1 Samuel 25:18 Cross References - Brenton_Greek

18 Καὶ ἔσπευσεν Ἀβιγαία καὶ ἔλαβε διακοσίους ἄρτους, καὶ δύο ἀγγεῖα οἴνου, καὶ πέντε πρόβατα πεποιημένα, καὶ πέντε οἰφὶ ἀλφίτου, καὶ γόμορ ἓν σταφίδος, καὶ διακοσίας παλάθας, καὶ ἔθετο ἐπὶ τοὺς ὄνους.

Genesis 32:13-20

13 Καὶ ἐκοιμήθη ἐκεῖ τὴν νύκτα ἐκείνην· καὶ ἔλαβεν ὧν ἔφερεν δῶρα· καὶ ἐξαπέστειλεν Ἡσαῦ τῷ ἀδελφῷ αὐτοῦ, 14 αἶγας διακοσίας, τράγους εἴκοσι, πρόβατα διακόσια, κριοὺς εἴκοσι, 15 καμήλους θηλαζούσας καὶ τὰ παιδία αὐτῶν τριάκοντα, βόας τεσσαράκοντα, ταύρους δέκα, ὄνους εἴκοσι, καὶ πώλους δέκα. 16 Καὶ ἔδωκεν αὐτὰ τοῖς παισὶν αὐτοῦ ποίμνιον κατὰ μόνας· εἶπε δὲ τοῖς παισὶν αὐτοῦ, προπορεύεσθε ἔμπροσθέν μου, καὶ διάστημα ποιεῖτε ἀνὰ μέσον ποίμνης καὶ ποίμνης. 17 Καὶ ἐνετείλατο τῷ πρώτῳ, λέγων, ἐάν σοι συναντήσῃ Ἡσαῦ ὁ ἀδελφός μου, καὶ ἐρωτᾷ σε, λέγων, τίνος εἶ; καὶ ποῦ πορεύῃ; καὶ τίνος ταῦτα τὰ προπορευόμενά σου; 18 Ἐρεῖς, τοῦ παιδός σου Ἰακώβ· δῶρα ἀπέσταλκε τῷ κυρίῳ μου Ἡσαῦ· καὶ ἰδοὺ αὐτὸς ὀπίσω ἡμῶν. 19 Καὶ ἐνετείλατο τῷ πρώτῳ, καὶ τῷ δευτέρῳ, καὶ τῷ τρίτῳ, καὶ πᾶσι τοῖς προπορευομένοις ὀπίσω τῶν ποιμνίων τούτων, λέγων, κατὰ τὸ ῥῆμα τοῦτο λαλήσατε Ἡσαῦ ἐν τῷ εὑρεῖν ὑμᾶς αὐτὸν· 20 Καὶ ἐρεῖτε, ἰδοὺ ὁ παῖς σου Ἰακὼβ παραγίνεται ὀπίσω ἡμῶν· εἶπε γάρ, ἐξιλάσομαι τὸ πρόσωπον αὐτοῦ ἐν τοῖς δώροις τοῖς προπορευομένοις αὐτοῦ, καὶ μετὰ τοῦτο ὄψομαι τὸ πρόσωπον αὐτοῦ· ἴσως γὰρ προσδέξεται τὸ πρόσωπόν μου.

Genesis 43:11-14

11 Εἶπε δὲ αὐτοῖς Ἰσραὴλ ὁ πατὴρ αὐτῶν, εἰ οὕτως ἐστί, τοῦτο ποιήσατε· λάβετε ἀπὸ τῶν καρπῶν τῆς γῆς ἐν τοῖς ἀγγείοις ὑμῶν, καὶ καταγάγετε τῷ ἀνθρώπῳ δῶρα τῆς ῥητίνης, καὶ τοῦ μέλιτος, θυμίαμά τε καὶ στακτὴν, καὶ τερέβινθον, καὶ κάρυα. 12 Καὶ τὸ ἀργύριον δισσὸν λάβετε ἐν ταῖς χερσὶν ὑμῶν· καὶ τὸ ἀργύριον τὸ ἀποστραφὲν ἐν τοῖς μαρσίπποις ὑμῶν ἀποστρέψατε μεθʼ ὑμῶν· μή ποτε ἀγνόημά ἐστι. 13 Καὶ τὸν ἀδελφὸν ὑμῶν λάβετε· καὶ ἀναστάντες κατάβητε πρὸς τὸν ἄνθρωπον. 14 Ὁ δὲ Θεὸς μου δῴη ὑμῖν χάριν ἐναντίον τοῦ ἀνθρώπου καὶ ἀποστείλαι τὸν ἀδελφὸν ὑμῶν τὸν ἕνα, καὶ τὸν Βενιαμίν· ἐγὼ μὲν γὰρ καθάπερ ἠτέκνωμαι, ἠτέκνωμαι.

