Mark 7:10 Cross References - BGB

10 Μωϋσῆς γὰρ εἶπεν ‘Τίμα τὸν πατέρα σου καὶ τὴν μητέρα σου,’ καί ‘Ὁ κακολογῶν πατέρα ἢ μητέρα θανάτῳ τελευτάτω.’

Matthew 15:4

4 ὁ γὰρ Θεὸς εἶπεν ‘Τίμα τὸν πατέρα καὶ τὴν μητέρα,’ καί ‘Ὁ κακολογῶν πατέρα ἢ μητέρα θανάτῳ τελευτάτω·’

Mark 10:19

19 τὰς ἐντολὰς οἶδας ‘Μὴ φονεύσῃς, Μὴ μοιχεύσῃς, Μὴ κλέψῃς, Μὴ ψευδομαρτυρήσῃς, Μὴ ἀποστερήσῃς, Τίμα τὸν πατέρα σου καὶ τὴν μητέρα.’”

Cross Reference data is from OpenBible.info, retrieved June 28, 2010, and licensed under a Creative Commons Attribution License.