Matthew 26:8 Cross References - BGB

8 Ἰδόντες δὲ οἱ μαθηταὶ ἠγανάκτησαν λέγοντες “Εἰς τί ἡ ἀπώλεια αὕτη;

Mark 14:4

4 Ἦσαν δέ τινες ἀγανακτοῦντες πρὸς ἑαυτούς “Εἰς τί ἡ ἀπώλεια αὕτη τοῦ μύρου γέγονεν;

John 12:4-6

4 Λέγει δὲ Ἰούδας ὁ Ἰσκαριώτης εἷς [ἐκ] τῶν μαθητῶν αὐτοῦ, ὁ μέλλων αὐτὸν παραδιδόναι5 “Διὰ τί τοῦτο τὸ μύρον οὐκ ἐπράθη τριακοσίων δηναρίων καὶ ἐδόθη πτωχοῖς;”6 εἶπεν δὲ τοῦτο οὐχ ὅτι περὶ τῶν πτωχῶν ἔμελεν αὐτῷ, ἀλλ’ ὅτι κλέπτης ἦν καὶ τὸ γλωσσόκομον ἔχων τὰ βαλλόμενα ἐβάσταζεν.

Cross Reference data is from OpenBible.info, retrieved June 28, 2010, and licensed under a Creative Commons Attribution License.