1 Chronicles 15:17 Cross References - Brenton_Greek

17 Καὶ ἔστησαν οἱ Λευῖται τὸν Αἰμὰν υἱὸν Ἰωήλ· ἐκ τῶν ἀδελφῶν αὐτοῦ Ἀσὰφ υἱὸς Βαραχία· καὶ ἐκ τῶν υἱῶν Μεραρὶ ἀδελφῶν αὐτοῦ Αἰθὰν υἱὸς Κισαίου.

1 Samuel 8:2

2 Καὶ ταῦτα τὰ ὀνόματα τῶν υἱῶν αὐτοῦ· πρωτότοκος Ἰωὴλ, καὶ ὄνομα τοῦ δευτέρου Ἀβιὰ, δικασταὶ ἐν Βηρσαβεέ.

1 Chronicles 6:33

33 Καὶ οὗτοι οἱ ἑστηκότες, καὶ υἱοὶ αὐτῶν ἐκ τῶν υἱῶν τοῦ Καὰθ, Αἰμὰν ὁ ψαλτῳδὸς υἱὸς Ἰωὴλ, υἱοῦ Σαμουὴλ,

1 Chronicles 6:39

39 Καὶ ὁ ἀδελφὸς αὐτοῦ Ἀσὰφ ὁ ἑστηκὼς ἐν δεξιᾷ αὐτοῦ· Ἀσὰφ υἱὸς Βαραχία, υἱοῦ Σαμαὰ,

1 Chronicles 6:44

44 Καὶ υἱοὶ Μεραρὶ οἱ ἀδελφοὶ αὐτῶν ἐξ ἀριστερῶν· Αἰθὰμ υἱὸς Κισὰ, υἱοῦ Ἀβαῒ, υἱοῦ Μαλῶχ,

1 Chronicles 15:19

19 Καὶ οἱ ψαλτῳδοὶ, Αἰμὰν, Ἀσὰφ, καὶ Αἰθὰν ἐν κυμβάλοις χαλκοῖς τοῦ ἀκουσθῆναι ποιῆσαι·

1 Chronicles 25:1-5

1 Καὶ ἔστησε Δαυὶδ ὁ βασιλεὺς καὶ οἱ ἄρχοντες τῆς δυνάμεως εἰς τὰ ἔργα τοὺς υἱοὺς Ἀσὰφ, καὶ Αἰμὰν, καὶ Ἰδιθοὺν, τοὺς ἀποφθεγγομένους ἐν κινύραις, καὶ ἐν νάβλαις, καὶ ἐν κυμβάλοις· καὶ ἐγένετο ὁ ἀριθμὸς αὐτῶν κατὰ κεφαλὴν αὐτῶν ἐργαζομένων ἐν τοῖς ἔργοις αὐτῶν·
2 Υἱοὶ Ἀσάφ, Σακχοὺρ, Ἰωσὴφ, καὶ Ναθανίας, καὶ Ἐραήλ· υἱοὶ Ἀσὰφ ἐχόμενοι τοῦ βασιλέως.
3 Τῷ Ἰδιθοὺν, υἱοὶ Ἰδιθοὺν, Γοδολίας, καὶ Σουρὶ, καὶ Ἰσέας, καὶ Ἀσαβίας, καὶ Ματθαθίας, ἓξ μετὰ τὸν πατέρα αὐτῶν Ἰδιθοὺν, ἐν κινύρᾳ ἀνακρουόμενοι ἐξομολόγησιν καὶ αἴνεσιν τῷ Κυρίῳ.
4 Τῷ Αἰμὰν, υἱοὶ Αἰμὰν, Βουκίας, καὶ Ματθανίας, καὶ Ὀζιὴλ, καὶ Σουβαὴλ, καὶ Ἰεριμὼθ, καὶ Ἀνανίας, καὶ Ἀνὰν, καὶ Ἑλιαθὰ, καὶ Γοδολλαθὶ, καὶ Ῥωμετθιέζερ, καὶ Ἰεσβασακὰ, καὶ Μαλλιθὶ, καὶ Ὠθηρὶ, καὶ Μεαζώθ. 5 Πάντες οὗτοι υἱοὶ τῷ Αἰμὰν τῷ ἀνακρουομένῳ τῷ βασιλεῖ ἐν λόγοις Θεοῦ, ὑψῶσαι κέρας· καὶ ἔδωκεν ὁ Θεὸς τῷ Αἰμὰν υἱοὺς τεσσαρεσκαίδεκα, καὶ θυγατέρας τρεῖς.

Psalms 73:1

1 Ψαλμὸς τῷ Ἀσάφ.
Ὡw ἀγαθὸς ὁ Θεὸς τῷ Ἰσραὴλ, τοῖς εὐθέσι τῇ καρδίᾳ.

Psalms 83:1

1 Ὠδὴ ψαλμοῦ τῷ Ἀσάφ.
Ὁ Θεὸς, τίς ὁμοιωθήσεταί σοι; μὴ σιγήσῃς, μηδὲ καταπραΰνῃς, ὁ Θεός.

Cross Reference data is from OpenBible.info, retrieved June 28, 2010, and licensed under a Creative Commons Attribution License.