Mark 8:5 Cross References - BGB

5 Καὶ ἠρώτα αὐτούς “Πόσους ἔχετε ἄρτους;” Οἱ δὲ εἶπαν “Ἑπτά.”

Matthew 14:15-17

15 Ὀψίας δὲ γενομένης προσῆλθον αὐτῷ οἱ μαθηταὶ λέγοντες “Ἔρημός ἐστιν ὁ τόπος καὶ ἡ ὥρα ἤδη παρῆλθεν· ἀπόλυσον 〈οὖν〉 τοὺς ὄχλους, ἵνα ἀπελθόντες εἰς τὰς κώμας ἀγοράσωσιν ἑαυτοῖς βρώματα.”16 Ὁ δὲ Ἰησοῦς εἶπεν αὐτοῖς “Οὐ χρείαν ἔχουσιν ἀπελθεῖν· δότε αὐτοῖς ὑμεῖς φαγεῖν.”17 Οἱ δὲ λέγουσιν αὐτῷ “Οὐκ ἔχομεν ὧδε εἰ μὴ πέντε ἄρτους καὶ δύο ἰχθύας.”

Matthew 15:34

34 Καὶ λέγει αὐτοῖς ὁ Ἰησοῦς “Πόσους ἄρτους ἔχετε;” Οἱ δὲ εἶπαν “Ἑπτά, καὶ ὀλίγα ἰχθύδια.”

Mark 6:38

38 Ὁ δὲ λέγει αὐτοῖς “Πόσους ἔχετε ⇔ ἄρτους; ὑπάγετε ἴδετε.” Καὶ γνόντες λέγουσιν “Πέντε, καὶ δύο ἰχθύας.”

Luke 9:13

13 Εἶπεν δὲ πρὸς αὐτούς “Δότε αὐτοῖς φαγεῖν ⇔ ὑμεῖς.” Οἱ δὲ εἶπαν “Οὐκ εἰσὶν ἡμῖν πλεῖον ἢ ἄρτοι πέντε καὶ ἰχθύες δύο, εἰ μήτι πορευθέντες ἡμεῖς ἀγοράσωμεν εἰς πάντα τὸν λαὸν τοῦτον βρώματα.”

Cross Reference data is from OpenBible.info, retrieved June 28, 2010, and licensed under a Creative Commons Attribution License.