2 Chronicles 24:25 Cross References - Brenton_Greek

25 Καὶ μετὰ τὸ ἀπελθεῖν αὐτοὺς ἀπʼ αὐτοῦ, ἐν τῷ ἐγκαταλιπεῖν αὐτὸν ἐν μαλακίαις μεγάλαις, καὶ ἐπέθεντο αὐτῷ οἱ παῖδες αὐτοῦ ἐν αἵμασιν υἱοῦ Ἰωδαὲ τοῦ ἱερέως, καὶ ἐθανάτωσαν αὐτὸν ἐπὶ τῆς κλίνης αὐτοῦ, καὶ ἀπέθανε· καὶ ἔθαψαν αὐτὸν ἐν πόλει Δαυὶδ, καὶ οὐκ ἔθαψαν αὐτὸν ἐν τῷ τάφῳ τῶν βασιλέων.

2 Kings 12:20-21

20 Καὶ ἀνέστησαν οἱ δοῦλοι αὐτοῦ καὶ ἔδησαν πάντα σύνδεσμον, καὶ ἐπάταξαν τὸν Ἰωὰς ἐν οἴκῳ Μαλλὼ τῷ ἐν Σελά 21 Καὶ Ἰεζιχὰρ υἱὸς Ἰεμουὰθ, καὶ Ἰεζεβοὺθ ὁ υἱὸς αὐτοῦ Σωμὴρ, οἱ δοῦλοι αὐτοῦ, ἐπάταξαν αὐτὸν καὶ ἀπέθανε, καὶ ἔθαψαν αὐτὸν μετὰ τῶν πατέρων αὐτοῦ ἐν πόλει Δαυίδ· καὶ ἐβασίλευσεν Ἀμεσσίας υἱὸς αὐτοῦ ἀντʼ αὐτοῦ.

2 Kings 14:19-20

19 Καὶ συνεστράφησαν ἐπʼ αὐτὸν σύστρεμμα ἐν Ἱερουσαλὴμ, καὶ ἔφυγεν εἰς Λαχίς· καὶ ἀπέστειλαν ὀπίσω αὐτοῦ εἰς Λαχὶς, καὶ ἐθανάτωσαν αὐτὸν ἐκεῖ. 20 Καὶ ᾖραν αὐτὸν ἐφʼ ἵππων, καὶ ἐτάφη ἐν Ἱερουσαλὴμ μετὰ τῶν πατέρων αὐτοῦ ἐν πόλει Δαυίδ.

2 Chronicles 21:16

16 Καὶ ἐπήγειρε Κύριος ἐπὶ Ἰωρὰμ τοὺς ἀλλοφύλους, καὶ τοὺς Ἄραβας, καὶ τοὺς ὁμόρους τῶν Αἰθιόπων.

2 Chronicles 21:18-20

18 Καὶ μετὰ ταῦτα πάντα ἐπάταξεν αὐτὸν Κύριος εἰς τὴν κοιλίαν μαλακίαν ᾗ οὐκ ἔστιν ἰατρεία. 19 Καὶ ἐγένετο ἐξ ἡμερῶν εἰς ἡμέρας· καὶ ὡς ἦλθε καιρὸς τῶν ἡμερῶν ἡμέρας δύο, ἐξῆλθεν ἡ κοιλία αὐτοῦ μετὰ τῆς νόσου, καὶ ἀπέθανεν ἐν μαλακίᾳ πονηρᾷ· καὶ οὐκ ἐποίησεν ὁ λαὸς αὐτοῦ ἐκφορὰν, καθὼς ἐκφορὰν πατέρων αὐτοῦ. 20 Ἦν τριάκοντα καὶ δύο ἐτῶν ὅτε ἐβασίλευσε, καὶ ὀκτὼ ἔτη ἐβασίλευσεν ἐν Ἱερουσαλήμ· καὶ ἐπορεύθη οὐκ ἐν ἐπαίνῳ, καὶ ἐτάφη ἐν πόλει Δαυὶδ, καὶ οὐκ ἐν τάφοις τῶν βασιλέων.

2 Chronicles 22:6

6 Καὶ ἐπέστρεψεν Ἰωρὰμ τοῦ ἰατρευθῆναι εἰς Ἰεζράελ ἀπὸ τῶν πληγῶν ὧν ἐπάταξαν αὐτὸν οἱ Σύροι ἐν Ῥαμὼθ ἐν τῷ πολεμεῖν αὐτὸν πρὸς Ἀζαὴλ βασιλέα Συρίας.
Καὶ Ὀχοζίας υἱὸς Ἰωρὰμ βασιλεὺς Ἰούδα κατέβη θεάσασθαι τὸν Ἰωρὰμ υἱὸν Ἀχαὰβ εἰς Ἰεζράελ, ὅτι ἠῤῥώστει.

2 Chronicles 24:16

16 Καὶ ἔθαψαν αὐτὸν ἐν πόλει Δαυὶδ μετὰ τῶν βασιλέων, ὅτι ἐποίησεν ἀγαθωσύνην μετὰ Ἰσραὴλ καὶ μετὰ τοῦ Θεοῦ καὶ τοῦ οἴκου αὐτοῦ.

2 Chronicles 24:21-22

21 Καὶ ἐπέθεντο αὐτῷ, καὶ ἐλιθοβόλησαν αὐτὸν διʼ ἐντολῆς Ἰωὰς τοῦ βασιλέως ἐν αὐλῇ οἴκου Κυρίου. 22 Καὶ οὐκ ἐμνήσθη Ἰωὰς τοῦ ἐλέους οὗ ἐποίησεν Ἰωδαὲ ὁ πατὴρ αὐτοῦ μετʼ αὐτοῦ, καὶ ἐθανάτωσε τὸν υἱὸν αὐτοῦ· καὶ ὡς ἀπέθνησκεν, εἶπεν, ἴδοι Κύριος καὶ κρινάτω.

2 Chronicles 28:27

27 Καὶ ἐκοιμήθη Ἄχαζ μετὰ τῶν πατέρων αὐτοῦ, καὶ ἐτάφη ἐν πόλει Δαυὶδ, ὅτι οὐκ εἰσήνεγκαν αὐτὸν εἰς τοὺς τάφους τῶν βασιλέων Ἰσραὴλ, καὶ ἐβασίλευσεν Ἐζεκίας υἱὸς αὐτοῦ ἀντʼ αὐτοῦ.

Psalms 10:14

14 Βλέπεις, ὅτι σὺ πόνον καὶ θυμὸν κατανοεῖς, τοῦ παραδοῦναι αὐτοὺς εἰς χεῖράς σου· σοὶ ἐγκαταλέλειπται ὁ πτωχός, ὀρφανῷ σὺ ᾖσθα βοηθός.

Cross Reference data is from OpenBible.info, retrieved June 28, 2010, and licensed under a Creative Commons Attribution License.