23 Ὅτι ἁμαρτία οἰώνισμά ἐστιν, ὀδύνην καὶ πόνους θεραφὶν ἐπάγουσιν· ὅτι ἐξουδένωσας τὸ ῥῆμα Κυρίου, καὶ ἐξουδενώσει σε Κύριος μὴ εἶναι βασιλέα ἐπὶ Ἰσραήλ.
1 Samuel 15:23 Cross References - Brenton_Greek
Genesis 31:19
19 Λάβαν δὲ ᾤχετο κεῖραι τὰ πρόβατα αὐτοῦ· ἔκλεψε δὲ Ῥαχὴλ τὰ εἴδωλα τοῦ πατρὸς αὐτῆς.
Genesis 31:34
34 Ῥαχὴλ δὲ ἔλαβε τὰ εἴδωλα, καὶ ἐνέβαλεν αὐτὰ εἰς τὰ σάγματα τῆς καμήλου, καὶ ἐπεκάθισεν αὐτοῖς.
Exodus 22:18
18 Φαρμακοὺς οὐ περιποιήσετε.
Leviticus 20:6
6 Καὶ ψυχή ἣ ἂν ἐπακολουθήσῃ ἐγγαστριμύθοις ἢ ἐπαοιδοῖς, ὥστε ἐκπορνεῦσαι ὀπίσω αὐτῶν, ἐπιστήσω τὸ πρόσωπόν μου ἐπὶ τὴν ψυχὴν ἐκείνην, καὶ ἀπολῶ αὐτῆν ἐκ τοῦ λαοῦ αὐτῆς.
Leviticus 20:27
27 Καὶ ἀνὴρ ἢ γυνή ὃς ἂν γένηται αὐτῶν ἐγγαστρίμυθος ἢ ἐπαοιδός, θανάτῳ θανατούσθωσαν ἀμφότεροι· λίθοις λιθοβολήσετε αὐτοὺς, ἔνοχοί εἰσι.
Numbers 14:9
9 Ἀλλὰ ἀπὸ τοῦ Κυρίου μὴ ἀποστάται γίνεσθε· ὑμεῖς δὲ μὴ φοβηθῆτε τὸν λαὸν τῆς γῆς, ὅτι κατάβρωμα ἡμῖν ἐστιν· ἀφέστηκε γὰρ ὁ καιρὸς ἀπʼ αὐτῶν· ὁ δὲ Κύριος ἐν ἡμῖν· μὴ φοβηθῆτε αὐτούς.
Deuteronomy 9:7
7 Μνήσθητι, μὴ ἐπιλάθῃ ὅσα παρώξυνας Κύριον τὸν Θεόν σου ἐν τῇ ἐρήμῳ· ἀφʼ ἧς ἡμέρας ἐξήλθετε ἐξ Αἰγύπτου, ἕως ἤλθετε εἰς τὸν τόπον τοῦτον, ἀπειθοῦντες διετελεῖτε τὰ πρὸς Κύριον.
Deuteronomy 9:24
24 Ἀπειθοῦντες ἦτε τὰ πρὸς Κύριον ἀπὸ τῆς ἡμέρας, ἧς ἐγνώσθη ὑμῖν.
Deuteronomy 18:10-11
Joshua 22:16-19
16 τάδε λέγει πᾶσα ἡ συναγωγὴ Κυρίου, τίς ἡ πλημμέλεια αὕτη, ἣν ἐπλημμελήσατε ἐναντίον τοῦ Θεοῦ Ἰσραὴλ, ἀποστραφῆναι σήμερον ἀπὸ Κυρίου, οἰκοδομήσαντες ὑμῖν ἑαυτοῖς βωμόν, ἀποστάτας ὑμᾶς γενέσθαι ἀπὸ τοῦ Κυρίου; 17 Μὴ μικρὸν ὑμῖν τὸ ἁμάρτημα Φογὼρ, ὅτι οὐκ ἐκαθαρίσθημεν ἀπʼ αὐτοῦ ἕως τῆς ἡμέρας ταύτης; καὶ ἐγενήθη πληγὴ ἐν τῇ συναγωγῇ Κυρίου. 18 Καὶ ὑμεῖς ἀπεστράφητε σήμερον ἀπὸ Κυρίου· καὶ ἔσται ἐὰν ἀποστῆτε σήμερον ἀπὸ Κυρίου, καὶ αὔριον ἐπὶ πάντα Ἰσραὴλ ἔσται ἡ ὀργή. 19 Καὶ νῦν εἰ μικρὰ ἡ γῆ ὑμῶν τῆς κατασχέσεως ὑμῶν, διάβητε εἰς τὴν γῆν τῆς Κυρίου κατασχέσεως, οὗ κατασκηνοῖ ἐκεῖ ἡ σκηνὴ Κυρίου, καὶ κατακληρονομήσατε ἐν ἡμῖν· καὶ μὴ ἀπὸ Θεοῦ ἀποστάται γενήθητε, καὶ ὑμεῖς μηδʼ ἀπόστητε ἀπὸ Κυρίου, διὰ τὸ οἰκοδομῆσαι ὑμᾶς βωμὸν ἔξω τοῦ θυσιαστηρίου Κυρίου τοῦ Θεοῦ ἡμῶν.
