1 Chronicles 23:24 Cross References - Brenton_Greek

24 Οὗτοι υἱοὶ Λευὶ κατʼ οἴκους πατριῶν αὐτῶν, ἄρχοντες τῶν πατριῶν αὐτῶν κατὰ τὴν ἐπίσκεψιν αὐτῶν, κατὰ τὸν ἀριθμὸν ὀνομάτων αὐτῶν, κατὰ κεφαλὴν αὐτῶν, ποιοῦντες τὰ ἔργα λειτουργίας οἴκου Κυρίου ἀπὸ εἰκοσαετοῦς καὶ ἐπάνω.

Numbers 1:2-4

2 λάβετε ἀρχὴν πάσης συναγωγῆς Ἰσραὴλ κατὰ συγγενείας, κατʼ οἴκους πατριῶν αὐτῶν, κατʼ ἀριθμὸν ἐξ ὀνόματος αὐτῶν, κατὰ κεφαλὴν αὐτῶν· 3 πᾶς ἄρσην ἀπὸ εἰκοσαετοῦς καὶ ἐπάνω, πᾶς ὁ ἐκπορευόμενος ἐν δυνάμει Ἰσραὴλ, ἐπισκέψασθε αὐτοὺς σὺν δυνάμει αὐτῶν· σὺ καὶ Ἀαρὼν ἐπισκέψασθε αὐτούς. 4 Καὶ μεθʼ ὑμῶν ἔσονται ἕκαστος κατὰ φυλὴν ἑκάστου ἀρχόντων, κατʼ οἴκους πατριῶν ἔσονται.

Numbers 1:18

18 Καὶ πᾶσαν τὴν συναγωγὴν συνήγαγον ἐν μιιᾷ τοῦ μηνὸς τοῦ δευτέρου ἔτους· καὶ ἐπηξονοῦσαν κατὰ γενέσεις αὐτῶν, κατὰ πατριὰς αὐτῶν, κατὰ ἀριθμὸν ὀνομάτων αὐτῶν, ἀπὸ εἰκοσαετοῦς καὶ ἐπάνω, πᾶν ἀρσενικὸν κατὰ κεφαλὴν αὐτῶν,

Numbers 1:22

22 Τοῖς υἱοῖς Συμεὼν κατὰ συγγενείας αὐτῶν, κατὰ δήμους αὐτῶν, κατʼ οἴκους πατριῶν αὐτῶν, κατὰ ἀριθμὸν ὀνομάτων αὐτῶν, κατὰ κεφαλὴν αὐτῶν, πάντα ἀρσενικὰ ἀπὸ εἰκοσαετοῦς καὶ ἐπάνω, πᾶς ὁ ἐκπορευόμενος ἐν τῇ δυνάμει,

Numbers 2:32

32 Αὕτη ἡ ἐπίσκεψις τῶν υἱῶν Ἰσραὴλ κατʼ οἴκους πατριῶν αὐτῶν· πᾶσα ἡ ἐπίσκεψις τῶν παρεμβολῶν σὺν ταῖς δυνάμεσιν αὐτῶν, ἑξακόσιαι χιλιάδες καὶ τρισχίλιοι πεντακόσιοι πεντήκοντα.

Numbers 3:15

15 ἐπίσκεψαι τοὺς υἱοὺς Λευὶ κατʼ οἴκους πατριῶν αὐτῶν, κατὰ δήμους αὐτῶν· πᾶν ἀρσενικὸν ἀπὸ μηνιαίου καὶ ἐπάνω, ἐπισκέψασθε αὐτούς.

Numbers 3:20

20 Καὶ υἱοὶ Μεραρὶ κατὰ δήμους αὐτῶν· Μοολὶ καὶ Μουσί· οὗτοί εἰσι δῆμοι τῶν Λευιτῶν κατʼ οἴκους πατριῶν αὐτῶν.

