14 υἱὸν γυναικὸς χήρας, καὶ οὗτος ἀπὸ τῆς φυλῆς τῆς Νεφθαλίμ, καὶ ὁ πατὴρ αὐτοῦ ἀνὴρ Τύριος· τέκτων χαλκοῦ, καὶ πεπληρωμένος τῆς τέχνης καὶ συνέσεως καὶ ἐπιγνώσεως τοῦ ποιεῖν πᾶν ἔργον ἐν χαλκῷ· καὶ εἰσηνέχθη πρὸς τὸν βασιλέα Σαλωμών· καὶ ἐποίησε πάντα τὰ ἔργα.
1 Kings 7:14 Cross References - Brenton_Greek
Exodus 31:2-6
2 ἰδοὺ ἀνακέκλημαι ἐξ ὀνόματος τὸν Βεσελεὴλ τὸν τοῦ Οὐρείου τὸν Ὤρ, ἐκ τῆς φυλῆς Ἰούδα. 3 Καὶ ἐνέπλησα αὐτὸν πνεῦμα θεῖον σοφίας καὶ συνέσεως καὶ ἐπιστήμης, ἐν παντὶ ἔργῳ διανοεῖσθαι, 4 καὶ ἀρχιτεκτονῆσαι, ἐργάζεσθαι τὸ χρυσίον, καὶ τὸ ἀργύριον, καὶ τὸν χαλκὸν, καὶ τὴν ὑάκινθον, καὶ τὴν πορφύραν, καὶ τὸ κόκκινον τὸ νηστὸν, 5 καὶ τὰ λιθουργικὰ, καὶ εἰς τὰ ἔργα τὰ τεκτονικὰ τῶν ξύλων, ἐργάζεσθαι κατὰ πάντα τὰ ἔργα. 6 Καὶ ἐγὼ ἔδωκα αὐτὸν καὶ τὸν Ἐλιὰβ τὸν τοῦ Ἀχισαμὰχ ἐκ φυλῆς Δὰν· καὶ παντὶ συνετῷ καρδίᾳ δέδωκα σύνεσιν· καὶ ποιήσουσι πάντα ὅσα συνέταξά σοι,
Exodus 35:30-36:2
30 Καὶ εἶπε Μωυσῆς τοῖς υἱοῖς Ἰσραήλ, ἰδοὺ ἀνακέκληκεν ὁ Θεὸς ἐξ ὀνόματος τὸν Βεσελεὴλ τὸν τοῦ Οὐρίου τὸν Ὤρ, ἐκ τῆς φυλῆς Ἰούδα,
Exodus 36:8
8 37:1(36:8) Καὶ ἐποίησαν τῇ σκηνῇ δέκα αὐλαίας·
2 Chronicles 2:14
14 ἡ μήτηρ αὐτοῦ ἀπὸ θυγατέρων Δὰν, καὶ ὁ πατὴρ αὐτοῦ ἀνὴρ Τύριος, εἰδότα ποιῆσαι ἐν χρυσίῳ, καὶ ἐν ἀργυρίῳ, καὶ ἐν χαλκῷ, καὶ ἐν σιδήρῳ, καὶ ἐν λίθοις καὶ ξύλοις, καὶ ὑφαίνειν ἐν τῇ πορφύρᾳ, καὶ ἐν τῇ ὑακίνθῳ, καὶ ἐν τῇ βύσσῳ, καὶ ἐν τῷ κοκκίνῳ, καὶ γλύψαι γλυφὰς, καὶ διανοεῖσθαι πᾶσαν διανόησιν, ὅσα ἂν δῷς αὐτῷ μετὰ τῶν σοφῶν σου, καὶ σοφῶν Δαυὶδ κυρίου μου πατρός σου.
2 Chronicles 4:11
11 Καὶ ἐποίησε Χιρὰμ τὰς κρεάγρας, καὶ τὰ πυρεῖα, καὶ τὴν ἐσχάραν τοῦ θυσιαστηρίου, καὶ πάντα τὰ σκεύη αὐτοῦ· καὶ συνετέλεσε Χιρὰμ ποιῆσαι πᾶσαν τὴν ἐργασίαν ἣν ἐποίησε Σαλωμὼν τῷ βασιλεῖ ἐν οἴκῳ τοῦ Θεοῦ,
2 Chronicles 4:16
16 καὶ τοὺς ποδιστῆρας, καὶ τοὺς ἀναλημπτῆρας, καὶ τοὺς λέβητας, καὶ τὰς κρεάγρας, καὶ πάντα τὰ σκεύη αὐτῶν ἃ ἐποίησε Χιρὰμ, καὶ ἀνήνεγκε τῷ βασιλεῖ Σαλωμὼν ἐν οἴκῳ Κυρίου, χαλκοῦ καθαροῦ.
Isaiah 28:26
26 Καὶ παιδευθήσῃ κρίματι Θεοῦ σου, καὶ εὐφρανθήσῃ.