2 Chronicles 5:11 Cross References - Brenton_Greek

11 Καὶ ἐγένετο ἐν τῷ ἐξελθεῖν τοὺς ἱερεῖς ἐκ τῶν ἁγίων, ʼὅτι πάντες οἱ ἱερεῖς οἱ εὑρεθέντες ἡγιάσθησαν, οὐκ ἦσαν διατεταγμένοι κατʼ ἐφημερίαν.

Exodus 19:10

10 Εἶπε δὲ Κύριος πρὸς Μωυσῆν, Καταβὰς διαμάρτυραι τῷ λαῷ, καὶ ἅγνισον αὐτοὺς σήμερον καὶ αὔριον, καὶ πλυνάτωσαν τὰ ἱμάτια,

Exodus 19:14-15

14 Κατέβη δὲ Μωυσῆς ἐκ τοῦ ὄρους πρὸς τὸν λαὸν, καὶ ἡγίασεν αὐτούς· καὶ ἔπλυναν τὰ ἱμάτια. 15 Καὶ εἶπε τῷ λαῷ, γίνεσθε ἕτοιμοι, τρεῖς ἡμέρας μὴ προσέλθητε γυναικί.

1 Chronicles 24:1-31

1 Καὶ τοῖς υἱοὺς Ἀαρὼν διαιρέσεις Ναδὰβ, καὶ Ἀβιοὺδ, καὶ Ἐλεάζαρ, καὶ Ἰθάμαρ. 2 Καὶ ἀπέθανε Ναδὰβ καὶ Ἀβιοὺδ ἐναντίον τοῦ πατρὸς αὐτῶν, καὶ υἱοὶ οὐκ ἦσαν αὐτοῖς· καὶ ἱεράτευσεν Ἐλεάζαρ καὶ Ἰθάμαρ υἱοὶ Ἀαρών. 3 Καὶ διεῖλεν αὐτοὺς Δαυὶδ, καὶ Σαδὼκ ἐκ τῶν υἱῶν Ἐλεάζαρ, καὶ Ἀχιμέλεχ ἐκ τῶν υἱῶν Ἰθάμαρ, κατὰ τὴν ἐπίσκεψιν αὐτῶν, κατὰ τὴν λειτουργίαν αὐτῶν, κατʼ οἴκους πατριῶν αὐτῶν.
4 Καὶ εὑρέθησαν οἱ υἱοὶ Ἐλεάζαρ πλείους εἰς ἄρχοντας τῶν δυνατῶν παρὰ τοὺς υἱοὺς Ἰθάμαρ· καὶ διεῖλεν αὐτοὺς, τοῖς υἱοῖς Ἐλεάζαρ ἄρχοντας εἰς οἴκους πατριῶν ἑκκαίδεκα, καὶ τοῖς υἱοῖς Ἰθάμαρ κατʼ οἴκους πατριῶν ὀκτώ. 5 Καὶ διεῖλεν αὐτοὺς κατὰ κλήρους τούτους πρὸς τούτους, ὅτι ἦσαν ἄρχοντες τῶν ἁγίων, καὶ ἄρχοντες Κυρίου ἐν τοῖς υἱοῖς Ἐλεάζαρ καὶ ἐν τοῖς υἱοῖς Ἰθάμαρ.
6 Καὶ ἔγραψεν αὐτοὺς Σαμαΐας υἱὸς Ναθαναὴλ ὁ γραμματεὺς ἐκ τοῦ Λευὶ κατέναντι τοῦ βασιλέως καὶ τῶν ἀρχόντων, καὶ Σαδὼκ ὁ ἱερεὺς, καὶ Ἀχιμέλεχ υἱὸς Ἀβιάθαρ, καὶ ἄρχοντες τῶν πατριῶν τῶν ἱερέων καὶ τῶν Λευιτῶν οἴκου πατριᾶς, εἷς εἷς τῷ Ἐλεάζαρ, καὶ εἷς εἷς τῷ Ἰθάμαρ.
