Galatians 3:12 Cross References - BGB

12 ὁ δὲ νόμος οὐκ ἔστιν ἐκ πίστεως, ἀλλ’ “Ὁ ποιήσας αὐτὰ ζήσεται ἐν αὐτοῖς.”

Matthew 19:17

17 Ὁ δὲ εἶπεν αὐτῷ “Τί με ἐρωτᾷς περὶ τοῦ ἀγαθοῦ; εἷς ἐστιν ὁ ἀγαθός· εἰ δὲ θέλεις εἰς τὴν ζωὴν εἰσελθεῖν, τήρησον* τὰς ἐντολάς.”

Luke 10:25-28

25 Καὶ ἰδοὺ νομικός τις ἀνέστη ἐκπειράζων αὐτὸν λέγων “Διδάσκαλε, τί ποιήσας ζωὴν αἰώνιον κληρονομήσω;”26 Ὁ δὲ εἶπεν πρὸς αὐτόν “Ἐν τῷ νόμῳ τί γέγραπται; πῶς ἀναγινώσκεις;”27 Ὁ δὲ ἀποκριθεὶς εἶπεν “‘Ἀγαπήσεις Κύριον τὸν Θεόν σου ἐξ ὅλης τῆς καρδίας σου καὶ ἐν ὅλῃ τῇ ψυχῇ σου καὶ ἐν ὅλῃ τῇ ἰσχύϊ σου καὶ ἐν ὅλῃ τῇ διανοίᾳ σου,’ καὶ ‘Τὸν πλησίον σου ὡς σεαυτόν.’”28 Εἶπεν δὲ αὐτῷ “Ὀρθῶς ἀπεκρίθης· τοῦτο ποίει καὶ ζήσῃ.”

Romans 4:4-5

4 Τῷ δὲ ἐργαζομένῳ ὁ μισθὸς οὐ λογίζεται κατὰ χάριν ἀλλὰ κατὰ ὀφείλημα·5 τῷ δὲ μὴ ἐργαζομένῳ, πιστεύοντι δὲ ἐπὶ τὸν δικαιοῦντα τὸν ἀσεβῆ, λογίζεται ἡ πίστις αὐτοῦ εἰς δικαιοσύνην,

Romans 4:14

14 εἰ γὰρ οἱ ἐκ νόμου κληρονόμοι, κεκένωται ἡ πίστις καὶ κατήργηται ἡ ἐπαγγελία·

Romans 4:16

16 Διὰ τοῦτο ἐκ πίστεως, ἵνα κατὰ χάριν, εἰς τὸ εἶναι βεβαίαν τὴν ἐπαγγελίαν παντὶ τῷ σπέρματι, οὐ τῷ ἐκ τοῦ νόμου μόνον ἀλλὰ καὶ τῷ ἐκ πίστεως Ἀβραάμ,—ὅς ἐστιν πατὴρ πάντων ἡμῶν,

Romans 9:30-32

30 Τί οὖν ἐροῦμεν; ὅτι ἔθνη τὰ μὴ διώκοντα δικαιοσύνην κατέλαβεν δικαιοσύνην, δικαιοσύνην δὲ τὴν ἐκ πίστεως·31 Ἰσραὴλ δὲ διώκων νόμον δικαιοσύνης εἰς νόμον οὐκ ἔφθασεν.32 διὰ τί; ὅτι οὐκ ἐκ πίστεως ἀλλ’ ὡς ἐξ ἔργων· προσέκοψαν τῷ λίθῳ τοῦ προσκόμματος,

Romans 10:5-6

5 Μωϋσῆς γὰρ γράφει ὅτι τὴν δικαιοσύνην τὴν ἐκ ‹τοῦ› νόμου [ὅτι] “Ὁ ποιήσας [αὐτὰ] ἄνθρωπος ζήσεται ἐν αὐτῇ.”6 ἡ δὲ ἐκ πίστεως δικαιοσύνη οὕτως λέγει “Μὴ εἴπῃς ἐν τῇ καρδίᾳ σου ‘Τίς ἀναβήσεται εἰς τὸν οὐρανόν;’ τοῦτ’ ἔστιν Χριστὸν καταγαγεῖν·

Romans 11:6

6 εἰ δὲ χάριτι, οὐκέτι ἐξ ἔργων, ἐπεὶ ἡ χάρις οὐκέτι γίνεται χάρις.

Cross Reference data is from OpenBible.info, retrieved June 28, 2010, and licensed under a Creative Commons Attribution License.