Luke 8:25 Cross References - BGB

25 Εἶπεν δὲ αὐτοῖς “Ποῦ ἡ πίστις ὑμῶν;” Φοβηθέντες δὲ ἐθαύμασαν, λέγοντες πρὸς ἀλλήλους “Τίς ἄρα οὗτός ἐστιν, ὅτι καὶ τοῖς ἀνέμοις ἐπιτάσσει καὶ τῷ ὕδατι, καὶ ὑπακούουσιν αὐτῷ;”

Matthew 6:30

30 εἰ δὲ τὸν χόρτον τοῦ ἀγροῦ σήμερον ὄντα καὶ αὔριον εἰς κλίβανον βαλλόμενον ὁ Θεὸς οὕτως ἀμφιέννυσιν, οὐ πολλῷ μᾶλλον ὑμᾶς, ὀλιγόπιστοι;

Matthew 8:26

26 Καὶ λέγει αὐτοῖς “Τί δειλοί ἐστε, ὀλιγόπιστοι;” τότε ἐγερθεὶς ἐπετίμησεν τοῖς ἀνέμοις καὶ τῇ θαλάσσῃ, καὶ ἐγένετο γαλήνη μεγάλη.

Matthew 14:31

31 Εὐθέως δὲ ὁ Ἰησοῦς ἐκτείνας τὴν χεῖρα ἐπελάβετο αὐτοῦ καὶ λέγει αὐτῷ “Ὀλιγόπιστε, εἰς τί ἐδίστασας;”

Matthew 17:20

20 Ὁ δὲ λέγει αὐτοῖς “Διὰ τὴν ὀλιγοπιστίαν ὑμῶν· ἀμὴν γὰρ λέγω ὑμῖν, ἐὰν ἔχητε πίστιν ὡς κόκκον σινάπεως, ἐρεῖτε τῷ ὄρει τούτῳ ‘Μετάβα ἔνθεν ἐκεῖ,’ καὶ μεταβήσεται, καὶ οὐδὲν ἀδυνατήσει ὑμῖν.”

Mark 4:40-41

40 Καὶ εἶπεν αὐτοῖς “Τί δειλοί ἐστε; οὔπω* ἔχετε πίστιν;”41 Καὶ ἐφοβήθησαν φόβον μέγαν, καὶ ἔλεγον πρὸς ἀλλήλους “Τίς ἄρα οὗτός ἐστιν, ὅτι καὶ ὁ ἄνεμος καὶ ἡ θάλασσα ὑπακούει αὐτῷ;”

Luke 12:28

28 εἰ δὲ ἐν ἀγρῷ τὸν χόρτον ὄντα σήμερον καὶ αὔριον εἰς κλίβανον βαλλόμενον ὁ Θεὸς οὕτως ἀμφιέζει, πόσῳ μᾶλλον ὑμᾶς, ὀλιγόπιστοι.

John 11:40

40 Λέγει αὐτῇ ὁ Ἰησοῦς “Οὐκ εἶπόν σοι ὅτι ἐὰν πιστεύσῃς ὄψῃ τὴν δόξαν τοῦ Θεοῦ;”

Cross Reference data is from OpenBible.info, retrieved June 28, 2010, and licensed under a Creative Commons Attribution License.