5 ἔλεγον δέ “Μὴ ἐν τῇ ἑορτῇ, ἵνα μὴ θόρυβος γένηται ἐν τῷ λαῷ.”
Matthew 26:5 Cross References - BGB
Matthew 14:5
5 καὶ θέλων αὐτὸν ἀποκτεῖναι ἐφοβήθη τὸν ὄχλον, ὅτι ὡς προφήτην αὐτὸν εἶχον.
Matthew 21:26
26 ἐὰν δὲ εἴπωμεν ‘Ἐξ ἀνθρώπων,’ φοβούμεθα τὸν ὄχλον· πάντες γὰρ ὡς προφήτην ἔχουσιν τὸν Ἰωάννην.”
Matthew 27:24
24 Ἰδὼν δὲ ὁ Πιλᾶτος ὅτι οὐδὲν ὠφελεῖ ἀλλὰ μᾶλλον θόρυβος γίνεται, λαβὼν ὕδωρ ἀπενίψατο τὰς χεῖρας ἀπέναντι* τοῦ ὄχλου λέγων “Ἀθῷός εἰμι ἀπὸ τοῦ αἵματος τούτου· ὑμεῖς ὄψεσθε.”
Mark 14:2
2 ἔλεγον γάρ “Μὴ ἐν τῇ ἑορτῇ, μή‿ ποτε ἔσται θόρυβος τοῦ λαοῦ.”
Mark 14:12
12 Καὶ τῇ πρώτῃ ἡμέρᾳ τῶν ἀζύμων, ὅτε τὸ πάσχα ἔθυον, λέγουσιν αὐτῷ οἱ μαθηταὶ αὐτοῦ “Ποῦ θέλεις ἀπελθόντες ἑτοιμάσωμεν ἵνα φάγῃς τὸ πάσχα;”
Mark 14:27
27 Καὶ λέγει αὐτοῖς ὁ Ἰησοῦς ὅτι “Πάντες σκανδαλισθήσεσθε, ὅτι γέγραπται ‘Πατάξω τὸν ποιμένα, Καὶ τὰ πρόβατα διασκορπισθήσονται.’
Luke 20:6
6 ἐὰν δὲ εἴπωμεν ‘Ἐξ ἀνθρώπων,’ ὁ λαὸς ἅπας καταλιθάσει ἡμᾶς· πεπεισμένος γάρ ἐστιν Ἰωάννην προφήτην εἶναι.”
Luke 22:7
7 Ἦλθεν δὲ ἡ ἡμέρα τῶν ἀζύμων, [ἐν] ᾗ ἔδει θύεσθαι τὸ πάσχα·
John 18:28
28 Ἄγουσιν οὖν τὸν Ἰησοῦν ἀπὸ τοῦ Καϊάφα εἰς τὸ πραιτώριον· ἦν δὲ πρωΐ· καὶ αὐτοὶ οὐκ εἰσῆλθον εἰς τὸ πραιτώριον, ἵνα μὴ μιανθῶσιν ἀλλὰ φάγωσιν τὸ πάσχα.
Acts 4:28
28 ποιῆσαι ὅσα ἡ χείρ σου καὶ ἡ βουλὴ [σου] προώρισεν γενέσθαι.