1 Chronicles 22:14 Cross References - Brenton_Greek

14 Καὶ ἰδοὺ ἐγὼ κατὰ τὴν πτωχείαν μου ἡτοίμασα εἰς οἶκον Κυρίου χρυσίου ταλάντων ἑκατὸν χιλιάδας, καὶ ἀργυρίου ταλάντων χιλίας χιλιάδας, καὶ χαλκὸν καὶ σίδηρον οὗ οὐκ ἔστι σταθμός, ὅτι εἰς πλῆθός ἐστι· καὶ ξύλα καὶ λίθους ἡτοίμασα, καὶ πρὸς ταῦτα πρόσθες.

1 Kings 10:14

14 Καὶ ἦν ὁ σταθμὸς τοῦ χρυσίου τοῦ ἐληλυθότος τῷ Σαλωμὼν ἐν ἐνιαυτῷ ἑνὶ, ἑξακόσια καὶ ἐξηκονταὲξ τάλαντα χρυσίου,

2 Kings 25:16

16 στύλους δύο, καὶ τὴν θάλασσαν μίαν, καὶ τὰς μεχωνώθ ἃς ἐποίησε Σαλωμὼν τῷ οἴκῳ Κυρίου· οὐκ ἦν σταθμὸς τοῦ χαλκοῦ πάντων τῶν σκευῶν.

1 Chronicles 22:3

3 Καὶ σίδηρον πολὺν εἰς τοὺς ἥλους τῶν θυρωμάτων καὶ τῶν πυλῶν, καὶ τοὺς στροφεῖς ἡτοίμασε Δαυὶδ καὶ χαλκὸν εἰς πλῆθος, οὐκ ἦν σταθμός.

1 Chronicles 29:4-7

4 τρισχίλια τάλαντα χρυσίου τοῦ ἐκ Σουφὶρ, καὶ ἑπτακισχίλια τάλαντα ἀργυρίου δοκίμου, ἐξαλειφῆναι ἐν αὐτοῖς τοὺς τοίχους τοῦ ἱεροῦ, 5 εἰς τὸ χρυσίον τῷ χρυσίῳ, καὶ εἰς τὸ ἀργύριον τῷ ἀργυρίῳ, καὶ εἰς πᾶν ἔργον διὰ χειρὸς τῶν τεχνιτῶν· καὶ τίς ὁ προθυμούμενος πληρῶσαι τὰς χεῖρας αὐτοῦ σήμερον Κυρίῳ;
6 Καὶ προεθυμήθησαν ἄρχοντες πατριῶν, καὶ οἱ ἄρχοντες τῶν υἱῶν Ἰσραὴλ, καὶ οἱ χιλίαρχοι καὶ οἱ ἑκατόνταρχοι, καὶ οἱ προστάται τῶν ἔργων, καὶ οἱ οἰκοδόμοι τοῦ βασιλέως. 7 Καὶ ἔδωκαν εἰς τὰ ἔργα τοῦ οἴκου Κυρίου χρυσίου τάλαντα πεντακισχίλια, καὶ χρυσοῦς μυρίους, καὶ ἀργυρίου ταλάντων δέκα χιλιάδας, καὶ χαλκοῦ τάλαντα μύρια ὀκτακισχίλια, καὶ σιδήρου ταλάντων χιλιάδας ἑκατόν.

Jeremiah 52:20

20 Καὶ οἱ στῦλοι δύο, καὶ ἡ θάλασσα μία, καὶ οἱ μόσχοι δώδεκα χαλκοῖ ὑποκάτω τῆς θαλάσσης, ἃ ἐποίησεν ὁ βασιλεὺς Σαλωμὼν εἰς οἶκον Κυρίου, οὗ οὐκ ἦν σταθμὸς τοῦ χαλκοῦ αὐτῶν.

Cross Reference data is from OpenBible.info, retrieved June 28, 2010, and licensed under a Creative Commons Attribution License.