7 Καὶ ἐξῆλθεν ὁ κλῆρος ὁ πρῶτος τῷ Ἰωαρὶμ, τῷ Ἰεδίᾳ ὁ δεύτερος, 8 τῷ Χαρὶβ ὁ τρίτος, τῷ Σεωρὶμ ὁ τέταρτος, 9 τῷ Μελχίᾳ ὁ πέμπτος, τῷ Μεϊαμὶν ὁ ἕκτος, 10 τῷ Κὼς ὁ ἕβδομος, τῷ Ἀβίᾳ ὁ ὄγδοος, 11 τῷ Ἰησοῦ ὁ ἔνατος, τῷ Σεχενίᾳ ὁ δέκατος, 12 τῷ Ἐλιαβὶ ὁ ἑνδέκατος, τῷ Ἰακὶμ ὁ δωδέκατος, 13 τῷ Ὀπφᾷ ὁ τρισκαιδέκατος, τῷ Ἰεσβαὰλ ὁ τεσσαρεσκαιδέκατος, 14 τῷ Βελγᾷ ὁ πεντεκαιδέκατος, τῷ Ἐμμὴρ ὁ ἑκκαιδέκατος, 15 τῷ Χηζὶν ὁ ἑπτακαιδέκατος, τῷ Ἀφεσὴ ὁ ὀκτωκαιδέκατος, 16 τῷ Φεταίᾳ ὁ ἐννεακαιδέκατος, τῷ Ἐζεκὴλ ὁ εἰκοστὸς, 17 τῷ Ἀχὶμ ὁ εἷς καὶ εἰκοστός, τῷ Γαμοὺλ ὁ δεύτερος καὶ εἰκοστὸς, 18 τῷ Ἀδαλλαὶ ὁ τρίτος καὶ εἰκοστός, τῷ Μαασαὶ ὁ τέταρτος καὶ εἰκοστὸς.
19 Αὕτη ἡ ἐπίσκεψις αὐτῶν κατὰ τὴν λειτουργίαν αὐτῶν τοῦ εἰσπορεύεσθαι εἰς οἶκον Κυρίου κατὰ τὴν κρίσιν αὐτῶν διὰ χειρὸς Ἀαρὼν πατρὸς αὐτῶν, ὡς ἐνετείλατο Κύριος ὁ Θεὸς Ἰσραήλ.
20 Καὶ τοῖς υἱοῖς Λευὶ τοῖς καταλοίποις, τοῖς υἱοῖς Ἀμβρὰμ, Σωβαήλ· τοῖς υἱοῖς Σωβαὴλ, Ἰεδία. 21 Τῷ Ῥααβίᾳ ὁ ἄρχων. 22 Καὶ τῷ Ἰσααρὶ, Σαλωμώθ· τοῖς υἱοῖς Σαλωμὼθ, Ἰάθ. 23 Υἱοὶ Ἐκδιοῦ, Ἀμαδία ὁ δεύτερος, Ἰαζιὴλ ὁ τρίτος, Ἰεκμοὰμ ὁ τέταρτος. 24 Τοῖς υἱοῖς Ὀζιὴλ, Μιχά· υἱοὶ Μιχὰ, Σαμήρ. 25 Ἀδελφὸς Μιχὰ, Ἰσία· υἱὸς Ἰσία, Ζαχαρία. 26 Υἱοὶ Μεραρὶ, Μοολὶ καὶ ὁ Μουσί· υἱοὶ Ὀζία 27 τοῦ Μεραρὶ τῷ Ὀζίᾳ· υἱοὶ αὐτοῦ Ἰσοὰμ, καὶ Σακχοὺρ, καὶ Ἀβαΐ. 28 Τῷ Μοολὶ Ἐλεάζαρ, καὶ Ἰθάμαρ· καὶ ἀπέθανεν Ἐλεάζαρ καὶ οὐκ ἦσαν αὐτῷ υἱοί. 29 Τῷ Κὶς, υἱοὶ τοῦ Κὶς Ἱεραμεήλ. 30 Καὶ υἱοὶ τοῦ Μουσὶ Μοολὶ, καὶ Ἐδὲρ, καὶ Ἰαριμώθ· οὗτοι υἱοὶ τῶν Λευιτῶν κατʼ οἴκους πατριῶν αὐτῶν. 31 Καὶ ἔλαβον καὶ αὐτοὶ κλήρους καθὼς οἱ ἀδελφοὶ αὐτῶν υἱοὶ Ἀαρὼν ἐναντίον τοῦ βασιλέως, καὶ Σαδὼκ, καὶ Ἀχιμέλεχ, καὶ οἱ ἄρχοντες τῶν πατριῶν τῶν ἱερέων καὶ τῶν Λευιτῶν πατριάρχαι Ἀραὰβ, καθὼς οἱ ἀδελφοὶ αὐτοῦ οἱ νεώτεροι.

