Bible verses about "sinning" | Stephanus

Romans 10:13

13 πας γαρ ος αν επικαλεσηται το ονομα κυριου σωθησεται

1 John 3:4

4 πας ο ποιων την αμαρτιαν και την ανομιαν ποιει και η αμαρτια εστιν η ανομια

Acts 3:19

19 μετανοησατε ουν και επιστρεψατε εις το εξαλειφθηναι υμων τας αμαρτιας οπως αν ελθωσιν καιροι αναψυξεως απο προσωπου του κυριου

Romans 10:9

9 οτι εαν ομολογησης εν τω στοματι σου κυριον ιησουν και πιστευσης εν τη καρδια σου οτι ο θεος αυτον ηγειρεν εκ νεκρων σωθηση

Galatians 2:20

20 χριστω συνεσταυρωμαι ζω δε ουκετι εγω ζη δε εν εμοι χριστος ο δε νυν ζω εν σαρκι εν πιστει ζω τη του υιου του θεου του αγαπησαντος με και παραδοντος εαυτον υπερ εμου

Ephesians 2:8

8 τη γαρ χαριτι εστε σεσωσμενοι δια της πιστεως και τουτο ουκ εξ υμων θεου το δωρον

Galatians 5:19-26

19 φανερα δε εστιν τα εργα της σαρκος ατινα εστιν μοιχεια πορνεια ακαθαρσια ασελγεια20 ειδωλολατρεια φαρμακεια εχθραι ερεις ζηλοι θυμοι εριθειαι διχοστασιαι αιρεσεις21 φθονοι φονοι μεθαι κωμοι και τα ομοια τουτοις α προλεγω υμιν καθως και προειπον οτι οι τα τοιαυτα πρασσοντες βασιλειαν θεου ου κληρονομησουσιν22 ο δε καρπος του πνευματος εστιν αγαπη χαρα ειρηνη μακροθυμια χρηστοτης αγαθωσυνη πιστις23 πραοτης εγκρατεια κατα των τοιουτων ουκ εστιν νομος24 οι δε του χριστου την σαρκα εσταυρωσαν συν τοις παθημασιν και ταις επιθυμιαις25 ει ζωμεν πνευματι πνευματι και στοιχωμεν26 μη γινωμεθα κενοδοξοι αλληλους προκαλουμενοι αλληλοις φθονουντες

2 Peter 3:9

9 ου βραδυνει ο κυριος της επαγγελιας ως τινες βραδυτητα ηγουνται αλλα μακροθυμει εις ημας μη βουλομενος τινας απολεσθαι αλλα παντας εις μετανοιαν χωρησαι

Hebrews 10:26-27

26 εκουσιως γαρ αμαρτανοντων ημων μετα το λαβειν την επιγνωσιν της αληθειας ουκετι περι αμαρτιων απολειπεται θυσια27 φοβερα δε τις εκδοχη κρισεως και πυρος ζηλος εσθιειν μελλοντος τους υπεναντιους

1 John 2:4

4 ο λεγων εγνωκα αυτον και τας εντολας αυτου μη τηρων ψευστης εστιν και εν τουτω η αληθεια ουκ εστιν

James 4:17

17 ειδοτι ουν καλον ποιειν και μη ποιουντι αμαρτια αυτω εστιν

1 John 3:6

6 πας ο εν αυτω μενων ουχ αμαρτανει πας ο αμαρτανων ουχ εωρακεν αυτον ουδε εγνωκεν αυτον

Topical data is from OpenBible.info, retrieved November 11, 2013, and licensed under a Creative Commons Attribution License.