Numbers 3:47

47 Καὶ λήψῃ πέντε σίκλους κατὰ κεφαλήν, κατὰ τὸ δίδραχμον τὸ ἅγιον λήψῃ, εἴκοσιν ὀβολοὺς τοῦ σίκλου.

Numbers 4:3

3 ἀπὸ εἴκοσι καὶ πέντε ἐτῶν καὶ ἐπάνω ἕως πεντήκοντα ἐτῶν, πᾶς ὁ εἰσπορευόμενος λειτουργεῖν, ποιῆσαι πάντα τὰ ἔργα ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου.

Numbers 4:34-49

34 Καὶ ἐπεσκέψατο Μωυσῆς καὶ Ἀαρὼν καὶ οἱ ἄρχοντες Ἰσραὴλ τοὺς υἱοὺς Καὰθ κατὰ δήμους αὐτῶν, κατʼ οἴκους πατριῶν αὐτῶν, 35 ἀπὸ πέντε καὶ εἰκοσαετοῦς καὶ ἐπάνω ἕως πεντηκονταετοῦς, πᾶς ὁ εἰσπορευόμενος λειτουργεῖν καὶ ποιεῖν ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου. 36 Καὶ ἐγένετο ἡ ἐπίσκεψις αὐτῶν κατὰ δήμους αὐτῶν, δισχίλιοι ἑπτακόσιοι πεντήκοντα. 37 Αὕτη ἡ ἐπίσκεψις δήμου Καὰθ, πᾶς ὁ λειτουργῶν ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου, καθὰ ἐπεσκέψατο Μωυσῆς καὶ Ἀαρὼν διὰ φωνῆς Κυρίου, ἐν χειρὶ Μωυσῇ.
38 Καὶ ἐπεσκέπησαν υἱοὶ Γεδσὼν κατὰ δήμους αὐτῶν, κατʼ οἴκους πατριῶν αὐτῶν, 39 ἀπὸ πέντε καὶ εἰκοσαετοῦς καὶ ἐπάνω ἕως πεντηκονταετοῦς, πᾶς ὁ εἰσπορευόμενος λειτουργεῖν καὶ ποιεῖν τὰ ἔργα ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου. 40 Καὶ ἐγένετο ἡ ἐπίσκεψις αὐτῶν, κατὰ δήμους αὐτῶν, κατʼ οἴκους πατριῶν αὐτῶν, δισχίλιοι ἑξακόσιοι τριάκοντα. 41 Αὕτη ἡ ἐπίσκεψις δήμου υἱῶν Γεδσὼν, πᾶς ὁ λειτουργῶν ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου, οὓς ἐπεσκέψατο Μωυσῆς καὶ Ἀαρὼν διὰ φωνῆς Κυρίου, ἐν χειρὶ Μωυσῆ.
42 Ἐπεσκέπησαν δὲ καὶ δῆμος υἱῶν Μεραρὶ κατὰ δήμους αὐτῶν, κατʼ οἴκους πατριῶν αὐτῶν, 43 ἀπὸ πέντε καὶ εἰκοσαετοῦς καὶ ἐπάνω ἕως πεντηκονταετοῦς, πᾶς ὁ εἰσπορευόμενος λειτουργεῖν πρὸς τὰ ἔργα τῆς σκηνῆς τοῦ μαρτυρίου. 44 Καὶ ἐγενήθη ἡ ἐπίσκεψις αὐτῶν κατὰ δήμους αὐτῶν, κατʼ οἴκους πατριῶν αὐτῶν, τρισχίλιοι καὶ διακόσιοι. 45 Αὕτη ἡ ἐπίσκεψις δήμου υἱῶν Μεραρὶ, οὓς ἐπεσκέψατο Μωυσῆς καὶ Ἀαρὼν διὰ φωνῆς Κυρίου, ἐν χειρὶ Μωυσῆ. 46 Πάντες οἱ ἐπεσκεμμένοι, οὓς ἐπεσκέψατο Μωυσῆς καὶ Ἀαρὼν καὶ οἱ ἄρχοντες Ἰσραὴλ τοὺς Λευίτας, κατὰ δήμους καὶ κατʼ οἴκους πατριῶν αὐτῶν, 47 ἀπὸ πέντε καὶ εἰκοσαετοῦς καὶ ἐπάνω ἕως πεντηκονταετοῦς, πᾶς ὁ εἰσπορευόμενος πρὸς τὸ ἔργον τῶν ἔργων, καὶ τὰ ἔργα τὰ αἰρόμενα ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου. 48 Καὶ ἐγενήθησαν οἱ ἐπισκεπέντες, ὀκτακισχίλιοι πεντακόσιοι ὀγδοήκοντα. 49 Διὰ φωνῆς Κυρίου ἐπεσκέψατο αὐτοὺς ἐν χειρὶ Μωυσῆ, ἄνδρα κατὰ ἄνδρα ἐπὶ τῶν ἔργων αὐτῶν, καὶ ἐπὶ ὧν αἴρουσιν αὐτοί· καὶ ἐπεσκέπησαν, ὃν τρόπον συνέταξε Κύριος τῷ Μωυσῇ.

