερουσαλήμ· τότε ἁνέβη φαραὼ βασιλεὺς Αἰγύπτου, καὶ προκατελάβετο τὴν Γαζὲρ, καὶ ἐνεπύρισεν αὐτὴν, καὶ τὸν Χανανίτην τὸν κατοικοῦντα ἐν Μεργάβ· καὶ ἔδωκεν αὐτὰς Φαραὼ ἀποστολὰς θυγατρὶ αὐτοῦ γυναικὶ Σαλωμών· καὶ Σαλωμὼν ᾠκοδόμησε τὴν Γαζέρ.

1 Kings 10:7

7 Καὶ οὐκ ἐπίστευσα τοῖς λαλοῦσί μοι, ἕως ὅτου παρεγενόμην καὶ ἑωράκασιν οἱ ὀφθαλμοί μου· καὶ ἰδοὺ οὐκ εἰσὶ τὸ ἥμισυ καθὼς ἀπήγγειλάν μοι· προστέθεικας ἀγαθὰ πρὸς αὐτὰ ἐπὶ πᾶσαν τὴν ἀκοὴν ἣν ἤκουσα ἐν τῇ γῇ μου.

2 Chronicles 9:5

5 Καὶ εἶπε πρὸς τὸν βασιλέα, ἀληθινὸς ὁ λόγος ὃν ἤκουσα ἐν τῇ γῇ μου περὶ τῶν λόγων σου, καὶ περὶ τῆς σοφίας σου.

Psalms 31:19

19 Ὡς πολὺ τὸ πλῆθος τῆς χρηστότητός σου, Κύριε, ἧς ἔκρυψας τοῖς φοβουμένοις σε; ἐξειργάσω τοῖς ἐλπίζουσιν ἐπὶ σὲ, ἐναντίον τῶν υἱῶν τῶν ἀνθρώπων.

Song of Songs 5:9-16

9 Τί ἀδελφιδός σου ἀπὸ ἀδελφιδοῦ, ἡ καλὴ ἐν γυναιξί; τί ἀδελφιδός σου ἀπὸ ἀδελφιδοῦ, ὅτι οὕτως ὥρκισας ἡμᾶς;
10 Ἀδελφιδός μου λευκὸς καὶ πυῤῥὸς, ἐκλελοχισμένος ἀπὸ μυριάδων. 11 Κεφαλὴ αὐτοῦ χρυσίον κεφὰζ, βόστρυχοι αὐτοῦ ἐλάται, μέλανες ὡς κόραξ. 12 Ὀφθαλμοὶ αὐτοῦ ὡς περιστεραὶ ἐπὶ πληρώματα ὑδάτων, λελουσμέναι ἐν γάλακτι, καθήμεναι ἐπὶ πληρώματα. 13 Σιαγόνες αὐτοῦ ὡς φιάλαι τοῦ ἀρώματος φύουσαι μυρεψικά· χείλη αὐτοῦ κρίνα στάζοντα σμύρναν πλήρη. 14 Χεῖρες αὐτοῦ τορευταὶ χρυσαῖ πεπληρωμέναι Θαρσίς· κοιλία αὐτοῦ πυξίον ἐλεφάντινον ἐπὶ λίθου σαπφείρου. 15 Κνῆμαι αὐτοῦ στῦλοι μαρμάρινοι τεθεμελιωμένοι ἐπὶ βάσεις χρυσᾶς· εἶδος αὐτοῦ ὡς Λίβανος, ἐκλεκτὸς ὡς κέδροι. 16 Φάρυγξ αὐτοῦ γλυκασμοὶ καὶ ὅλος ἐπιθυμία· οὗτος ἀδελφιδός μου καὶ οὗτος πλησίον μου, θυγατέρες Ἱερουσαλήμ.

Zechariah 9:17

17 Ὅτι εἴ τι ἀγαθὸν αὐτοῦ, καὶ εἴ τι καλὸν αὐτοῦ, σῖτος νεανίσκοις, καὶ οἶνος εὐωδιάζων εἰς παρθένους.

Cross Reference data is from OpenBible.info, retrieved June 28, 2010, and licensed under a Creative Commons Attribution License.