1 Chronicles 12:18 Cross References - Brenton_Greek

18 Καὶ πνεῦμα ἐνέδυσε τὸν Ἀμασαὶ ἄρχοντα τῶν τριάκοντα, καὶ εἶπε, πορεύου καὶ ὁ λαός σου Δαυὶδ υἱὸς Ἰεσσαὶ, εἰρήνη εἰρήνη σοι, καὶ εἰρήνη τοῖς βοηθοῖς σου, ὅτι ἐβοήθησέ σοι ὁ Θεός σου· καὶ προσεδέξατο αὐτοὺς Δαυὶδ, καὶ κατέστησεν αὐτοὺς ἄρχοντας τῶν δυνάμεων.

Judges 3:10

10 Καὶ ἐγένετο ἐπʼ αὐτὸν πνεῦμα Κυρίου, καὶ ἔκρινε τὸν Ἰσραήλ· καὶ ἐξῆλθεν εἰς πόλεμον πρὸς Χουσαρσαθαίμ· καὶ παρέδωκε Κύριος ἐν χειρὶ αὐτοῦ τὸν Χουσαρσαθαὶμ βασιλέα Συρίας ποταμῶν· καὶ ἐκραταιώθη χεὶρ αὐτοῦ ἐπὶ τὸν Χουσαρσαθαίμ.

Judges 6:34

34 Καὶ πνεῦμα Κυρίου ἐνέδυσε τὸν Γεδεὼν, καὶ ἐσάλπισεν ἐν κερατίνῃ, καὶ ἐβοήσεν Ἀβιέζερ ὀπίσω αὐτοῦ.

Judges 13:25

25 Καὶ ἤρξατο πνεῦμα Κυρίου συνεκπορεύεσθαι αὐτῷ ἐν παρεμβολῇ Δὰν, καὶ ἀναμέσον Σαραὰ καὶ ἀναμέσον Ἐσθαόλ.

Ruth 1:16

16 Εἶπε δὲ Ῥοῦθ, μὴ ἀπάντησαί μοι τοῦ καταλιπεῖν σε, ἢ ἀποστρέψαι ὄπισθέν σου, ὅτι σὺ ὅπου ἐὰν πορευθῇς, πορεύσομαι, καὶ οὗ ἐὰν αὐλισθῇς, αὐλισθήσομαι· ὁ λαός σου, λαός μου, καὶ ὁ Θεός σου, Θεός μου·

1 Samuel 8:12

12 καὶ θέσθαι αὐτοὺς ἑαυτῷ ἑκατοντάρχους καὶ χιλιάρχους, καὶ θερίζειν θερισμὸν αὐτοῦ, καὶ τρυγᾶν τρυγητὸν αὐτοῦ, καὶ ποιεῖν σκεύη πολεμικὰ αὐτοῦ, καὶ σκεύη ἁρμάτων αὐτοῦ.

1 Samuel 22:7

7 Καὶ εἶπε Σαοὺλ πρὸς τοὺς παῖδας αὐτοῦ τοὺς παρεστηκότας, αὐτῷ, ἀκούσατε δὴ υἱοὶ Βενιαμὶν, εἰ ἀληθῶς πᾶσιν ὑμῖν δώσει ὁ υἱὸς Ἰεσσαὶ ἀγροὺς καὶ ἀμπελῶνας, καὶ πάντας ὑμᾶς τάξει ἑκατοντάρχους καὶ χιλιάρχους,

1 Samuel 25:5-6

5 Καὶ ἀπέστειλε Δαυὶδ δέκα παιδάρια, καὶ εἶπε τοῖς παιδαρίοις, ἀνάβητε εἰς Κάρμηλον καὶ ἀπέλθατε πρὸς Νάβαλ, καὶ ἐρωτήσατε αὐτὸν ἐπὶ τῷ ὀνόματί μου εἰς εἰρήνην, 6 καὶ ἐρεῖτε τάδε· εἰς ὥρας καὶ σὺ ὑγιαίνων καὶ ὁ οἶκός σου, καὶ πάντα τὰ σὰ ὑγιαίνοντα.