Numbers 8:24

24 τοῦτό ἐστι τὸ περὶ τῶν Λευιτῶν· ἀπὸ πέντε καὶ εἰκοσαετοῦς καὶ ἐπάνω, εἰσελεύσονται ἐνεργεῖν ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου.

Numbers 10:17

17 Καὶ καθελοῦσι τὴν σκηνὴν, καὶ ἐξαροῦσιν οἱ υἱοὶ Γεδσὼν, καὶ οἱ υἱοὶ Μεραρὶ, οἱ αἴροντες τὴν σκηνήν.

Numbers 10:21

21 Καὶ ἐξαροῦσιν υἱοὶ Καὰθ αἴροντες τὰ ἅγια· καὶ στήσουσι τὴν σκηνήν ἕως παραγένωνται.

1 Chronicles 23:3

3 Καὶ ἠρίθμησαν οἱ Λευῖται ἀπὸ τριακονταετοῦς καὶ ἐπάνω, καὶ ἐγένετο ὁ ἀριθμὸς αὐτῶν κατὰ κεφαλὴν αὐτῶν εἰς ἄνδρας τριάκοντα καὶ ὀκτὼ χιλιάδας.

1 Chronicles 23:27

27 Ὅτι ἐν τοῖς λόγοις Δαυὶδ τοῖς ἐσχάτοις ἐστὶν ὁ ἀριθμὸς υἱῶν Λευὶ ἀπὸ εἰκοσαετοῦς καὶ ἐπάνω.

Ezra 3:8

8 Καὶ ἐν τῷ ἔτει τῷ δευτέρῳ τοῦ ἐλθεῖν αὐτοὺς εἰς οἶκον τοῦ Θεοῦ ἐν Ἱερουσαλὴμ, ἐν μηνὶ τῷ δευτέρῳ, ἤρξατο Ζοροβάβελ ὁ τοῦ Σαλαθιὴλ καὶ Ἰησοῦς ὁ τοῦ Ἰωσεδὲκ, καὶ οἱ κατάλοιποι τῶν ἀδελφῶν αὐτῶν οἱ ἱερεῖς καὶ οἱ Λευῖται, καὶ πάντες οἱ ἐρχόμενοι ἀπὸ τῆς αἰχμαλωσίας εἰς Ἱερουσαλὴμ, καὶ ἔστησαν τοὺς Λευίτας ἀπὸ εἰκοσαετοῦς καὶ ἐπάνω ἐπὶ τοὺς ποιοῦντας τὰ ἔργα ἐν οἴκῳ Κυρίου.

Cross Reference data is from OpenBible.info, retrieved June 28, 2010, and licensed under a Creative Commons Attribution License.