1 Samuel 2:30
30 Διὰ τοῦτο τάδε λέγει Κύριος ὁ Θεὸς Ἰσραήλ, εἶπα, ὁ οἶκός σου καὶ ὁ οἶκος τοῦ πατρός σου διελεύσεται ἐνώπιόν μου ἕως αἰῶνος· καὶ νῦν φησὶ Κύριος, μηδαμῶς ἐμοί, ὅτι ἀλλʼ ἢ τοὺς δοξάζοντάς με δοξάσω, καὶ ὁ ἐξουθενῶν με ἀτιμασθήσεται.
1 Samuel 12:14-15
14 Ἐὰν φοβηθῆτε τὸν Κύριον, καὶ δουλεύσητε αὐτῷ, καὶ ἀκούσητε τῆς φωνῆς αὐτοῦ, καὶ μὴ ἐρίσητε τῷ στόματι Κυρίου, καὶ ἦτε καὶ ὑμεῖς καὶ ὁ βασιλεὺς ὁ βασιλεύων ἐφʼ ὑμῶν ὀπίσω Κυρίου πορευόμενοι. 15 Ἐὰν δὲ μὴ ἀκούσητε τῆς φωνῆς Κυρίου, καὶ ἐρίσητε τῷ στόματι Κυρίου, καὶ ἔσται χεὶρ Κυρίου ἐφʼ ὑμᾶς καὶ ἐπὶ τὸν βασιλέα ὑμῶν.
1 Samuel 13:14
14 Καὶ νῦν ἡ βασιλεία σου οὐ στήσεταί σοι, καὶ ζητήσει Κύριος ἑαυτῷ ἄνθρωπον κατὰ τὴν καρδίαν αὐτοῦ· καὶ ἐντελεῖται Κύριος αὐτῷ εἰς ἄρχοντα ἐπὶ τὸν λαὸν αὐτοῦ, ὅτι οὐκ ἐφύλαξας ὅσα ἐνετείλατό σοι Κύριος.
1 Samuel 16:1
1 Καὶ εἶπε Κύριος πρὸς Σαμουὴλ, ἕως πότε σὺ πενθεῖς ἐπὶ Σαοὺλ, κἀγὼ ἐξουδένωκα αὐτὸν, μὴ βασιλεύειν ἐπὶ Ἰσραήλ; πλῆσον τὸ κέρας σου ἐλαίου, καὶ δεῦρο ἀποστείλω σε πρὸς Ἰεσσαὶ ἕως Βηθλεὲμ, ὅτι ἑώρακα ἐν τοῖς υἱοῖς αὐτοῦ ἐμοὶ βασιλέα.
2 Kings 17:15-20
15 Καὶ τὰ μαρτύρια αὐτοῦ ὅσα διεμαρτύρατο αὐτοῖς οὐκ ἐφύλαξαν, καὶ ἐπορεύθησαν ὀπίσω τῶν ματαίων, καὶ ἐματαιώθησαν, καὶ ὀπίσω τῶν ἐθνῶν τῶν περικύκλῳ αὐτῶν, ὧν ἐνετείλατο Κύριος αὐτοῖς μὴ ποιῆσαι κατὰ ταῦτα. 16 Ἐγκατέλιπον τὰς ἐντολὰς Κυρίου Θεοῦ αὐτῶν, καὶ ἐποίησαν ἑαυτοῖς χώνευμα δύο δαμάλεις, καὶ ἐποίησαν ἄλση, καὶ προσεκύνησαν πάσῃ τῇ δυνάμει τοῦ οὐρανοῦ, καὶ ἐλάτρευσαν τῷ Βάαλ. 17 Καὶ διῆγον τοὺς υἱοὺς αὐτῶν καὶ τὰς θυγατέρας αὐτῶν ἐν πυρὶ, καὶ ἐμαντεύοντο μαντείας, καὶ οἰωνίζοντο· καὶ ἐπράθησαν τοῦ ποιῆσαι τὸ πονηρὸν ἐν ὀφθαλμοῖς Κυρίου παροργίσαι αὐτόν.