Numbers 16:46-48

46 Καὶ εἶπε Μωυσῆς πρὸς Ἀαρὼν, λάβε τὸ πυρεῖον, καὶ ἐπίθες ἐπʼ αὐτὸ πῦρ ἀπὸ τοῦ θυσιαστηρίου, καὶ ἐπίβαλε ἐπʼ αὐτὸ θυμίαμα, καὶ ἀπένεγκε τοτάχος εἰς τὴν παρεμβολὴν, καὶ ἐξίλασαι περὶ αὐτῶν· ἐξῆλθε γὰρ ὀργὴ ἀπὸ προσώπου Κυρίου, ἦρκται θραύειν τὸν λαόν. 47 Καὶ ἔλαβεν Ἀαρὼν καθάπερ ἐλάλησεν αὐτῷ Μωυσῆς, καὶ ἔδραμεν εἰς τὴν συναγωγήν· καὶ ἤδη ἐνῆρκτο ἡ θραῦσις ἐν τῷ λαῷ· καὶ ἐπέβαλε τὸ θυμίαμα, καὶ ἐξιλάσατο περὶ τοῦ λαοῦ. 48 Καὶ ἔστη ἀναμέσον τῶν τεθνηκότων καὶ τῶν ζώντων, καὶ ἐκόπασεν ἡ θραῦσις.

1 Samuel 25:34

34 Πλὴν ὅτι ζῇ Κύριος ὁ Θεὸς Ἰσραήλ, ὃς ἀπεκώλυσέ σε σήμερον τοῦ κακοποιῆσαί σε, ὅτι εἰ μὴ ἔσπευσας καὶ παρεγένου εἰς ἀπάντησίν μοι, τότε εἶπα, εἰ ὑπολειφθήσεται τῷ Νάβαλ ἕως φωτὸς τοῦ πρωῒ οὐρῶν πρὸς τοῖχον.

2 Samuel 16:1

1 Καὶ Δαυὶδ παρῆλθε βραχύ τι ἀπὸ τῆς Ῥὼς, καὶ ἰδοὺ Σιβὰ τὸ παιδάριον Μεμφιβοσθὲ εἰς ἀπαντὴν αὐτοῦ· καὶ ζεῦγος ὄνων ἐπίσεσαγμένων, καὶ ἐπʼ αὐτοῖς διακόσιοι ἄρτοι, καὶ ἑκατὸν σταφίδες, καὶ ἑκατὸν φοίνικες, καὶ νέβελ οἴνου.

2 Samuel 17:28-29

28 ἤνεγκαν δέκα κοίτας ἀμφιτάπους, καὶ λέβητας δέκα, καὶ σκεύη κεράμου, καὶ πυροὺς, καὶ κριθὰς, καὶ ἄλευρον, καὶ ἄλφιτον, καὶ κύαμον, καὶ φακὸν, 29 καὶ μέλι, καὶ βούτυρον, καὶ πρόβατα, καὶ σαφφὼθ βοῶν· καὶ προσήνεγκαν τῷ Δαυὶδ, καὶ τῷ λαῷ τῷ μετʼ αὐτοῦ φαγεῖν· ὅτι εἶπαν, ὁ λαὸς πεινῶν καὶ ἐκλελυμένος καὶ διψῶν ἐν τῇ ἐρήμῳ.

1 Chronicles 12:40

40 Καὶ οἱ ὁμοροῦντες αὐτοῖς ἕως Ἰσσάχαρ καὶ Ζαβουλὼν καὶ Νεφθαλὶ, ἔφερον αὐτοῖς ἐπὶ τῶν καμήλων καὶ τῶν ὄνων καὶ τῶν ἡμιόνων καὶ ἐπὶ τῶν μόσχων βρώματα, ἄλευρα, παλάθας, σταφίδας, οἶνον, καὶ ἔλαιον, μόσχους καὶ πρόβατα εἰς πλῆθος, ὅτι εὐφροσύνη ἐν Ἰσραήλ.

Proverbs 6:4-5

4 Μὴ δῷς ὕπνον σοῖς ὄμμασι, μηδὲ ἐπινυστάξῃς σοῖς βλεφάροις, 5 ἵνα σώζῃ ὥσπερ δορκὰς ἐκ βρόχων, καὶ ὥσπερ ὄρνεον ἐκ παγίδος.

Proverbs 18:16

16 Δόμα ἀνθρώπου ἐμπλατύνει αὐτὸν, καὶ παρὰ δυνάσταις καθιζάνει αὐτόν.

Proverbs 21:14

14 Δόσις λάθριος ἀνατρέπει ὀργὰς, δώρων δὲ ὁ φειδόμενος θυμὸν ἐγείρει ἰσχυρόν.

Cross Reference data is from OpenBible.info, retrieved June 28, 2010, and licensed under a Creative Commons Attribution License.