1 Chronicles 11:4 Cross References - Brenton_Greek

4 Καὶ ἐπορεύθη ὁ βασιλεὺς καὶ ἄνδρες αὐτοῦ εἰς Ἱερουσαλὴμ, αὕτη Ἰεβοὺς, καὶ ἐκεῖ οἱ Ἰεβουσαῖοι οἱ κατοικοῦντες τὴν γῆν εἶπον τῷ Δαυίδ,

Genesis 10:16

16 καὶ τὸν Χετταῖον, καὶ τὸν Ἰεβουσαῖον, καὶ τὸν Ἀμοῤῥαῖον, καὶ τὸν Γεργεσαῖον, καὶ τὸν Εὐαῖον, καὶ τὸν Ἀρουκαῖον,

Genesis 15:21

21 καὶ τοὺς Ἀμοῤῥαίους, καὶ τοὺς Χαναναίους, καὶ τοὺς Εὐαίους, καὶ τοὺς Γεργεσαίους, καὶ τοὺς Ἰεβουσαίους.

Exodus 3:17

17 Καὶ εἶπεν, ἀναβιβάσω ὑμᾶς ἐκ τῆς κακώσεως τῶν Αἰγυπτίων, εἰς τὴν γῆν τῶν Χαναναίων, καὶ Χετταίων, καὶ Ἀμοῤῥαίων, καὶ Φερεζαίων, καὶ Γεργεσαίων, καὶ Εὐαίων, καὶ Ἰεβουσαίων, εἰς γῆν ῥέουσαν γάλα καὶ μέλι.

Joshua 15:8

8 Καὶ ἀναβαίνει τὰ ὅρια εἰς φάραγγα Ἐννὸμ ἐπὶ νώτου Ἰεβοῦς ἀπὸ Λιβὸς· αὕτη ἐστὶν Ἱερουσαλὴμ· καὶ διεκβάλλει τὰ ὅρια ἐπὶ κορυφὴν ὄρους, ἥ ἐστι κατὰ πρόσωπον φάραγγος Ἐννὸμ πρὸς θαλάσσης, ἥ ἐστιν ἐκ μέρους γῆς Ῥαφαῒν ἐπὶ βοῤῥᾶ.

Joshua 15:63

63 Καὶ ὁ Ἰεβουσαῖος κατῴκει ἐν Ἱερουσαλὴμ, καὶ οὐκ ἠδυνάσθησαν οἱ υἱοὶ Ἰούδα ἀπολέσαι αὐτούς· καὶ κατῴκησαν οἱ Ἰεβουσαῖοι ἐν Ἱερουσαλὴμ ἕως τῆς ἡμέρας ταύτης.

Joshua 18:28

28 καὶ Ἰηβοῦς· αὕτη ἐστὶν Ἱερουσαλήμ· καὶ Γαβαὼθ Ἰαρὶμ, πόλεις δεκατρεῖς, καὶ αἱ κῶμαι αὐτῶν· αὕτη ἡ κληρονομία υἱῶν Βενιαμὶν κατὰ δήμους αὐτῶν.

Judges 1:21

21 Καὶ τὸν Ἰεβουσαῖον τὸν κατοικοῦντα ἐν Ἱερουσαλὴμ οὐκ ἐκληρονόμησαν οἱ υἱοὶ Βενιαμίν· καὶ κατῴκησεν ὁ Ἰεβουσαῖος μετὰ τῶν υἱῶν Βενιαμὶν ἐν Ἱερουσαλὴμ ἕως τῆς ἡμέρας ταύτης.

Judges 19:10-12

10 Καὶ οὐκ εὐδόκησεν ὁ ἀνὴρ αὐλισθῆναι, καὶ ἀνέστη καὶ ἀπῆλθε, καὶ ἦλθεν ἕως ἀπέναντι Ἰεβοὺς, αὕτη ἐστὶν Ἱερουσαλὴμ, καὶ μετʼ αὐτοῦ ζεῦγος ὄνων ἐπισεσαγμένων, καὶ ἡ παλλακὴ αὐτοῦ μετʼ αὐτοῦ.
11 Καὶ ἤλθοσαν ἕως Ἰεβούς· καὶ ἡ ἡμέρα προβεβήκει σφόδρα, καὶ εἶπεν ὁ νεανίας πρὸς τὸν κύριον αὐτοῦ, δεῦρο δὴ καὶ ἐκκλίνωμεν εἰς πόλιν τοῦ Ἰεβουσὶ ταύτην, καὶ αὐλισθῶμεν ἐν αὐτῇ. 12 Καὶ εἶπε πρὸς αὐτὸν ὁ κύριος αὐτοῦ, οὐκ ἐκκλινοῦμεν εἰς πόλιν ἀλλοτρίαν, ἐν ᾗ οὐκ ἔστιν ἀπὸ υἱῶν Ἰσραὴλ ὧδε, καὶ παρελευσόμεθα ἕως Γαβαά.

2 Samuel 5:6-10

6 Καὶ ἀπῆλθε Δαυὶδ καὶ οἱ ἄνδρες αὐτοῦ εἰς Ἱερουσαλὴμ πρὸς τὸν Ἰεβουσαῖον τὸν κατοικοῦντα τὴν γῆν· καὶ ἐῤῥέθη τῷ Δαυὶδ, οὐκ εἰσελεύσῃ ὧδε, ὅτι ἀντέστησαν οἱ τυφλοὶ καὶ οἱ χωλοὶ, λέγοντες, ὅτι οὐκ εἰσελεύσεται Δαυὶδ ὧδε. 7 Καὶ κατελάβετο Δαυὶδ τὴν περιοχὴν Σιών· αὕτη ἡ πόλις τοῦ Δαυίδ. 8 Καὶ εἶπε Δαυὶδ τῇ ἡμέρᾳ ἐκείνῃ, πᾶς τύπτων Ἰεβουσαῖον, ἁπτέσθω ἐν παραξιφίδι καὶ τοὺς χωλοὺς καὶ τοὺς τυφλοὺς καὶ τοὺς μισοῦντας τὴν ψυχὴν Δαυίδ. Διὰ τοῦτο ἐροῦσι, τυφλοὶ καὶ χωλοὶ οὐκ εἰσελεύσονται εἰς οἶκον Κυρίου. 9 Καὶ ἐκάθισε Δαυὶδ ἐν τῇ περιοχῇ, καὶ ἐκλήθη αὕτη ἡ πόλις Δαυίδ· καὶ ᾠκοδόμησεν αὐτὴν πόλιν κύκλῳ ἀπὸ τῆς ἄκρας, καὶ τὸν οἶκον αὐτοῦ. 10 Καὶ διεπορεύετο Δαυὶδ πορευόμενος καὶ μεγαλυνόμενος, καὶ Κύριος παντοκράτωρ μετʼ αὐτοῦ.

1 Chronicles 11:5

5 οὐκ εἰσελεύσῃ ὧδε· καὶ προκατελάβετο τὴν περιοχὴν Σιών· αὕτη ἡ πόλις Δαυὶδ.

Cross Reference data is from OpenBible.info, retrieved June 28, 2010, and licensed under a Creative Commons Attribution License.