1 Samuel 25:28-29

28 Ἆρον δὴ τὸ ἀνόμημα τῆς δούλης σου, ὅτι ποιῶν ποιήσει Κύριος τῷ κυρίῳ μου οἶκον πιστὸν, ὅτι πόλεμον κυρίου μου ὁ Κύριος πολεμεῖ, καὶ κακία οὐχ εὑρεθήσεται ἐν σοὶ πώποτε. 29 Καὶ ἀναστήσεται ἄνθρωπος καταδιώκων σε καὶ ζητῶν τὴν ψυχήν σου, καὶ ἔσται ψυχὴ κυρίου μου ἐνδεδεμένη ἐν δεσμῷ τῆς ζωῆς παρὰ Κυρίῳ τῷ Θεῷ, καὶ ψυχὴν ἐχθρῶν σου σφενδονήσεις ἐν μέσῳ τῆς σφενδόνης.

2 Samuel 5:2

2 Καὶ ἐχθὲς καὶ τρίτην ὄντος Σαοὺλ βασιλέως ἐφʼ ἡμῖν, σὺ ἦσθα ὁ ἐξάγων καὶ εἰσάγων τὸν Ἰσραήλ· καὶ εἶπε Κύριος πρὸς σὲ, σὺ ποιμανεῖς τὸν λαόν μου τὸν Ἰσραὴλ, καὶ σὺ ἔσῃ εἰς ἡγούμενον ἐπὶ τὸν λαόν μου Ἰσραήλ.

2 Samuel 15:21

21 Καὶ ἀπεκρίθη Ἐθὶ τῷ βασιλεῖ, καὶ εἶπε, ζῇ Κύριος καὶ ζῇ ὁ κύριός μου ὁ βασιλεὺς, ὅτι εἰς τὸν τόπον, οὗ ἐὰν ᾖ ὁ κύριός μου, καὶ ἐὰν εἰς θάνατον καὶ ἐὰν εἰς ζωὴν, ὅτι ἐκεῖ ἔσται ὁ δοῦλός σου.

2 Samuel 17:25

25 Καὶ τὸν Ἀμεσσαῒ κατέστησεν Ἀβεσσαλὼμ ἀντὶ Ἰωὰβ ἐπὶ τῆς δυνάμεως. Καὶ Ἀμεσσαῒ υἱὸς ἀνδρὸς, καὶ ὄνομα αὐτῷ Ἰεθὲρ ὁ Ἰσραηλίτης· οὗτος εἰσῆλθε πρὸς Ἀβιγαίαν θυγατέρα Νάας ἀδελφὴν Σαρουίας μητρὸς Ἰωάβ.

2 Samuel 19:13

13 Καὶ τῷ Ἀμεσσαΐ ἐρεῖτε, οὐχὶ ὀστοῦν μου καὶ σάρξ μου σύ; καὶ νῦν τάδε ποιήσαι μοι ὁ Θεὸς, καὶ τάδε προσθείη, εἰ μὴ ἄρχων δυνάμεως ἔσῃ ἐνώπιον ἐμοῦ πάσας τὰς ἡμέρας ἀντὶ Ἰωάβ.

