Bible verses about "teaching" | Stephanus

Matthew 28:18-20

18 και προσελθων ο ιησους ελαλησεν αυτοις λεγων εδοθη μοι πασα εξουσια εν ουρανω και επι γης19 πορευθεντες ουν μαθητευσατε παντα τα εθνη βαπτιζοντες αυτους εις το ονομα του πατρος και του υιου και του αγιου πνευματος20 διδασκοντες αυτους τηρειν παντα οσα ενετειλαμην υμιν και ιδου εγω μεθ υμων ειμι πασας τας ημερας εως της συντελειας του αιωνος αμην

1 Timothy 4:13

13 εως ερχομαι προσεχε τη αναγνωσει τη παρακλησει τη διδασκαλια

2 Timothy 4:2

2 κηρυξον τον λογον επιστηθι ευκαιρως ακαιρως ελεγξον επιτιμησον παρακαλεσον εν παση μακροθυμια και διδαχη

James 3:1

1 μη πολλοι διδασκαλοι γινεσθε αδελφοι μου ειδοτες οτι μειζον κριμα ληψομεθα

2 Timothy 2:23-26

23 τας δε μωρας και απαιδευτους ζητησεις παραιτου ειδως οτι γεννωσιν μαχας24 δουλον δε κυριου ου δει μαχεσθαι αλλ ηπιον ειναι προς παντας διδακτικον ανεξικακον25 εν πραοτητι παιδευοντα τους αντιδιατιθεμενους μηποτε δω αυτοις ο θεος μετανοιαν εις επιγνωσιν αληθειας26 και ανανηψωσιν εκ της του διαβολου παγιδος εζωγρημενοι υπ αυτου εις το εκεινου θελημα

2 Timothy 3:16-17

16 πασα γραφη θεοπνευστος και ωφελιμος προς διδασκαλιαν προς ελεγχον προς επανορθωσιν προς παιδειαν την εν δικαιοσυνη17 ινα αρτιος η ο του θεου ανθρωπος προς παν εργον αγαθον εξηρτισμενος

Topical data is from OpenBible.info, retrieved November 11, 2013, and licensed under a Creative Commons Attribution License.