18 Καὶ ἐθυμώθη Κύριος σφόδρα ἐν τῷ Ἰσραὴλ, καὶ ἀπέστησεν αὐτοὺς ἀπὸ τοῦ προσώπου αὐτοῦ, καὶ οὐχ ὑπελείφθη πλὴν φυλὴ Ἰούδα μονωτάτη. 19 Καί γε Ἰούδας οὐκ ἐφύλαξε τὰς ἐντολὰς Κυρίου τοῦ Θεοῦ αὐτῶν· καὶ ἐπορεύθησαν ἐν τοῖς δικαιώμασιν Ἰσραὴλ οἷς ἐποίησαν, 20 καὶ ἀπεώσαντο τὸν Κύριον.
Καὶ ἐθυμώθη Κύριος παντὶ σπέρματι Ἰσραὴλ, καὶ ἐσάλευσεν αὐτοὺς, καὶ ἔδωκεν αὐτοὺς ἐν χειρὶ διαρπαζόντων αὐτοὺς, ἕως οὗ ἀπέῤῥιψεν αὐτοὺς ἀπὸ προσώπου αὐτοῦ.
18 Καὶ ἐθυμώθη Κύριος σφόδρα ἐν τῷ Ἰσραὴλ, καὶ ἀπέστησεν αὐτοὺς ἀπὸ τοῦ προσώπου αὐτοῦ, καὶ οὐχ ὑπελείφθη πλὴν φυλὴ Ἰούδα μονωτάτη. 19 Καί γε Ἰούδας οὐκ ἐφύλαξε τὰς ἐντολὰς Κυρίου τοῦ Θεοῦ αὐτῶν· καὶ ἐπορεύθησαν ἐν τοῖς δικαιώμασιν Ἰσραὴλ οἷς ἐποίησαν, 20 καὶ ἀπεώσαντο τὸν Κύριον.
Καὶ ἐθυμώθη Κύριος παντὶ σπέρματι Ἰσραὴλ, καὶ ἐσάλευσεν αὐτοὺς, καὶ ἔδωκεν αὐτοὺς ἐν χειρὶ διαρπαζόντων αὐτοὺς, ἕως οὗ ἀπέῤῥιψεν αὐτοὺς ἀπὸ προσώπου αὐτοῦ.
1 Chronicles 28:9
9 Καὶ νῦν Σαλωμὼν υἱὲ, γνῶθι τὸν Θεὸν τῶν πατέρων σου, καὶ δούλευε αὐτῷ ἐν καρδίᾳ τελείᾳ καὶ ψυχῇ θελούσῃ, ὅτι πάσας καρδίας ἐτάζει Κύριος, καὶ πᾶν ἐνθύμημα γινώσκει· ἐὰν ζητήσῃς αὐτὸν, εὑρεθήσεταί σοι, καὶ ἐὰν καταλείψῃς αὐτὸν, καταλείψει σε εἰς τέλος.
Job 34:37
37 ἵνα μὴ προσθῶμεν ἐφʼ ἁμαρτίαις ἡμῶν, ἀνομία δὲ ἐφʼ ἡμῖν λογισθήσεται, πολλὰ λαλούντων ῥήματα ἐναντίον τοῦ Κυρίου.
Psalms 107:11
11 ὅτι παρεπίκραναν τὰ λόγια τοῦ Θεοῦ, καὶ τὴν βουλὴν τοῦ ὑψίστου παρώξυναν.
