John 4:24 Cross References - BGB

24 Πνεῦμα ὁ Θεός, καὶ τοὺς προσκυνοῦντας ‹αὐτὸν› ἐν πνεύματι καὶ ἀληθείᾳ δεῖ προσκυνεῖν.”

Matthew 15:8-9

8 ‘Ὁ λαὸς οὗτος τοῖς χείλεσίν με τιμᾷ, Ἡ δὲ καρδία αὐτῶν πόρρω ἀπέχει ἀπ’ ἐμοῦ·9 Μάτην δὲ σέβονταί με, Διδάσκοντες διδασκαλίας ἐντάλματα ἀνθρώπων.’”

2 Corinthians 1:12

12 Ἡ γὰρ καύχησις ἡμῶν αὕτη ἐστίν, τὸ μαρτύριον τῆς συνειδήσεως ἡμῶν, ὅτι ἐν ἁγιότητι καὶ εἰλικρινείᾳ τοῦ Θεοῦ, [καὶ] οὐκ ἐν σοφίᾳ σαρκικῇ ἀλλ’ ἐν χάριτι Θεοῦ, ἀνεστράφημεν ἐν τῷ κόσμῳ, περισσοτέρως δὲ πρὸς ὑμᾶς.

2 Corinthians 3:17

17 Ὁ δὲ Κύριος τὸ Πνεῦμά ἐστιν· οὗ δὲ τὸ Πνεῦμα Κυρίου, ἐλευθερία.

Philippians 3:3

3 ἡμεῖς γάρ ἐσμεν ἡ περιτομή, οἱ Πνεύματι Θεοῦ λατρεύοντες καὶ καυχώμενοι ἐν Χριστῷ Ἰησοῦ καὶ οὐκ ἐν σαρκὶ πεποιθότες,

1 Timothy 1:17

17 Τῷ δὲ Βασιλεῖ τῶν αἰώνων, ἀφθάρτῳ ἀοράτῳ μόνῳ Θεῷ, τιμὴ καὶ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων· ἀμήν.

Cross Reference data is from OpenBible.info, retrieved June 28, 2010, and licensed under a Creative Commons Attribution License.