Romans 3:7 Cross References - BGB

7 εἰ δὲ ἡ ἀλήθεια τοῦ Θεοῦ ἐν τῷ ἐμῷ ψεύσματι ἐπερίσσευσεν εἰς τὴν δόξαν αὐτοῦ, τί ἔτι κἀγὼ ὡς ἁμαρτωλὸς κρίνομαι;

Matthew 26:34

34 Ἔφη αὐτῷ ὁ Ἰησοῦς “Ἀμὴν λέγω σοι ὅτι ἐν ταύτῃ τῇ νυκτὶ πρὶν ἀλέκτορα φωνῆσαι τρὶς ἀπαρνήσῃ με.”

Matthew 26:69-75

69 Ὁ δὲ Πέτρος ἐκάθητο ἔξω ἐν τῇ αὐλῇ· καὶ προσῆλθεν αὐτῷ μία παιδίσκη λέγουσα “Καὶ σὺ ἦσθα μετὰ Ἰησοῦ τοῦ Γαλιλαίου.”70 Ὁ δὲ ἠρνήσατο ἔμπροσθεν πάντων λέγων “Οὐκ οἶδα τί λέγεις.”71 Ἐξελθόντα δὲ εἰς τὸν πυλῶνα εἶδεν αὐτὸν ἄλλη καὶ λέγει τοῖς ἐκεῖ “Οὗτος ἦν μετὰ Ἰησοῦ τοῦ Ναζωραίου.”72 Καὶ πάλιν ἠρνήσατο μετὰ ὅρκου ὅτι “Οὐκ οἶδα τὸν ἄνθρωπον.”73 Μετὰ μικρὸν δὲ προσελθόντες οἱ ἑστῶτες εἶπον τῷ Πέτρῳ “Ἀληθῶς καὶ σὺ ἐξ αὐτῶν εἶ, καὶ γὰρ ἡ λαλιά σου δῆλόν σε ποιεῖ.”74 Τότε ἤρξατο καταθεματίζειν καὶ ὀμνύειν ὅτι “Οὐκ οἶδα τὸν ἄνθρωπον.” Καὶ εὐθέως* ἀλέκτωρ ἐφώνησεν.75 Καὶ ἐμνήσθη ὁ Πέτρος τοῦ ῥήματος Ἰησοῦ εἰρηκότος ὅτι “Πρὶν ἀλέκτορα φωνῆσαι τρὶς ἀπαρνήσῃ με·” καὶ ἐξελθὼν ἔξω ἔκλαυσεν πικρῶς.

Acts 2:23

23 τοῦτον τῇ ὡρισμένῃ βουλῇ καὶ προγνώσει τοῦ Θεοῦ ἔκδοτον διὰ χειρὸς ἀνόμων προσπήξαντες ἀνείλατε,

Acts 13:27-29

27 οἱ γὰρ κατοικοῦντες ἐν Ἰερουσαλὴμ καὶ οἱ ἄρχοντες αὐτῶν τοῦτον ἀγνοήσαντες καὶ τὰς φωνὰς τῶν προφητῶν τὰς κατὰ πᾶν σάββατον ἀναγινωσκομένας κρίναντες ἐπλήρωσαν,28 καὶ μηδεμίαν αἰτίαν θανάτου εὑρόντες ᾐτήσαντο Πιλᾶτον ἀναιρεθῆναι αὐτόν·29 Ὡς δὲ ἐτέλεσαν πάντα τὰ περὶ αὐτοῦ γεγραμμένα, καθελόντες ἀπὸ τοῦ ξύλου ἔθηκαν εἰς μνημεῖον.

Romans 3:4

4 μὴ γένοιτο· γινέσθω δὲ ὁ Θεὸς ἀληθής, πᾶς δὲ ἄνθρωπος ψεύστης, καθὼς* γέγραπται “Ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου καὶ νικήσεις ἐν τῷ κρίνεσθαί σε.”

Romans 9:19-20

19 Ἐρεῖς μοι οὖν “Τί ‹οὖν› ἔτι μέμφεται; τῷ γὰρ βουλήματι αὐτοῦ τίς ἀνθέστηκεν;”20 ὦ ἄνθρωπε, μενοῦνγε σὺ τίς εἶ ὁ ἀνταποκρινόμενος τῷ Θεῷ; μὴ ἐρεῖ τὸ πλάσμα τῷ πλάσαντι “Τί με ἐποίησας οὕτως;”

Cross Reference data is from OpenBible.info, retrieved June 28, 2010, and licensed under a Creative Commons Attribution License.