Isaiah 8:19
19 Καὶ ἐὰν εἴπωσι πρὸς ὑμᾶς, ζητήσατε τοὺς ἐγγαστριμύθους, καὶ τοὺς ἀπὸ τῆς γῆς φωνοῦντας, τοὺς κενολογοῦντας, οἳ ἐκ τῆς κοιλίας φωνοῦσιν· οὐχ ἔθνος πρὸς Θεὸν αὐτοῦ ἐκζητήσουσι; τί ἐκζητοῦσι περὶ τῶν ζώντων τοὺς νεκρούς;
Isaiah 19:3
3 Καὶ ταραχθήσεται τὸ πνεῦμα τῶν Αἰγυπτίων ἐν αὐτοῖς, καὶ τὴν βουλὴν αὐτῶν διασκεδάσω, καὶ ἐπερωτήσουσι τοὺς θεοὺς αὐτῶν, καὶ τὰ ἀγάλματα αὐτῶν, καὶ τοὺς ἐκ τῆς γῆς φωνοῦντας, καὶ τοὺς ἐγγαστριμύθους.
Jeremiah 28:16
16 Διατοῦτο οὕτως εἶπε Κύριος, ἰδοὺ ἐγὼ ἐξαποστέλλω σε ἀπὸ προσώπου τῆς γῆς, τούτῳ τῷ ἐνιαυτῷ ἀποθανῇ.
Jeremiah 29:32
32 διατοῦτο οὕτως εἶπε Κύριος, ἰδοὺ ἐγὼ ἐπισκέψομαι ἐπὶ Σαμαίαν, καὶ ἐπὶ τὸ γένος αὐτοῦ, καὶ οὐκ ἔσται αὐτῶν ἄνθρωπος ἐν μέσῳ ὑμῶν, τοῦ ἰδεῖν τὰ ἀγαθὰ, ἃ ἐγὼ ποιήσω ὑμῖν, οὐκ ὄψονται.
Ezekiel 2:5-8
5 ἐὰν ἄρα ἀκούσωσιν ἢ πτοηθῶσι, ʼδιότι οἶκος παραπικραίνων ἐστὶ, καὶ γνώσονται ὅτι προφήτης εἶ σὺ ἐν μέσῳ αὐτῶν.
6 Καὶ σύ, υἱὲ ἀνθρώπου, μὴ φοβηθῇς αὐτοὺς, μηδὲ ἐκστῇς ἀπὸ προσώπου αὐτῶν· διότι παροιστρήσουσι, καὶ ἐπισυστήσονται ἐπὶ σὲ κύκλῳ, καὶ ἐν μέσῳ σκορπίων σὺ κατοικεῖς· τοὺς λόγους αὐτῶν μὴ φοβηθῇς, καὶ ἀπὸ προσώπου αὐτῶν μὴ ἐκστῇς, διότι οἶκος παραπικραίνων ἐστί. 7 Καὶ λαλήσεις τοὺς λόγους μου πρὸς αὐτοὺς, ἐὰν ἄρα ἀκούσωσιν ἢ πτοηθῶσιν, ὅτι οἶκος παραπικραίνων ἐστί.
8 Καὶ σὺ, υἱὲ ἀνθρώπου, ἄκουε τοῦ λαλοῦντος πρὸς σὲ, μή γίνου παραπικραίνων, καθὼς ὁ οἶκος ὁ παραπικραίνων· χάνε τὸ στόμα σου, καὶ φάγε ὃ ἐγὼ δίδωμί σοι.
6 Καὶ σύ, υἱὲ ἀνθρώπου, μὴ φοβηθῇς αὐτοὺς, μηδὲ ἐκστῇς ἀπὸ προσώπου αὐτῶν· διότι παροιστρήσουσι, καὶ ἐπισυστήσονται ἐπὶ σὲ κύκλῳ, καὶ ἐν μέσῳ σκορπίων σὺ κατοικεῖς· τοὺς λόγους αὐτῶν μὴ φοβηθῇς, καὶ ἀπὸ προσώπου αὐτῶν μὴ ἐκστῇς, διότι οἶκος παραπικραίνων ἐστί. 7 Καὶ λαλήσεις τοὺς λόγους μου πρὸς αὐτοὺς, ἐὰν ἄρα ἀκούσωσιν ἢ πτοηθῶσιν, ὅτι οἶκος παραπικραίνων ἐστί.
8 Καὶ σὺ, υἱὲ ἀνθρώπου, ἄκουε τοῦ λαλοῦντος πρὸς σὲ, μή γίνου παραπικραίνων, καθὼς ὁ οἶκος ὁ παραπικραίνων· χάνε τὸ στόμα σου, καὶ φάγε ὃ ἐγὼ δίδωμί σοι.