2 Chronicles 29:5

5 ἀκούσατε οἱ Λευῖται· νῦν ἁγνίσθητε, καὶ ἁγνίσατε τὸν οἶκον Κυρίου Θεοῦ τῶν πατέρων ὑμῶν, καὶ ἐκβάλετε τὴν ἀκαθαρσίαν ἐκ τῶν ἁγίων.

2 Chronicles 29:15

15 Καὶ συνήγαγον τοὺς ἀδελφοὺς αὐτῶν, καὶ ἡγνίσθησαν κατὰ τὴν ἐντολὴν τοῦ βασιλέως διὰ προστάγματος Κυρίου, καθαρίσαι τὸν οἶκον Κυρίου.

2 Chronicles 29:34

34 Ἀλλʼ ἢ οἱ ἱερεῖς ἦσαν ὀλίγοι, καὶ οὐκ ἠδύναντο ἐκδεῖραι τὴν ὁλοκαύτωσιν, καὶ ἀντελάβοντο αὐτῶν οἱ ἀδελφοὶ αὐτῶν οἱ Λευῖται ἕως οὗ συνετελέσθη τὸ ἔργον, καὶ ἕως οὗ ἡγνίσθησαν οἱ ἱερεῖς· ὅτι οἱ Λευῖται προθύμως ἥγνισαν παρὰ τοὺς ἱερεῖς.

2 Chronicles 30:15

15 Καὶ ἔθυσαν τὸ φασὲκ τῇ τεσσαρεσκαιδεκάτῃ τοῦ μηνὸς τοῦ δευτέρου· καὶ οἱ ἱερεῖς καὶ οἱ Λευῖται ἐνετράπησαν καὶ ἥγνισαν, καὶ εἰσήνεγκαν ὁλοκαυτώματα ἐν οἴκῳ Κυρίου.

2 Chronicles 30:17-20

17 Ὅτι πλῆθος τῆς ἐκκλησίας οὐχ ἡγνίσθη, καὶ οἱ Λευῖται ἦσαν τοῦ θύειν τὸ φασὲκ παντὶ τῷ μὴ δυναμένῳ ἁγνισθῆναι τῷ Κυρίῳ. 18 Ὅτι πλεῖστον τοῦ λαοῦ ἀπὸ Ἐφραὶμ, καὶ Μανασσῆ, καὶ Ἰσσάχαρ, καὶ Ζαβουλὼν, οὐχ ἡγνίσθησαν, ἀλλʼ ἔφαγον τὸ φασὲκ παρὰ τὴν γραφήν· τοῦτο καὶ προσηύξατο Ἐζεκίας περὶ αὐτῶν, λέγων, 19 Κύριος ἀγαθὸς ἐξιλάσθω ὑπὲρ πάσης καρδίας κατευθυνούσης ἐκζητῆσαι Κύριον τὸν Θεὸν τῶν πατέρων αὐτῶν, καὶ οὐ κατὰ τὴν ἁγνείαν τῶν ἁγίων. 20 Καὶ ἐπήκουσε Κύριος τῷ Ἐζεκίᾳ, καὶ ἰάσατο τὸν λαόν.

2 Chronicles 35:4

4 Καὶ ἑτοιμάσθητε κατʼ οἴκους πατριῶν ὑμῶν, καὶ κατὰ τὰς ἐφημερίας ὑμῶν, κατὰ τὴν γραφὴν Δαυὶδ βασιλέως Ἰσραὴλ, καὶ διὰ χειρὸς Σαλωμὼν υἱοῦ αὐτοῦ.

Job 1:5

5 Καὶ ὡς ἂν συνετελέσθησαν αἱ ἡμέραι τοῦ πότου, ἀπέστελλεν Ἰὼβ καὶ ἐκαθάριζεν αὐτοὺς ἀνιστάμενος τοπρωῒ, καὶ προσέφερε περὶ αὐτῶν θυσίας, κατὰ τὸν ἀριθμὸν αὐτῶν, καὶ μόσχον ἕνα περὶ ἁμαρτίας περὶ τῶν ψυχῶν αὐτῶν· ἔλεγε γὰρ Ἰὼβ, μή ποτε οἱ υἱοί μου ἐν τῇ διανοίᾳ αὐτῶν κακὰ ἐνενόησαν πρὸς Θεόν· οὕτως οὖν ἐποίει Ἰὼβ πάσας τὰς ἡμέρας.

Cross Reference data is from OpenBible.info, retrieved June 28, 2010, and licensed under a Creative Commons Attribution License.