Bible verses about "patient" | Stephanus

Matthew 7:7

7 αιτειτε και δοθησεται υμιν ζητειτε και ευρησετε κρουετε και ανοιγησεται υμιν

1 Timothy 3:1-16

1 πιστος ο λογος ει τις επισκοπης ορεγεται καλου εργου επιθυμει2 δει ουν τον επισκοπον ανεπιληπτον ειναι μιας γυναικος ανδρα νηφαλεον σωφρονα κοσμιον φιλοξενον διδακτικον3 μη παροινον μη πληκτην μη αισχροκερδη αλλ επιεικη αμαχον αφιλαργυρον4 του ιδιου οικου καλως προισταμενον τεκνα εχοντα εν υποταγη μετα πασης σεμνοτητος5 ει δε τις του ιδιου οικου προστηναι ουκ οιδεν πως εκκλησιας θεου επιμελησεται6 μη νεοφυτον ινα μη τυφωθεις εις κριμα εμπεση του διαβολου7 δει δε αυτον και μαρτυριαν καλην εχειν απο των εξωθεν ινα μη εις ονειδισμον εμπεση και παγιδα του διαβολου8 διακονους ωσαυτως σεμνους μη διλογους μη οινω πολλω προσεχοντας μη αισχροκερδεις9 εχοντας το μυστηριον της πιστεως εν καθαρα συνειδησει10 και ουτοι δε δοκιμαζεσθωσαν πρωτον ειτα διακονειτωσαν ανεγκλητοι οντες11 γυναικας ωσαυτως σεμνας μη διαβολους νηφαλεους πιστας εν πασιν12 διακονοι εστωσαν μιας γυναικος ανδρες τεκνων καλως προισταμενοι και των ιδιων οικων13 οι γαρ καλως διακονησαντες βαθμον εαυτοις καλον περιποιουνται και πολλην παρρησιαν εν πιστει τη εν χριστω ιησου14 ταυτα σοι γραφω ελπιζων ελθειν προς σε ταχιον15 εαν δε βραδυνω ινα ειδης πως δει εν οικω θεου αναστρεφεσθαι ητις εστιν εκκλησια θεου ζωντος στυλος και εδραιωμα της αληθειας16 και ομολογουμενως μεγα εστιν το της ευσεβειας μυστηριον θεος εφανερωθη εν σαρκι εδικαιωθη εν πνευματι ωφθη αγγελοις εκηρυχθη εν εθνεσιν επιστευθη εν κοσμω ανεληφθη εν δοξη

Romans 12:12

12 τη ελπιδι χαιροντες τη θλιψει υπομενοντες τη προσευχη προσκαρτερουντες

Galatians 5:22-23

22 ο δε καρπος του πνευματος εστιν αγαπη χαρα ειρηνη μακροθυμια χρηστοτης αγαθωσυνη πιστις23 πραοτης εγκρατεια κατα των τοιουτων ουκ εστιν νομος

Topical data is from OpenBible.info, retrieved November 11, 2013, and licensed under a Creative Commons Attribution License.