27 Καὶ ἐκοιμήθη Ἄχαζ μετὰ τῶν πατέρων αὐτοῦ, καὶ ἐτάφη ἐν πόλει Δαυὶδ, ὅτι οὐκ εἰσήνεγκαν αὐτὸν εἰς τοὺς τάφους τῶν βασιλέων Ἰσραὴλ, καὶ ἐβασίλευσεν Ἐζεκίας υἱὸς αὐτοῦ ἀντʼ αὐτοῦ.
2 Chronicles 28:27 Cross References - Brenton_Greek
1 Samuel 2:30
30 Διὰ τοῦτο τάδε λέγει Κύριος ὁ Θεὸς Ἰσραήλ, εἶπα, ὁ οἶκός σου καὶ ὁ οἶκος τοῦ πατρός σου διελεύσεται ἐνώπιόν μου ἕως αἰῶνος· καὶ νῦν φησὶ Κύριος, μηδαμῶς ἐμοί, ὅτι ἀλλʼ ἢ τοὺς δοξάζοντάς με δοξάσω, καὶ ὁ ἐξουθενῶν με ἀτιμασθήσεται.
2 Chronicles 21:20
20 Ἦν τριάκοντα καὶ δύο ἐτῶν ὅτε ἐβασίλευσε, καὶ ὀκτὼ ἔτη ἐβασίλευσεν ἐν Ἱερουσαλήμ· καὶ ἐπορεύθη οὐκ ἐν ἐπαίνῳ, καὶ ἐτάφη ἐν πόλει Δαυὶδ, καὶ οὐκ ἐν τάφοις τῶν βασιλέων.
2 Chronicles 24:25
25 Καὶ μετὰ τὸ ἀπελθεῖν αὐτοὺς ἀπʼ αὐτοῦ, ἐν τῷ ἐγκαταλιπεῖν αὐτὸν ἐν μαλακίαις μεγάλαις, καὶ ἐπέθεντο αὐτῷ οἱ παῖδες αὐτοῦ ἐν αἵμασιν υἱοῦ Ἰωδαὲ τοῦ ἱερέως, καὶ ἐθανάτωσαν αὐτὸν ἐπὶ τῆς κλίνης αὐτοῦ, καὶ ἀπέθανε· καὶ ἔθαψαν αὐτὸν ἐν πόλει Δαυὶδ, καὶ οὐκ ἔθαψαν αὐτὸν ἐν τῷ τάφῳ τῶν βασιλέων.
2 Chronicles 26:23
23 Καὶ ἐκοιμήθη Ὀζίας μετὰ τῶν πατέρων αὐτοῦ, καὶ ἔθαψαν αὐτὸν μετὰ τῶν πατέρων αὐτοῦ ἐν τῷ πεδίῳ τῆς ταφῆς τῶν βασιλέων, ὅτι εἶπαν ὅτι λεπρός ἐστι· καὶ ἐβασίλευσεν Ἰωάθαμ υἱὸς αὐτοῦ ἀντʼ αὐτοῦ.
2 Chronicles 33:20
20 Καὶ ἐκοιμήθη Μανασσῆς μετὰ τῶν πατέρων αὐτοῦ, καὶ ἔθαψαν αὐτὸν ἐν παραδείσῳ οἴκου αὐτοῦ· καὶ ἐβασίλευσεν ἀντʼ αὐτοῦ Ἀμὼν υἱὸς αὐτοῦ.
Proverbs 10:7
7 Μνήμη δικαίων μετʼ ἐγκωμίων, ὄνομα δὲ ἀσεβοῦς σβέννυται.
Isaiah 14:28
28 Τοῦ ἔτους οὗ ἀπέθανεν ὁ βασιλεὺς Ἄχαζ, ἐγενήθη τὸ ῥῆμα τοῦτο.