1 Chronicles 6:56 Cross References - Brenton_Greek

56 Καὶ τὰ πεδία τῆς πόλεως, καὶ τὰς κώμας αὐτῆς ἔδωκαν τῷ Χαλὲβ υἱῷ Ἰεφοννή.

Joshua 14:13

13 Καὶ εὐλόγησεν αὐτὸν Ἰησοῦς, καὶ ἔδωκε Χεβρὼν τῷ Χάλεβ υἱῷ Ἰεφονὴ υἱῷ Κενὲζ ἐν κλήρῳ.

Joshua 15:13

13 Καὶ τῷ Χάλεβ υἱῷ Ἰεφονὴ ἔδωκε μερίδα ἐν μέσῳ υἱῶν Ἰούδα διὰ προστάγματος τοῦ Θεοῦ· καὶ ἔδωκεν αὐτῷ Ἰησοῦς τὴν πόλιν Ἀρβὸκ μητρόπολιν Ἐνὰκ· αὕτη ἐστὶ Χεβρών.

Cross Reference data is from OpenBible.info, retrieved June 28, 2010, and licensed under a Creative Commons Attribution License.