13 Δεῦρο εἴσελθε πρὸς τὸν βασιλέα Δαυὶδ, καὶ ἐρεῖς πρὸς αὐτὸν, λέγουσα, οὐχὶ σύ κύριέ μου βασιλεῦ ὤμοσας τῇ δούλῃ σου, λέγων, ὅτι ὁ υἱός σου Σαλωμὼν βασιλεύσει μετʼ ἐμὲ, καὶ αὐτὸς καθιεῖται ἐπὶ τοῦ θρόνου μου; καὶ τί ὅτι ἐβασίλευσεν Ἀδωνίας;
1 Kings 1:13 Cross References - Brenton_Greek
Deuteronomy 17:18
18 Καὶ ὅταν καθίσῃ ἐπὶ τῆς ἀρχῆς αὐτοῦ, καὶ γράψει αὐτῷ τὸ δευτερονόμιον τοῦτο εἰς βιβλίον παρὰ τῶν ἱερέων τῶν Λευιτῶν,
1 Kings 1:11
11 Καὶ εἶπε Νάθαν πρὸς Βηρσαβεὲ μητέρα Σαλωμὼν, λέγων, οὐκ ἤκουσας ὅτι ἐβασίλευσεν Ἀδωνίας υἱὸς Ἀγγὶθ, καὶ ὁ κύριος ἡμῶν Δαυὶδ οὐκ ἔγνω;
1 Kings 1:17
17 Ἡ δὲ εἶπε, κύριε, σὺ ὤμοσας ἐν Κυρίῳ τῷ Θεῷ σου τῇ δούλῃ σου, λέγων, ὅτι ὁ υἱός σου Σαλωμὼν βασιλεύσει μετʼ ἐμὲ, καὶ καθήσεται ἐπὶ τοῦ θρόνου μου.
1 Kings 1:24
24 Καὶ εἶπε Νάθαν, κύριέ μου βασιλεῦ, σὺ εἶπας, Ἀδωνίας βασιλεύσει ὀπίσω μου, καὶ αὐτὸς καθήσεται ἐπὶ τοῦ θρόνου μου;
1 Kings 1:30
30 ὅτι καθὼς ὤμοσά σοι ἐν Κυρίῳ Θεῷ Ἰσραὴλ, λέγων, ὅτι Σαλωμὼν ὁ υἱός σου βασιλεύσει μετʼ ἐμὲ καὶ αὐτὸς καθήσεται ἐπὶ τοῦ θρόνου μου ἀντʼ ἐμοῦ, ὅτι οὕτω ποιήσω τῇ ἡμέρᾳ ταύτῃ.
1 Kings 1:35
35 Καὶ καθήσεται ἐπὶ τοῦ θρόνου μου, καὶ βασιλεύσει ἀντʼ ἐμοῦ· καὶ ἐγὼ ἐνετειλάμην τοῦ εἶναι εἰς ἡγούμενον ἐπὶ Ἰσραὴλ καὶ Ἰούδαν.
1 Kings 1:48
48 Καί γε οὕτως εἶπεν ὁ βασιλεὺς, εὐλογητὸς Κύριος ὁ Θεὸς Ἰσραὴλ, ὃς ἔδωκε σήμερον ἐκ τοῦ σπέρματός μου καθήμενον ἐπὶ τοῦ θρόνου μου, καὶ οἱ ὀφθαλμοί μου βλέπουσι.
1 Kings 2:12
12 Καὶ Σαλωμὼν ἐκάθισεν ἐπὶ θρόνου Δαυὶδ τοῦ πατρὸς αὐτοῦ, καὶ ἡτοιμάσθη ἡ βασιλεία αὐτοῦ σφόδρα.
1 Chronicles 22:6-13
6 Καὶ ἐκάλεσε Σαλωμὼν τὸν υἱὸν αὐτοῦ, καὶ ἐνετείλατο αὐτῷ τοῦ οἰκοδομῆσαι τὸν οἶκον τῷ Κυρίῳ Θεῷ Ἰσραήλ. 7 Καὶ εἶπε Δαυὶδ Σαλωμὼν, τέκνον, ἐμοὶ ἐγένετο ἐπὶ ψυχῇ τοῦ οἰκοδομῆσαι οἶκον τῷ ὀνόματι Κυρίου Θεοῦ. 8 Καὶ ἐγένετό μοι λόγος Κυρίου, λέγων, αἷμα εἰς πλῆθος ἐξέχεας, καὶ πολέμους μεγάλους ἐποίησας· οὐκ οἰκοδομήσεις οἶκον τῷ ὀνόματί μου, ὅτι αἵματα πολλὰ ἐξέχεας ἐπὶ τὴν γῆν ἐναντίον ἐμου. 9 Ἰδοὺ υἱὸς τίκτεταί σοι, οὗτος ἔσται ἀνὴρ ἀναπαύσεως, καὶ ἀναπαύσω αὐτὸν ἀπὸ πάντων τῶν ἐχθρῶν αὐτοῦ κυκλόθεν, ὅτι Σαλωμὼν ὄνομα αὐτῷ, καὶ εἰρήνην καὶ ἡσυχίαν δώσω ἐπὶ Ἰσραὴλ ἐν ταῖς ἡμέραις αὐτοῦ. 10 Οὗτος οἰκοδομήσει οἶκον τῷ ὀνόματί μου, καὶ οὗτος ἔσται μοι εἰς υἱὸν, κἀγὼ αὐτῷ εἰς πατέρα, καὶ ἀνορθώσω θρόνον βασιλείας αὐτοῦ ἐν Ἰσραὴλ ἕως αἰῶνος. 11 Καὶ νῦν, υἱέ μου, ἔσται μετὰ σοῦ Κύριος, καὶ εὐοδώσει, καὶ οἰκοδομήσεις οἶκον τῷ Κυρίῳ Θεῷ σου, ὡς ἐλάλησε περὶ σοῦ. 12 Ἀλλʼ ἢ δῴη σοι σοφίαν καὶ σύνεσιν Κύριος καὶ κατισχύσαι σε ἐπὶ Ἰσραὴλ, καὶ τοῦ φυλάσσεσθαι καὶ τοῦ ποιεῖν τὸν νόμον Κυρίου τοῦ Θεοῦ σου. 13 Τότε εὐοδώσει ἐὰν φυλάξῃς τοῦ ποιεῖν τὰ προστάγματα καὶ τὰ κρίματα ἃ ἐνετείλατο Κύριος τῷ Μωυσῇ ἐπὶ Ἰσραήλ· ἀνδρίζου καὶ ἴσχυε, μὴ φοβοῦ μηδὲ πτοηθῇς.
1 Chronicles 29:23
23 Καὶ ἐκάθισε Σαλωμὼν ἐπὶ θρόνου Δαυὶδ τοῦ πατρὸς αὐτοῦ, καὶ εὐδοκήθη, καὶ ὑπήκουσαν αὐτοῦ πᾶς Ἰσραήλ.
Psalms 132:11-12
Isaiah 9:7
7 Μεγάλη ἡ ἀρχὴ αὐτοῦ, καὶ τῆς εἰρήνης αὐτοῦ οὐκ ἔστιν ὅριον· ἐπὶ τὸν θρόνον Δαυὶδ, καὶ τὴν βασιλείαν αὐτοῦ, κατορθῶσαι αὐτὴν, καὶ ἀντιλαβέσθαι ἐν κρίματι καὶ ἐν δικαιοσύνῃ, ἀπὸ τοῦ νῦν καὶ εἰς τὸν αἰῶνα· ὁ ζῆλος Κυρίου σαβαὼθ ποιήσει ταῦτα.