2 Samuel 20:4-8

4 Καὶ εἶπεν ὁ βασιλεὺς πρὸς Ἀμεσσαῒ, βόησόν μοι τὸν ἄνδρα Ἰούδα τρεῖς ἡμέρας, σὺ δὲ αὐτοῦ στῆθι. 5 Καὶ ἐπορεύθη Ἀμεσσαῒ τοῦ βοῆσαι τὸν Ἰούδαν, καὶ ἐχρόνισεν ἀπὸ τοῦ καιροῦ οὗ ἐτάξατο αὐτῷ Δαυίδ. 6 Καὶ εἶπε Δαυὶδ πρὸς Ἀμεσσαῒ, νῦν κακοποιήσει ἡμᾶς Σαβεὲ υἱὸς Βοχορὶ ὑπὲρ Ἀβεσσαλώμ· καὶ νῦν σὺ λάβε μετὰ σεαυτοῦ τοὺς παῖδας τοῦ κυρίου σου, καὶ καταδίωξον ὀπίσω αὐτοῦ, μή ποτε ἑαυτῷ εὕρῃ πόλεις ὀχυρὰς, καὶ σκιάσει τοὺς ὀφθαλμοὺς ἡμῶν. 7 Καὶ ἐξῆλθον ὀπίσω αὐτοῦ Ἀμεσσαῒ καὶ οἱ ἄνδρες Ἰωὰβ, καὶ ὁ Χερεθὶ, καὶ ὁ Φελεθὶ, καὶ πάντες οἱ δυνατοὶ, καὶ ἐξῆλθον ἐξ Ἱερουσαλὴμ διῶξαι ὀπίσω Σαβεὲ υἱοῦ Βοχορί.
8 Καὶ αὐτοὶ παρὰ τῷ λίθῳ τῷ μεγάλῳ τῷ ἐν Γαβαών· καὶ Ἀμεσσαῒ εἰσῆλθεν ἔμπροσθεν αὐτῶν· Καὶ Ἰωὰβ περιεζωσμένος μανδύαν τὸ ἔνδυμα αὐτοῦ, καὶ ἐπʼ αὐτῷ ἐζωσμένος μάχαιραν ἐζευγμένην ἐπὶ τῆς ὀσφύος αὐτοῦ ἐν κολεῷ αὐτῆς· καὶ ἡ μάχαιρα ἐξῆλθε· καὶ αὐτὴ ἐξῆλθε καὶ ἔπεσε.

1 Kings 9:22

2 Kings 9:32

32 Καὶ ἐπῆρε τὸ πρόσωπον αὐτοῦ εἰς τὴν θυρίδα, καὶ εἶδεν αὐτὴν, καὶ εἶπε, τίς εἶ σύ; κατάβηθι μετʼ ἐμοῦ· Καὶ κατέκυψαν πρὸς αὐτὸν δύο εὐνοῦχοι.

2 Kings 10:5

5 Καὶ ἀπέστειλαν οἱ ἐπὶ τοῦ οἴκου καὶ οἱ ἐπὶ τῆς πόλεως καὶ οἱ πρεσβύτεροι καὶ οἱ τιθηνοὶ πρὸς Ἰοὺ, λέγοντες, παῖδές σου καὶ ἡμεῖς, καὶ ὅσα ἐὰν εἴπῃς πρὸς ἡμᾶς, ποιήσομεν· οὐ βασλεύσομεν ἄνδρα, τὸ ἀγαθὸν ἐν ὀφθαμοῖς σου ποιήσομεν.

1 Chronicles 2:17

17 Καὶ Ἀβιγαία ἐγέννησε τὸν Ἀμεσσάβ· καὶ πατὴρ Ἀμεσσὰβ Ἰοθὸρ ὁ Ἰσμαηλίτης.

Isaiah 59:17

17 Καὶ ἐνεδύσατο δικαιοσύνην ὡς θώρακα, καὶ περιέθετο περικεφαλαίαν σωτηρίου ἐπὶ τῆς κεφαλῆς, καὶ περιεβάλετο ἱμάτιον ἐκδικήσεως, καὶ τὸ περιβόλαιον αὐτοῦ,

Zechariah 8:23

23 Τάδε λέγει Κύριος παντοκράτωρ, ἐν ταῖς ἡμέραις ἐκείναις, ἐὰν ἐπιλάβωνται δέκα ἄνδρες ἐκ πασῶν τῶν γλωσσῶν τῶν ἐθνῶν, καὶ ἐπιλάβωνται τοῦ κρασπέδου ἀνδρὸς Ἰουδαίου, λέγοντες, πορευσόμεθα μετὰ σοῦ, διότι ἀκηκόαμεν ὅτι ὁ Θεὸς μεθʼ ὑμῶν ἐστι.

Cross Reference data is from OpenBible.info, retrieved June 28, 2010, and licensed under a Creative Commons Attribution License.